De sensu et sensibilibus

Theophrastus

Theophrastus, Theophrasti Eresii Opera quae supersunt omnia, Volume 3, Wimmer, Teubner, 1862

CAP. I. Περὶ δʼ αἰσθήσεως αἱ μὲν πολλαὶ καὶθόλου δόξαι δύο εἰσίν· οἱ μὲν γὰρ τῷ ὁμοίῳ ποιοῦν ται οἱ δὲ τῷ ἐναντίῳ. Παρμενίδης μὲν καὶ Ἐμπεδοκλὴς καὶ Πλάτων τῷ ὁμοίῳ, οἱ δὲ περὶ Ἀναξαγόραν καὶ Ἡράκλειτον τῷ ἐναντίῳ. τὸ δὲ πιθανὸν ἔλαβον οἱ μὲν ὅτι τῶν ἄλλων τε τὰ πλεῖστα τῇ ὁμοιότητι θεωρεῖται καὶ ὅτι σύμφυτόν ἐστι πᾶσι τοῖς ζώοις τὰ συγγενῆ γνωρίζειν, ἔτι δʼ ὡς τὸ μὲν αἰσθάνεσθαι τῇ ἀπορ ροίᾳ γίνεται τὸ δʼ ὅμοιον φέρεται πρὸς τὸ ὅμοιον. οἱ δὲ τὴν αἴσθησιν ὑπολαμβάνοντες ἐν ἀλλοιώσει γίνεσθαι καὶ τὸ μὲν ὅμοιον ἀπαθὲς ὑπὸ τοῦ ὁμοίου τὸ δʼ ἐναντίον παθητικὸν τούτῳ προσέθεσαν τὴν γνώμην· ἐπιμαρτυρεῖν δʼ οἴονται καὶ τὸ περὶ τὴν ἀρὴν συμβαῖνον· τὸ γὰρ ὁμοίως τῇ σαρκὶ θερμὸν ἢ ψυχρὸν (οὐ) ποιεῖν αἴσθησιν. καθόλου μὲν οὖν περὶ αἰσθήσεως αὗται παραδέδονται δόξαι. περὶ ἑκάστης δὲ τῶν κατὰ μέρος οἱ μὲν ἄλλοι σχεδὸν ἀπολείπουσιν, Ἐμπεδοκλῆς δὲ πειρᾶται καὶ ταύτας ἀνάγειν εἰς τὴν ὁμοιότητα. Παρμενίδης μὲν γὰρ ὅλως οὐδὲν ἀφώρικεν ἀλλὰνον ὅτι δυοῖν ὄντοιν στοιχείοιν κατὰ τὸ ὑπερβάλλον ἐστὶν ἡ γνῶσις. ἐὰν γὰρ ὑπεραίρῃ τὸ θερμὸν ἢ τὸ

2
ψυχρὸν ἄλλην γίνεσθαι τὴν διάνοιαν, βελτίω δὲ καὶ καθαρωτέραν τὴν διὰ τὸ θερμόν· οὐ μὴν ἀλλὰ καὶ ταύτην δεῖσθαί τινος συμμετρίας · ,,ὡς γὰρ ἐκάστῳ — φησίν — ἔχει κρᾶσις μελέων πολυπλάγκτων, Τὼς νόος ἀνθρώποισι παρέστηκεν· τὸ γὰρ αὐτὸ Ἐστὶν ὅπερ φρονέει μελέων φύσις ἀνθρώποισι, Καὶ πᾶσιν καὶ παντί· τὸ γὰρ πλέον ἐστὶ νόημα.“ τὸ γὰρ αἰσθάνεσθαι καὶ τὸ φρονεῖν ὡς ταὐτὸ λέγει, διὸ καὶ τὴν μνήμην καὶ τὴν λήθην ἀπὸ τούτων γίνεσθαι διὰ τῆς κράσεως· ἂν δʼ ἰσάζωσι τῇ μίξει πότερον ἔσται φρονεῖν ἢ οὐ καὶ τίς ἡ διάθεσις οὐδὲν ἔτι διώρικεν. ὅτι δὲ καὶ τῷ ἐναντίῳ καθʼ αὐτὸ ποιεῖ τὴν αἴσθησιν φανερὸν ἐν οἷς φησι τὸν νεκρὸν φωτὸς μὲν καὶ θερμοῦ καὶ φωνῆς οὐκ αἰσθάνεσθαι διὰ τὴν ἔκλειψιν τοῦ πυρὸς ψυχροῦ δὲ καὶ σιωπῆς καὶ τῶν ἐναντίων αἰσθάνεσθαι, καὶ ὅλως δὲ πᾶν τὸ ὄν ἔχειν τινὰ γνῶσιν. οὕτω μὲν οὖν αὐτὸς ἔοικεν ἀποτέμνεσθαι τῇ φάσει τὰ συμβαίνοντα δυσχερῆ διὰ τὴν ὑπόληψιν.

