Description of Greece

Pausanias

Pausanias. Pausaniae Graeciae descriptio, Volumes 1-3. Spiro, Friedrich, editor. Leipzig: Teubner, 1903.

προελθὼν οὖν ἀπὸ τῆς Ἡρακλείας—ἐπυνθάνετο γὰρ παρὰ αὐτομόλων τοὺς συνειλεγμένους ἐς Πύλας ἀπὸ ἑκάστης πόλεως— ὑπερεφρόνει τε τοῦ Ἑλληνικοῦ καὶ ἦρχεν ἐς τὴν ἐπιοῦσαν μάχης ἅμα ἀνίσχοντι τῷ ἡλίῳ, οὔτε Ἕλληνα ἔχων μάντιν οὔτε ἱεροῖς ἐπιχωρίοις χρώμενος, εἰ δὴ ἔστι γε μαντεία Κελτική. ἐνταῦθα οἱ Ἕλληνες ἐν σιγῇ τε ἐπῄεσαν καὶ ἐν κόσμῳ· καὶ ὡς ἀφίκοντο ἐς χεῖρας, οὔτε σφίσιν οἱ πεζοὶ τοσοῦτο ἀπὸ τῆς τάξεως ἐξέθεον ὥστε τὴν φάλαγγα ἐπιταράσσειν τὴν οἰκείαν καὶ οἱ ψιλοὶ μένοντες κατὰ χώραν τά τε ἀκόντια ἔπεμπον καὶ ὅσα ἀπὸ τῶν τόξων ἢ σφενδονῶν.

τὰ δὲ ἱππικὰ ἀμφοτέροις ἀχρεῖα ἐγένετο ἅτε οὐ στενοῦ μόνον χωρίου τοῦ μετὰ τὰς Πύλας ὄντος ἀλλὰ καὶ ὑπὸ αὐτοφυοῦς πέτρας λείου καὶ διὰ τῶν ῥευμάτων τὸ συνεχὲς τὰ πλείονα καὶ ὀλισθηροῦ. τοῖς δὲ Γαλάταις τὰ μὲν τῆς σκευῆς ἀσθενέστερα ἦν—θυρεοὺς γὰρ τοὺς ἐπιχωρίους εἶχον, καὶ ἄλλο σφίσιν οὐκ ἦν ὅπλον σκέπη σώματος—, πλέον δὲ ἔτι ἐμπειρίᾳ τῇ ἐς τὰ πολεμικὰ ἀπέδεον.

οἱ δὲ ἐν ὀργῇ τε ἐπὶ τοὺς ἐναντίους καὶ θυμῷ μετὰ οὐδενὸς λογισμοῦ καθάπερ τὰ θηρία ἐχώρουν· καὶ οὔτε πελέκεσι διαιρουμένους ἢ ὑπὸ μαχαιρῶν ἡ ἀπόνοια τοὺς ἔτι ἐμπνέοντας ἔτι ἀπέλειπεν, οὔτε ὅσοι βέλεσι καὶ ἀκοντίοις διεπείροντο, ὑφῄρουν τοῦ θυμοῦ, μέχρι οὗ παρέμενεν ἡ ψυχή· οἱ δὲ καὶ ἐκ τῶν τραυμάτων τὰ δόρατα οἷς ἐβέβληντο ἀνασπῶντες ἠφίεσάν τε ἐς τοὺς Ἕλληνας καὶ ἐχρῶντο ἐκ χειρός.

