De Fluviis

Pseudo-Plutarch

Pseudo-Plutarch. Geographi graeci minores Volumen Secundum. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 861.

1. Ἰσμηνὸς ποταμός ἐστι τῆς Βοιωτίας κατὰ πόλιν Θήβας· ἐκαλεῖτο δὲ τὸ πρότερον Κάδμου ποῦς ἀπʼ αἰτίας τοιαύτης· Κάδμος τὸν κρηνοφύλακα δράκοντα τοξεύσας καὶ εὑρὼν ὥσπερ πεφαρμακευμένον φόνῳ τὸ ὕδωρ, περιήρχετο τὴν χώραν ζητῶν πηγήν· γενόμενος δὲ κατὰ τὸ Κωρύκιον ἄντρον κατὰ πρόνοιαν Ἀθηνᾶ, τὸν δεξιὸν πόδα βαθύτερον εἰς πηλὸν ἤρεισεν· ποταμοῦ δʼ ἀναδοθέντος ἐκ τοῦ τόπου, ὁ ἥρως βουθυτήσας Κάδμου πόδα προσηγόρευσεν αὐτόν. Μετὰ δέ τινα χρόνον Ἰσμηνὸς, Ἀμφίονος καὶ Νιόβης παῖς, ὑπὸ Ἀπόλλωνος τοξευθεὶς καὶ ἀλγηδόνι συνεχόμενος, ἑαυτὸν ἔβαλεν εἰς τὸν προειρημένον ποταμὸν, ὅς ἀπ᾿ αὐτοῦ Ἰσμηνὸς ὠνομάσθη, καθὼς ἱστορεῖ Σώστρατος ἐν β´ περὶ Ποταμῶν.

2. Παράκειται δὲ αὐτῷ Κιθαιρὼν ὄρος, ὀνομαζόμενον δὲ πρότερον Ἀστέριον δι᾿ αἰτίαν τοιαύτην. Βοιωτοῦ τοῦ Ποσειδῶνος ἐκ δυεῖν γυναικῶν τῶν ἐπισήμων θέλοντος γῆμαι τὴν ὠφελιμωτέραν καὶ ἐν ταῖς ἀκρωρείαις λόφου τινὸς ἀνωνύμου νυκτὸς περιμένοντος ἀμφοτέρας,

640
αἴφνίδιος ἐξ οὐρανοῦ κατενεχθεὶς ἀστὴρ ἐνέπεσεν τοῖς Εὐρυθεμίστης ὤμοις καὶ ἀφανὴς ἐγένετο. Βοιωτὸς δὲ τὸ σημαινόμενον νοήσας τὴν μὲν κόρην ἔγημεν, τὸ δὲ ὄρος ὠνόμασεν Ἀστέριον ἀπὸ τοῦ συγκυρήματος. Ὕστερον δὲ ἐκλήθη Κιθαιρών διʼ αἰτίαν τοιαύτην. Τισιφόνη μία τῶν Ἐρινύων εἰς ἐπιθυμίαν ἐμπεσοῦσα παιδὸς εὐπρεποῦς, Κιθαιρῶνος τοὔνομα, καὶ μὴ στέγουσα τὴν ἐπίτασιν τῶν ἐρώτων, λόγους αὐτῷ περὶ συνόδων ἀπέστειλεν· ὁ δὲ τὸ καταπληκτικὸν τῆς προειρημένης φοβηθεὶς οὐδὲ ἀποκρίσεως αὐτὴν ἠξίωσεν· ἡ δὲ ἀποτυχοῦσα τῆς προαιρέσεως ἐκ τῶν πλοκάμων ἕνα τῶν δρακόντων ἀπέσπασεν καὶ ἐπὶ τὸν ὑπερήφανον ἔβαλεν· ὁ δὲ ὄφις τοῖς κόλποις περισφίγξας αὐτὸν ἀνεῖλεν Ἀστερίου ποιμαίνοντα ἐν ταῖς ἀκρωρείαις. Κατὰ δὲ πρόνοιαν θεῶν τὸ ὄρος ἀπʼ αὐτοῦ μετωνομάσθη Κιθαιρὼν, καθὼς ἱστορεῖ Λέων ὁ Βυζάντιος ἐν τοῖς Βοιωτιακοῖς.

3. Ἑρμησιάναξ δὲ ὁ Κύπριος ἱστορίας μέμνηται τοιαύτης. Ἑλικὼν καὶ Κιθαιρὼν ἀδελφοὶ τυγχάνοντες διαφόρους ἔσχον τῶν τρόπων τὰς διαθέσεις· ὁ μὲν γὰρ Ἑλικὼν πρᾳότερος ὑπάρχων καὶ προσηνὴς, συμπαθῶς ἐγηροβόσκει τοὺς γονεῖς· ὁ δὲ Κιθαιρὼν πλεονέκτης τυγχάνων καὶ θέλων εἰς ἑαυτὸν μεταστῆσαι τὴν οὐσίαν, πρῶτον μὲν ἐφόνευσεν τὸν γεννήσαντα, τὸν δὲ ἀδελφὸν ἐξ ἐνέδρας κατακρημνίζων, καὶ αὐτὸς συγκατηνέχθη· κατὰ δὲ θεῶν πρόνοιαν εἰς ὁμώνυμα ὄρη μεταμορφωθέντες ἐγένοντο Κιθαιρὼν μὲν διὰ τὴν ἀσέβειαν Ἐρινύων μυχός, Ἑλικὼν δὲ διὰ φιλοστοργίαν Μουσῶν ἐνδιαίτημα.