CAP. II. Πλάτων δʼ ἐπὶ πλέον μὲν ἦπταιτῶν κατὰ μέρος, οὐ μὴν εἴρηκέ γε περὶ ἀπασῶν ἀλλὰ μόνον περὶ ἀκοῆς καὶ ὄψεως. καὶ τὴν μὲν ὄψιν ποιεῖ πυρός· διὸ καὶ τὸ χρῶμα φλόγα τὴν ἀπὸ τῶν σωμάτων σύμμετρα μόρια τῇ ὄψει ἔχουσαν ὡς ἀπορροῆς τε γιγνομένης, καὶ --- δέον οὖν ἁρμόττειν ἀλλήλοις ἐξιοῦσαν μέχρι τινὸς συμφύεσθαι τῇ ἀπορροῇ καὶ οὕτως ὁρᾶν ἡμὰς. ὥσπερ ἄν εἰς τὸ μέσον τιθεὶς τὴν ἑαυτοῦ δόξαν τῶν τε φασκόντων προσπίπτειν τὴν ὄψιν καὶ τῶν φέρεσθαι πρὸς αὐτὴν ἀπὸ τῶν ὁρατῶν. ἀκοὴν δὲ διὰ τῆς φωνῆς ὁρίζεται. φωνὴν γὰρ εἶναι πληγὴν ὑπʼ ἀέρος ἐγκεφάλου καὶ αἵματος διʼ ὤτων μέχρι ψυχῆς, τὴν δʼ ἀπὸ ταύτης κίνησιν ἀπὸ κεφαλῆς μέχρι ἅπατος ἀκοήν. περὶ δὲ ὀσφρήσεως καὶ γεύσεως καὶ ἀφῆς ὅλως οὐδὲν εἴρηκεν,