ἐν τούτῳ δὲ οἱ ἐπὶ τῶν τριήρων Ἀθηναῖοι μόγις μὲν καὶ οὐκ ἄνευ κινδύνου, παραπλεύσαντες δὲ ὅμως διὰ τῆς ἰλύος, ἣ ἐπὶ πλεῖστον ἐπέχει τῆς θαλάσσης, καὶ τὰς ναῦς ὅτι ἐγγύτατα τῶν βαρβάρων σχόντες, βέλεσί τε παντοίοις ἐς τὰ πλάγια καὶ τοξεύμασιν ἐς αὐτοὺς ἐχρῶντο. καμνόντων δὲ λόγου μειζόνως τῶν Κελτῶν καὶ ἅτε ἐν στενοχωρίᾳ μικρὰ μὲν δρώντων, διπλάσια δὲ καὶ τετραπλάσια πασχόντων, ἀναχωρεῖν ἐς τὸ στρατόπεδον ἐσήμαινόν σφισιν οἱ ἡγεμόνες. οἱ δὲ ἀτάκτως καὶ σὺν οὐδενὶ ἀναστρέφοντες κόσμῳ πολλοὶ μὲν συνεπατήθησαν ὑπὸ ἀλλήλων, πολλοὶ δὲ ἐς τὸ τέλμα ἐμπεσόντες ἠφανίσθησαν κατὰ τοῦ πηλοῦ, καὶ ἀπώλεια οὐκ ἐλάσσων ἀναχωροῦσιν αὐτοῖς ἢ ἐν τοῦ ἀγῶνος συνέβη τῇ ἀκμῇ.

τοὺς μὲν δὴ Ἕλληνας τὸ Ἀττικὸν ὑπερεβάλετο ἀρετῇ τὴν ἡμέραν ταύτην· αὐτῶν δὲ Ἀθηναίων Κυδίας μάλιστα ἐγένετο ἀγαθός, νέος τε ἡλικίαν καὶ τότε ἐς ἀγῶνα ἐλθὼν πολέμου πρῶτον. ἀποθανόντος δὲ ὑπὸ τῶν Γαλατῶν τὴν ἀσπίδα οἱ προσήκοντες ἀνέθεσαν τῷ Ἐλευθερίῳ Διί, καὶ ἦν τὸ ἐπίγραμμα·

  1. †ημαρλα δὴ ποθέουσα νέαν ἔτι Κυδίου ἥβην
  2. ἀσπὶς ἀριζήλου φωτός, ἄγαλμα Διί,
  3. ἇς διὰ δὴ πρώτας λαιὸν τότε πῆχυν ἔτεινεν,
  4. εὖτʼ ἐπὶ τὸν Γαλάταν ἤκμασε θοῦρος Ἄρης.

τοῦτο μὲν δὴ ἐπεγέγραπτο πρὶν ἢ τοὺς ὁμοῦ Σύλλᾳ καὶ ἄλλα τῶν Ἀθήνῃσι καὶ τὰς ἐν τῇ στοᾷ τοῦ Ἐλευθερίου Διὸς καθελεῖν ἀσπίδας· τότε δὲ ἐν ταῖς Θερμοπύλαις οἱ μὲν Ἕλληνες μετὰ τὴν μάχην τούς τε αὑτῶν ἔθαπτον καὶ ἐσκύλευον τοὺς βαρβάρους, οἱ Γαλάται δὲ οὔτε ὑπὲρ ἀναιρέσεως τῶν νεκρῶν ἐπεκηρυκεύοντο ἐποιοῦντό τε ἐπʼ ἴσης γῆς σφᾶς τυχεῖν ἢ θηρία τε αὐτῶν ἐμφορηθῆναι καὶ ὅσον τεθνεῶσι πολέμιόν ἐστιν ὀρνίθων.

ὀλιγώρως δὲ αὐτοὺς ἐς τῶν ἀπογινομένων ἔχειν τὰς ταφὰς δύο ἐμοὶ δοκεῖν τὰ ἀναπείθοντα ἦν, πολεμίους τε ἄνδρας ἐκπλῆξαι καὶ ὅτι ἔστι τεθνεώτων οὐ διʼ ἔθους οἶκτος αὐτοῖς. ἀπέθανον δὲ παρὰ τὴν μάχην τεσσαράκοντα μὲν τοῦ Ἑλληνικοῦ, τοὺς δὲ τῶν βαρβάρων οὐχ οἷόν τε ἦν ἀκριβῶς ἐξευρεῖν· πολὺ γὰρ καὶ τὸ ἀφανισθὲν κατὰ τῆς ἰλύος ἐγένετο ἐξ αὐτῶν.