De Fluviis

Pseudo-Plutarch

Pseudo-Plutarch. Geographi graeci minores Volumen Secundum. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 861.

1. Εὐφράτης ποταμός ἐστι τῆς Παρθίας κατὰ Βαβυλῶνα πόλιν· ἐκαλεῖτο δὲ τὸ πρότερον Μῆδος ἀπὸ Μήδου τοῦ Ἀρταξέρξου παιδός. Οὗτος γὰρ διʼ ἐπιθυμίαν τὴν Κορδύου θυγατέρα Ῥωξένην βιασάμενος διέφθειρεν· τῇ δʼ ἐπιούσῃ τῶν ἡμερῶν ζητούμενος ὑπὸ τοῦ βασιλέως πρὸς κόλασιν, φόβῳ συσχεθεὶς ἑαυτὸν ἔβαλεν εἰς ποταμὸν Ξαράνδαν, ὃς ἀπʼ αὐτοῦ Μῆδος ὠνομάσθη. Προσηγορεύθη δὲ Εὐφράτης διʼ αἰτίαν τοιαύτην. Εὐφράτης, Ἀρανδάκου παῖς, τὸν υἱὸν Ἀξούρταν εὑρὼν μετὰ τῆς μητρὸς ἀναπαυόμενον καὶ ὑπολαβὼν ὑπάρχειν τῶν πολιτῶν τινα, διὰ ζήλου μισοπονηρίαν σπασάμενος τὸ ξίφος ἐλαιμοτόμησεν αὐτόν. τῆς δʼ ἀνελπίστου πράξεως γενόμενος αὐτόπτης διὰ λύπης ὑπερβολὴν ἑαυτὸν ἔβαλεν εἰς ποταμὸν Μῆδον, ὃς ἀπʼ αὐτοῦ Εὐφράτης μετωνομάσθη.

2. Γεννᾶται δʼ ἐν αὐτῷ λίθος ἀετίτης καλούμενος· ὃν αἱ μαῖαι ταῖς δυστοκούσαις ἐπὶ τὰς φαστέρας ἐπιτιθέασι καὶ παραχρῆμα τίκτουσιν ἄτερ ἀλγηδόνος.

660

3. Γλεννᾶται δʼ ἐν αὐτῷ καὶ βοτάνη ἄξαλλα καλουμένη, μεθερμηνευομένη θερμόν· ταύτην οἱ τεταρταΐζοντες, ὅταν ἐπὶ τοῦ στήθους θῶσιν, ἀπαλλάττονται παραχρῆμα τῆς ἐπισημασίας, καθὼς ἱστορεῖ Χρύσερμος Κορίνθιος ἐν ιγ΄ περὶ Ποταμῶν.

4. Παράκειται δʼ αὐτῷ ὄρος Δριμύλον καλούμενον, ἐν ᾧ γεννᾶται λίθος σαρδόνυχι παρόμοιος, ᾧ οἱ βασιλεῖς ἐν ταῖς βασιλείαις χρῶνται· ποιεῖ δὲ ἄριστα πρὸς ἀμβλυωπίας εἰς ὕδωρ θερμὸν βαλλόμενος, καθὼς ἱστορεῖ Νικίας ὁ Μαλλώτης ἐν τοῖς περὶ Λίθων.

1. Κάῖκος ποταμός ἐστι τῆς Μυσίας· ἐκαλεῖτο δὲ τὸ πρότερον Ἀστραῖος ἀπὸ Ἀστραίου τοῦ Ποσειδῶνος. Οὗτος γὰρ παννυχίδος Ἀθηνᾷ τελουμένης Ἀλκίππην τὴν ἀδελφήν κατὰ ἄγνοιαν βιασάμενος ἔφθειρεν καὶ ἀφείλετο τῆς προειρημένης τὸν δακτύλιον· τῇ δ᾿ ἐπιούσῃ τῶν ἡμερῶν ἐπιγνοὺς τὴν σφραγῖδα τῆς ὁμαίμου, διὰ λύπης ὑπερβολὴν ἔβαλεν ἑαυτὸν εἰς ποταμὸν Ἄδουρον, ὃς ἐπʼ αὐτοῦ Ἀστραῖος μετωνομάσθη· προσηγορεύθη δὲ Κάῖκος διʼ αἰτίαν τοιαύτην. Κάϊκος, Ἑρμοῦ καὶ Ὠκυρρόης παῖς νύμφης, Τίμανδρον ἕνα τῶν εὐγενῶν φονεύσας καὶ τοὺς προσήκοντας αὐτῷ φοβούμενος, ἑαυτὸν ἔρριψεν εἰς τὸν Ἀστραῖον, ὃς ἀπʼ αὐτοῦ Καϊκος μετωνομάσθη.