De Fluviis

Pseudo-Plutarch

Pseudo-Plutarch. Geographi graeci minores Volumen Secundum. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 861.

1. Ἀχελῷος ποταμός ἐστι τῆς Αἰτωλίας· ἐκαλεῖτο δὲ πρότερον Θέστιος διʼ αἰτίαν τοιαύτην. Θέστιος, Ἄρεως καὶ Πεισιδίκης παῖς, διά τινα περίστασιν οἰκιακὴν ἀποδημήσας εἰς Σικυῶνα καὶ ἱκανὸν χρόνον διατρίψας, ὑπέστρεψεν εἰς τὸ πατρῷον ἔδαφος· εὑρὼν δὲ τὸν υἱὸν Καλυδῶνα μετὰ τῆς μητρὸς ἀναπαυόμενον καὶ μοιχὸν εἶναι δόξας, κατʼ ἄγγνοιαν ἐγονοκτόνησε· τῆς δὲ ἀνελπίστου πράξεως αὐτόπτης γενόμενος, ἐαυτὸν ἔρριψεν εἰς ποταμὸν Ἄξενον, ὃς ἐπʼ αὐτοῦ Θέστιος μετωνομάσθη. Προσηγορεύθη δὲ Ἀχελῷος ἀπὸ τοιαύτης αἰτίας. Ἀχελῷος, Ὠκεανοῦ καὶ Ναΐδος νύμφης παῖς, τῇ θυγατρὶ Κλητορίᾳ κατ᾿ ἄγγνοιαν συνερχόμενος καὶ ἀθυμίᾳ συσχεθεὶς, ἑαυτὸν ἔβαλεν εἰς

662
ποταμὸν Θέστιον, ὃς ἀπʼ αὐτοῦ Ἀχελῷος μετωνομάσθη.

2. Γεννᾶται δʼ ἐν τῷ ποταμῷ τούτῳ βοτάτη ζάκλον καλουμένη, παρόμοιος ἐρίῳ. Ταύτην τρίψας ἂν εἰς οἶνον βάλῃς, ὕδωρ γίνεται καὶ τὴν μὲν ὀσμὴν ἔχει, τὴν δὲ δύναμιν οὐκ ἔχει.

3. Εὑρίσκεται δὲ ἐν αὐτῷ καὶ λίθος πελιδνὸς τῷ χρώματι, λινουργὸς καλούμενος ἀπὸ τοῦ συγκυρήματος· ἐὰν γὰρ βάλῃς αὐτὸν εἰς ὀθόνιον, διʼ ἔρωτος ἕνωσιν τὸ σχῆμα λαμβάνει καὶ ἄργιον --- γίνεται, καθὼς ἱστορεῖ Ἀντισθένης ἐν γ΄ Μελεαγρίδος. Μέμνηται δὲ τούτων ἀκριβέστερον Διοκλῆς ὁ Ῥόδιος ἐν τοῖς Αἰτωλικοῖς.

4. Παράκειται δὲ αὐτῷ ὄρος Καλυδὼν καλούμενον, τὴν προσηγορίαν εἰληφὸς ἀπὸ Καλυδῶνος, τοῦ Ἄρεως καὶ Ἀστυνόμης παιδός. Οὗτος γὰρ κατʼ ἄγνοιαν λουομένην ἰδὼν Ἄρτεμιν, τὴν μορφὴν τοῦ σώματος μετέβαλεν εἰς πέτραν· κατὰ δὲ πρόνοιαν θεῶν τὸ ὄρος καλούμενον Γυρὸν ἀπʼ αὐτοῦ Καλυδὼν μετωνομάσθη.

5. Γεννᾶται δ᾿ ἐν αὐτῷ βοτάνη μύωψ προσαγορευομένη· ἣν ἑάν τις εἰς ὕδωρ βαλὼν νίψηται τὸ πρόσωπον, ἀποβάλλιι τὴν ὅρασιν, Ἄρτεμιν δὲ ἐξιλασάμενος ἀνακτᾶται τὸ φῶς, καθὼς ἱστορεῖ Δέρκυλλος ἐν γ΄ Αἰτωλικῶν.