De Fluviis

Pseudo-Plutarch

Pseudo-Plutarch. Geographi graeci minores Volumen Secundum. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 861.

1. Μαρσύας ποταμός ἐστι τῆς Φρυγίας κατὰ πόλιν Κελαινὰς κείμενος· προσηγορεύετο δὲ πρότερον πηγὴ Μίδα διʼ αἰτίαν τοιαύτην. Μίδας βασιλεὺς Φρυγῶν περιερχόμενος τὰ ἐρημότερα τῆς χώρας καὶ ἀνυδρία συνεχόμενος, ἤψατο τῆς γῆς καὶ χρυσῆν ἀνέδωκε πηγὴν, τοῦ ὕδατος χρυσοῦ γενομένου· καὶ ὑπόδιψος ὢν καὶ τῶν ὑποτεταγμένων θλιβομένων, ἀνεκαλέσατο τὸν Διόνυσον. Γενόμενος δʼ ἐπήκοος ὁ θεὸς, δαψιλὲς ὕδωρ ἀνέτειλε. Κορεσθέντων δὲ τῶν Φρυγῶν, Μίδας τὸν ἐκ τῆς κρήνης καταρρέοντα ποταμὸν Μίδα πηγὴν ἐκάλεσε. Μετωνομάσθη δὲ Μαρσύας διὰ τοιαύτην αἰτίαν. Νικηθέντος ὑπʼ Ἀπόλλωνος Μαρσύου καὶ ἐκδαρέντος, ἐκ τοῦ ῥεύσαντος αἵματος ἐγεννήθησαν Σάτυροί τε καὶ ποταμὸς ὁμώνυμος, Μαρσύας καλούμενος, καθὼς ἱστορεῖ Ἀλέξανδρος Κορνήλιος ἐν γ΄ Φρυγιακῶν.

2. Εὐημερίδας δὲ ὁ Κνίδιος ἱστορίας μέμνηται τοιαύτης. Ὁ ἀσκὸς Μαρσύου τῷ χρόνῳ δαπανηθεὶς καὶ κατενεχθεὶς ἔπεσεν ἀπὸ τῆς γῆς εἰς τὴν Μίδα κρήνην καὶ κατʼ ὀλίγον καταφερόμενος ἁλιεῖ τινι προσηνέχθη· κατὰ δὲ χρησμοῦ προσταγὴν Πεισίστρατος ὁ Λακεδαιμόνιος παρὰ τὰ λείψανα τοῦ Σατύρου πόλιν κτίσας, Νόρικον αὐτήν προσηγόρευσεν ἀπὸ τοῦ συγκυρήματος. Νόρικον δὲ οἱ Φρύγες τῆ σφῶν διαλέκτῳ τὸν ἀσκὸν καλοῦσιν.

3. Γεννᾶται δὲ ἐν τῷ ποταμῷ τούτῳ βοτάνη αὐλὸς ὀνομαζομένη, ἣν ἐὰν πρὸς ἄνεμον σείσῃ τις, μουσι κὴν ἔχει μελῳδίαν, καθὼς ἱστορεῖ Δέρκυλλος ἐν α΄ Σατυρικῶν.

4. Παράκειται δέ αὐτῷ ὄρος βερεκύνθιον καλούμενον,

650
τὴν προσηγορίαν ἔχον ἀπὸ Βερεκύνθου τοῦ πρώτου ἱερέως γενομένου τῆς μητρὸς τῶν θεῶν.

5. Γεννᾶται δʼ ἐν αὐτῷ λίθος καλούμενος μάχαιρα· ἔστι γὰρ σιδήρῳ παραπλήσιος· ὃν ἐὰν εὕρῃ τις τῶν μυστηρίων ἐπιτελουμένων τῆς θεᾶς, ἐμμανὴς γίνεται, καθώς ἱστορεῖ Ἀγαθαρχίδης ἐν τοῖς Φρυγιακοῖς.