3
οὐδὲ εἰ παρὰ ταύτας ἂλλαι τινές εἰσιν, ἀλλὰ μᾶλλον ἀκριβολογεῖται περὶ τῶν αἰσθητῶν. Ἐμπεδοκλῆς δὲ περὶ ἁπασῶν ὁμοίως λέγει καί φησι τῷ ἐναρμόττειν εἰς τούς πόρους τούς ἑκάστης αἰσθάνεσθαι· διὸ καὶ οὐ δύνασθαι τὰ ἀλλήλων κρίνειν ὅτι τῶν μὲν εὐρύτεροι· ὄντες τῶν δὲ στενότεροι τυγχάνουσιν οἱ πόροι πρὸς τὸ σἰσθητὸν ὡς τὰ μὲν οὐχ ἁπτόμενα διευτονεῖν τὰ δʼ ὅλως εἰσελθεῖν οὐ δύνασθαι. πειρᾶται δὲ καὶ τὴν ὄψιν λέγειν ποία τις ἐστί· φησὶ γὰρ τὸ μὲν ἐντὸς αὐτῆς εἶναι πῦρ τὸ δὲ περὶ αὐτὸ γῆν καὶ ἀέρα, διʼ ὧν διιέναι λεκτὸν ὂν καθάπερ τὸ ἐν τοῖς λαμπτῆρσι φῶς. τοὺς δὲ πόρους ἐναλλὰξ κεῖσθαι τοῦ τε πυρὸς καὶ τοῦ ὕδατος, ὧν τοῖς μὲν τοῦ πυρὸς τὰ λευκὰ τοῖς δὲ τοῦ ὕδατος τὰ μιίανα γνωρίζειν· ἐναρμόττειν γὰρ ἑκατέροις ἑκάτερα. φέρεσθαι δὲ τὰ χρώματα πρὸς τὴν ὄψιν διὰ τὴν ἀπορροήν. συγκεῖσθαι δʼ οὐχ ὁμοίως, τὰς δʼ ἐκ τῶν ἀντικειμένων, καὶ ταῖς μὲν ἐν μέσῳ ταῖς δʼ ἐκτὸς εἶναι τὸ πῦρ, διὸ καὶ τῶν ζώων τὰ μὲν ἐν ἡμέρᾳ τὰ δὲ νύκτωρ μᾶλλον ὀξυωπεῖν· ὅσα μὲν πυρὸς ἔλαττον ἔχει μεθʼ ἡμέραν· ἐπανισοῦσθαι γὰρ αὐτοῖς τὸ ἐντὸς φῶς ὑπὸ τοῦ ἐκτός· ὅσα δὲ τοῦ ἐναντίου νύκτωρ· ἐπαναπληροῦσθαι γὰρ καὶ τούτοις τὸ ἐνδεές. ἐν δὲ τοῖς ἐναντίοις ἑκάτερον· ἀμβλυωπεῖν μὲν γὰρ καὶ οἷς ὑπερέχει τὸ πῦρ· ἐπαυξηθὲν (γὰρ) ἔτι μεθʼ ἡμέραν ἐπιπλάττειν καὶ καταδαμβάνειν τοὺς τοῦ ὕδατος πόρους. οἷς δὲ τὸ ὕδωρ ταὐτὸ τοῦτο γίνεσθαι νύκτωρ· καταλαμβάνεσθαι γὰρ τὸ πῦρ ὑπὸ τοῦ ὕδατος ἕως ἂν τοῖς μὲν ὑπὸ τοῦ ἔξωθεν φωτὸς ἀποκριθῇ τὸ ὕδωρ, τοῖς δʼ ὑπὸ τοῦ ἀέρος τὸ πῦρ· ἑκατέρων γὰρ ἴασιν εἶναι τὸ ἐναντίον. ἄριστα δὲ κεκράσθαι καὶ βελτίστην εἶναι τὴν ἐξ ἀμφοῖν ἴσων συγκπτμένην. καὶ περὶ μὲν ὄψεως σχεδὸν ταῦτα λέγει. τὴν δʼ ἀκοὴν ἀπὸ τῶν ἔξωθεν γίνεσθαι
4
ψόφων· ὅταν γὰρ ὑπὸ τῆς φωνῆς κινηθῇ ἠχεῖν ἐντός· ὥσπερ γὰρ εἶναι κώδωνα τῶν ἔσω ἤχων τὴν ἀκοὴν ἣν προσαγορεύει σάρκινον ὄζον· κινουμένην δὲ παίειν τὸν ἀέρα πρὸς τὰ στερεὰ καὶ ποιεῖν ἦχον. ὄσφρησιν δὲ γίνεσθαι τῇ ἀναπνοῇ, διὸ καὶ μάλιστα ὀσφραίνεσθαι τούτους οἷς σφοδροτάτη τοῦ ἄσθματος ἡ κίνησις· ὀσμὴν δὲ πλείστην ἀπὸ τῶν λεπτῶν καὶ τῶν κούφων ἀπορρεῖν. περὶ δὲ γεύσεως καὶ ἁφῆς οὐ διορίζεται καθʼ ἑτέραν οὔτε πῶς οὔτε διʼ ἁ γίγνονται, πλὴν τὸ κοινὸν ὅτι τῷ συναρμόττειν τούς πόρους αἴσθησίς ἐστιν· ἥδεσθαι δὲ τοῖς ὁμοίοις κατὰ τά τε μόρια καὶ τὴν κρᾶσιν λυπεῖσθαι δὲ τοῖς ἐναντίοις. ὡσαύτως δὲ λέγει καὶ περὶ φρονήσεως καὶ ἀγνοίας. τὸ μὲν γὰρ φρονεῖν εἶναι τοῖς ὁμοίοις τὸ δʼ ἀγνοεῖν τοῖς ἀνομοίοις ὡς ἢ ταὐτὸν ἢ παραπλήσιον ὄν τῇ αἰσθήσει τὴν φρόνησιν. διαριθμησάμενος γὰρ ὡς ἕκαστον ἑκάστῳ γνωρίζομεν ἐκὶ τέλει προσέθηκεν ὡς ἐκ τούτων ,,πάντα πεπήγασιν ρμοσθέντα, καὶ τούτοις φρονέουσι καὶ ἅδονταί τʼ ἀνιῶνται. “ διὸ καὶ τῷ αἵματι μάλιστα φρονεῖν· ἐν τούτῳ γὰρ μάλιστα κεκράσθαι ἐστι τὰ στοιχεῖα τῶν μερῶν ὅσοις μὲν οὖν ἴσα καὶ παραπλήσια μέμικται καὶ μὴ διό πολλοῦ μηδʼ οὖ μικρὰ μηδʼ ὑπερβάλλοντα τῷ μεγέθει, τούτους φρονιμωτάτους εἶναι καὶ κατὰ τὰς αἰσθήσεις ἀκριβεστάτους, κατὰ λόγον δὲ καὶ τούς ἐγγυτάτω τού τῶν, ὅσοις δʼ ἐναντίως ἀφρονεστάτους. καὶ ὧν μὲν μανὰ καὶ ἀραιὰ κεῖται τὰ στοιχεῖα νωθροὺς καὶ ἐπιπόνους, ὧν δὲ πυκνὰ καὶ κατὰ μικρὰ τεθραυσμένα τούς δὲ τοιούτους ὀξέως φερομένους καὶ πολλοῖς ἐπιβαλλομένους ὀλίγα ἐπιτελεῖν διὰ τὴν ὀξύτητα τῆς τοῦ αἵματος φορᾶς. οἷς δὲ καθʼ ἕν τι μόριον ἡ μέση κρᾶσίε ἐστι ταύτῃ σοφοὺς ἑκάστους εἶναι· διὸ τούς μὲν ῥήτορας ἀγαθοὺς τούς δὲ τεχνίτας, ὡς τοῖς μὲν ἐν τοῖε
5
χερσὶ τοῖς δʼ ἐν τῇ γλώττῃ τὴν κρᾶσιν οὖσαν· ὁμοίως δʼ ἔχειν καὶ κατὰ τὰς ