Description of Greece

Pausanias

Pausanias. Pausaniae Graeciae descriptio, Volumes 1-3. Spiro, Friedrich, editor. Leipzig: Teubner, 1903.

Βρέννῳ δὲ καὶ τῇ στρατιᾷ τῶν τε Ἑλλήνων οἱ ἐς Δελφοὺς ἀθροισθέντες ἀντετάξαντο, καὶ τοῖς βαρβάροις ἀντεσήμαινε τὰ ἐκ τοῦ θεοῦ ταχύ τε καὶ ὧν ἴσμεν φανερώτατα. ἥ τε γὰρ γῆ πᾶσα, ὅσην ἐπεῖχεν ἡ τῶν Γαλατῶν στρατιά, βιαίως καὶ ἐπὶ πλεῖστον ἐσείετο τῆς ἡμέρας, βρονταί τε καὶ κεραυνοὶ συνεχεῖς ἐγίνοντο·

καὶ οἱ μὲν ἐξέπληττόν τε τοὺς Κελτοὺς καὶ δέχεσθαι τοῖς ὠσὶ τὰ παραγγελλόμενα ἐκώλυον, τὰ δὲ ἐκ τοῦ οὐρανοῦ οὐκ ἐς ὅντινα κατασκήψαι μόνον ἀλλὰ καὶ τοὺς πλησίον καὶ αὐτοὺς ὁμοίως καὶ τὰ ὅπλα ἐξῆπτε. τά τε τῶν ἡρώων τηνικαῦτά σφισιν ἐφάνη φάσματα, ὁ Ὑπέροχος καὶ ὁ Λαόδοκός τε καὶ Πύρρος· οἱ δὲ καὶ τέταρτον Φύλακον ἐπιχώριον Δελφοῖς ἀπαριθμοῦσιν ἥρωα.

ἀπέθανον δὲ καὶ αὐτῶν παρὰ τὸ ἔργον τῶν Φωκέων ἄλλοι τε ἀριθμὸν πολλοὶ καὶ Ἀλεξίμαχος, ὃς ἐν τῇ μάχῃ ταύτῃ μάλιστα Ἑλλήνων ἡλικίας τε τῷ ἀκμάζοντι καὶ ἰσχύι σώματος καὶ τῷ ἐρρωμένῳ τοῦ θυμοῦ κατεχρήσατο ἐς τῶν βαρβάρων τὸν φόνον· Φωκεῖς δὲ εἰκόνα τοῦ Ἀλεξιμάχου ποιησάμενοι ἀπέστειλαν τῷ Ἀπόλλωνι ἐς Δελφούς.

τοιούτοις μὲν οἱ βάρβαροι παρὰ πᾶσαν τὴν ἡμέραν παθήμασί τε καὶ ἐκπλήξει συνείχοντο· τὰ δὲ ἐν τῇ νυκτὶ πολλῷ σφᾶς ἔμελλεν ἀλγεινότερα ἐπιλήψεσθαι. ῥῖγός τε γὰρ ἰσχυρὸν καὶ νιφετὸς ἦν ὁμοῦ τῷ ῥίγει, πέτραι τε ἀπολισθάνουσαι τοῦ Παρνασσοῦ μεγάλαι τε καὶ κρημνοὶ καταρρηγνύμενοι σκοπὸν τοὺς βαρβάρους εἶχον, καὶ αὐτοῖς οὐ κατὰ ἕνα ἢ δύο ἀλλὰ κατὰ τριάκοντα καὶ ἔτι πλείοσιν, ὡς ἕκαστοι ἐν τῷ αὐτῷ φρουροῦντες ἢ καὶ ἀναπαυόμενοι τύχοιεν, ἀθρόοις ἡ ἀπώλεια ἐγένετο ὑπὸ τῆς ἐμβολῆς τῶν κρημνῶν.

ἅμα δὲ τῷ ἡλίῳ ἀνίσχοντι οἱ Ἕλληνες ἐπῄεσάν σφισιν ἐκ τῶν Δελφῶν, οἱ μὲν ἄλλοι τὴν ἐπὶ τὸ στράτευμα εὐθεῖαν, οἱ Φωκεῖς δὲ ἅτε καὶ μᾶλλον ἔχοντες τῶν χωρίων ἐμπείρως κατέβησάν τε διὰ τῆς χιόνος κατὰ τὰ ἀπότομα τοῦ Παρνασσοῦ καὶ ἔλαθον κατὰ νώτου γενόμενοι τοῖς Κελτοῖς, ἠκόντιζόν τε ἐς αὐτοὺς καὶ ἐτόξευον σὺν οὐδενὶ ἀπὸ τῶν βαρβάρων δείματι.

οἱ δὲ ἀρχομένης μὲν τῆς μάχης, καὶ μάλιστα οἱ περὶ τὸν Βρέννον —οὗτοι δὲ μήκιστοί τε ἦσαν καὶ ἀλκιμώτατοι τῶν Γαλατῶν—τότε μὲν ὑπὸ προθυμίας ἔτι ἀντεῖχον βαλλόμενοί τε πανταχόθεν καὶ οὐχ ἧσσον ὑπὸ τοῦ ῥίγους, μάλιστα οἱ τραυματίαι, ταλαιπωροῦντες· ὡς δὲ καὶ ὁ Βρέννος ἔλαβε τραύματα, ἐκεῖνον μὲν λιποψυχήσαντα ἐκκομίζουσιν ἐκ τῆς μάχης, οἱ δὲ βάρβαροι πανταχόθεν σφίσιν ἐγκειμένων τῶν Ἑλλήνων ὑπέφευγόν τε ἄκοντες καὶ ἑαυτῶν τοὺς ἀδυνάτους διὰ τραύματα ἕπεσθαι καὶ ἀρρωστίαν φονεύουσιν.

καὶ οἱ μὲν ἐστρατοπεδεύσαντο ἔνθα νὺξ κατελάμβανεν ἀναχωροῦντας, ἐν δὲ τῇ νυκτὶ φόβος σφίσιν ἐμπίπτει Πανικός· τὰ γὰρ ἀπὸ αἰτίας οὐδεμιᾶς δείματα ἐκ τούτου φασὶ γίνεσθαι. ἐνέπεσε μὲν ἐς τὸ στράτευμα ἡ ταραχὴ περὶ βαθεῖαν τὴν ἑσπέραν, καὶ ὀλίγοι τὸ κατʼ ἀρχὰς ἐγένοντο οἱ παραχθέντες ἐκ τοῦ νοῦ, ἐδόξαζόν τε οὗτοι κτύπου τε ἐπελαυνομένων ἵππων καὶ ἐφόδου πολεμίων αἰσθάνεσθαι· μετὰ δὲ οὐ πολὺ καὶ ἐς ἅπαντας διέδρα ἡ ἄγνοια.

ἀναλαβόντες οὖν τὰ ὅπλα καὶ διαστάντες ἔκτεινόν τε ἀλλήλους καὶ ἀνὰ μέρος ἐκτείνοντο, οὔτε γλώσσης τῆς ἐπιχωρίου συνιέντες οὔτε τὰς ἀλλήλων μορφὰς οὔτε τῶν θυρεῶν καθορῶντες τὰ σχήματα· ἀλλὰ ἀμφοτέραις ταῖς τάξεσιν ὁμοίως ὑπὸ τῆς ἐν τῷ παρόντι ἀγνοίας οἵ τε ἄνδρες οἱ ἀνθεστηκότες εἶναί σφισιν Ἕλληνες καὶ αὐτοὶ καὶ τὰ ὅπλα ἐφαίνοντο καὶ Ἑλλάδα ἀφιέναι τὴν φωνήν, ἥ τε ἐκ τοῦ θεοῦ μανία πλεῖστον ἐξειργάσατο ὑπʼ ἀλλήλων τοῖς Γαλάταις τὸν φόνον.

τῶν δὲ Φωκέων ὅσοι κατελίποντο κατὰ τοὺς ἀγροὺς φυλακῆς βοσκημάτων ἕνεκα, πρῶτοί τε ᾔσθοντο καὶ ἀπαγγέλλουσι τοῖς Ἕλλησι τὰ ἐν τῇ νυκτὶ κατασχόντα τοὺς βαρβάρους. ἀναθαρσήσαντες δὲ οἱ Φωκεῖς προθυμότερον ἔτι ἐνέκειντο τοῖς Κελτοῖς· διὰ φυλακῆς τε πλείονος τὰς ἐπαύλεις ἐποιοῦντο καὶ τὰ ἐς βίου χρείαν οὐ περιεώρων σφᾶς ἐκ τῆς χώρας ἀμαχεὶ λαμβάνοντας, ἐγεγόνει τε αὐτίκα τοῖς Γαλάταις διὰ παντὸς τοῦ στρατοῦ καὶ σίτου καὶ ὅσα ἐς τροφὴν ἄλλα ἔνδεια ἰσχυρά.

πλῆθος δὲ τὸ ἐν τῇ Φωκίδι αὐτῶν ἀναλωθέν, ὀλίγῳ μὲν ἑξακισχιλίων ἐλάσσονες οἱ ἐν ταῖς μάχαις, οἱ δʼ ἐν τῇ χειμερίῳ διαφθαρέντες νυκτὶ καὶ ὕστερον οἱ ἐν τῷ Πανικῷ δείματι ἐγένοντο ὑπὲρ τοὺς μυρίους, τοσοῦτοι δὲ ἄλλοι καὶ ὑπὸ τοῦ λιμοῦ.

Ἀθηναίων δὲ ἄνδρες ἐπισκεψόμενοι μὲν ἀφίκοντο ἐν Δελφοῖς· τότε δὲ ἐπανήκοντες τά τε ἄλλα ἤγγελλον ὁποῖα συμβεβήκει τοῖς βαρβάροις καὶ τὰ ἐκ τοῦ θεοῦ κατειληφότα. οἱ δὲ αὐτοί τε ἐξεστρατεύοντο καὶ ὡς τὴν Βοιωτίαν διώδευον οἱ Βοιωτοί σφισιν ἀνεμίχθησαν· οὕτω δὴ ἀμφότεροι τοῖς βαρβάροις ἐπακολουθοῦντες ἐλόχων τε καὶ ἔκτεινον τοὺς ἀεὶ ἐσχάτους.

τοῖς δὲ φεύγουσιν ὁμοῦ τῷ Βρέννῳ καὶ οἱ περὶ τὸν Ἀκιχώριον ἐν τῇ προτέρᾳ νυκτὶ ἀνεμίχθησαν· βραδεῖαν γὰρ τὴν πορείαν ἐποίησάν σφισιν οἱ Αἰτωλοὶ τοῖς τε ἀκοντίοις ἐς αὐτοὺς ἀφειδέστερον καὶ ὅτῳ τύχοιεν καὶ ἄλλῳ χρώμενοι, ὥστε ἐς τὸ στρατόπεδον τὸ πρὸς τῇ Ἡρακλείᾳ μοῖρα οὐ πολλὴ διέφυγεν ἐξ αὐτῶν. τῷ δὲ Βρέννῳ κατὰ μὲν τὰ τραύματα ἐλείπετο ἔτι σωτηρίας ἐλπίς· τῶν δὲ πολιτῶν φόβῳ φασὶν αὐτὸν καὶ τῇ αἰδοῖ πλέον, ἅτε τῶν ἐν τῇ Ἑλλάδι κακῶν αἴτιον, ἑκουσίως ἀφεῖναι τὴν ψυχὴν ἀκράτου πίνοντα τοῦ οἴνου.

καὶ τὸ ἀπὸ τούτου δὲ οἱ βάρβαροι μέχρι μὲν τοῦ Σπερχειοῦ χαλεπῶς ἐκομίσθησαν, τῶν Αἰτωλῶν βιαίως σφίσιν ἐγκειμένων· ὡς δὲ ἀφίκοντο ἐπὶ τὸν Σπερχειόν, οἱ ἐντεῦθεν ὑποκαθήμενοι Θεσσαλοὶ καὶ οἱ Μαλιεῖς ἐνεφορήθησαν οὕτω σφῶν ὡς μηδένα οἴκαδε ἀποσωθῆναι.

ἐγένετο δὲ τῶν Κελτῶν στρατεία τε ἐπὶ τὴν Ἑλλάδα καὶ ἡ ἀπώλεια Ἀναξικράτους Ἀθήνῃσιν ἄρχοντος, δευτέρῳ δὲ ἔτει τῆς πέμπτης Ὀλυμπιάδος ἐπὶ εἴκοσι καὶ ἑκατόν, ἣν Λάδας Αἰγιεὺς ἐνίκα στάδιον· τῷ δὲ ἔτει τῷ ἐφεξῆς Δημοκλέους Ἀθήνῃσιν ἄρχοντος, οἱ δὲ αὖθις ἐς τὴν Ἀσίαν διαβαίνουσιν οἱ Κελτοί.