De Fluviis

Pseudo-Plutarch

Pseudo-Plutarch. Geographi graeci minores Volumen Secundum. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 861.

1. Κάῖκος ποταμός ἐστι τῆς Μυσίας· ἐκαλεῖτο δὲ τὸ πρότερον Ἀστραῖος ἀπὸ Ἀστραίου τοῦ Ποσειδῶνος. Οὗτος γὰρ παννυχίδος Ἀθηνᾷ τελουμένης Ἀλκίππην τὴν ἀδελφήν κατὰ ἄγνοιαν βιασάμενος ἔφθειρεν καὶ ἀφείλετο τῆς προειρημένης τὸν δακτύλιον· τῇ δ᾿ ἐπιούσῃ τῶν ἡμερῶν ἐπιγνοὺς τὴν σφραγῖδα τῆς ὁμαίμου, διὰ λύπης ὑπερβολὴν ἔβαλεν ἑαυτὸν εἰς ποταμὸν Ἄδουρον, ὃς ἐπʼ αὐτοῦ Ἀστραῖος μετωνομάσθη· προσηγορεύθη δὲ Κάῖκος διʼ αἰτίαν τοιαύτην. Κάϊκος, Ἑρμοῦ καὶ Ὠκυρρόης παῖς νύμφης, Τίμανδρον ἕνα τῶν εὐγενῶν φονεύσας καὶ τοὺς προσήκοντας αὐτῷ φοβούμενος, ἑαυτὸν ἔρριψεν εἰς τὸν Ἀστραῖον, ὃς ἀπʼ αὐτοῦ Καϊκος μετωνομάσθη.

2. Γεννᾶται δʼ ἐν τῷ ποταμῷ μήκων, ἔχων ἀντὶ καρποῦ πλῆθος λιθαρίων· ἐκ τούτων μέλανά τινα τυγχάνει παρόμοια πυροῖς, ἅπερ οἱ Μυσοὶ ῥίπτουσιν εἰς ἠροτριωμένην χώραν· κἂν μὲν ἀφορία μέλλῃ γίνεσθαι, ἐμμένει τῷ τόπῳ τὸ βληθέν· ἐὰν δʼ εὐκαρπίαν σημαίνῃ, τὰ λιθάρια δίκην ἀκρίδων ἅλλεται.

3. Φύεται δὲ ἐν αὐτῷ καὶ βοτάνη ἡλιφάρμακος καλουμένη, ἢν οἱ ἰατροὶ τοῖς αἱμορραγοῦσιν ἐπιτιθέασι καὶ τῶν φλεβῶν μεσολαβοῦσιν τὴν ἔκρυσιν, καθὼς ἱστορεῖ Τιμαγόρας ἐν α΄ περὶ Ποταμῶν.

4. Παράκειται δὲ αὐτῷ ὄρος Τεύθρας καλούμενον ἀπὸ Τεύθραντος, τοῦ Μυσῶν βασιλέως, ὃς κυνηγεσίας

661
χάριν εἰς Θράσυλλον ὄρος ἀναβὰς καὶ θεασάμενος ὑπερμεγέθη κάπρον, ἐδίωκεν αὐτὸν μετὰ τῶν δορυφόρων· ὁ δὲ φθάσας κατέφυγεν ὡς ἱκέτης εἰς τὸ τῆς Ὀρθωσίας Ἀρτέμιδος ἱερόν· βιαζομένων δὲ πάντων εἰς τὸν ναὸν εἰσελθεῖν, ὁ σῦς ἀνθρωπίνῃ φωνῇ χρησάμενος ἐξάκουστον ἀνέκραγεν· Φεῖσαι, βασιλεῦ, τοῦ θρέμματος τῆς θεᾶς· μετεωρισθεὶς δὲ Τεύθρας ἀνεῖλεν τὸ ζῶον. Ἄρτεμις δὲ μισοπονήρως ἐνεγκοῦσα τὴν πρᾶξιν, τὸν μὲν κάπρον ἀνεζωπύρησεν· τῷ δὲ παραιτίῳ τοῦ συγκυρήματος ἀλφὸν μετὰ μανίας ἔπεμψε. Δυσωπούμενος δὲ τὸ πάθος ἐν ταῖς ἀκρωρείαις διέτριβεν. Λυσίππη δὲ, ἡ τοῦ προειρημένου μήτηρ, κατηχηθεῖσα περὶ τῶν συμβεβηκότων, εἰς τὴν ὕλην ἔδραμε, συνεπισπωμένη μάντιν τὸν Κοιράνου Πολύιδον· παῤ οὗ πᾶσαν πολυπραγμονήσασα τὴν ἀλήθειαν, βουθυσίαις τῆς θεᾶς ἐξιλάσατο τὴν μισοπονηρίαν· καὶ ἀπολαβοῦσα τὸν υἱὸν σωφρονοῦντα, βωμὸν ἱδρύσατο Ἀρτέμιδος Ὀρθωσίας· κατεσκεύασε δὲ καὶ κάπρον χρύσεον, εἰς προτομὴν ἀνθρώπου ἠσκημένον. Οὗτος μέχρι νῦν ὥσπερ διωκόμενος, κυνηγῶν εἰσελθόντων εἰς τὸν ναὸν, φωνὴν ἀναδίδωσι « φείδεσθε ». Τεύθρας δὲ παῤ ἐλπίδα τὴν ἀρχέτυπον μορφὴν ἀναλαβὼν, τὸ ὄρος μετωνόμασε Τεύθραντα.

5. Γεννᾶται δ᾿ ἐν αὐτῷ λίθος ἀντιπαθὴς καλούμενος, ὃς κάλλιστα ποιεῖ πρὸς ἀλφοὺς καὶ λέπρας διʼ οἴνου τριβόμενος καὶ τοῖς πάσχουσιν ἐπιτιθέμενος, καθὼς ἱστορεῖ Κτησίας Κνίδιος ἐν β´ περὶ Ὀρῶν.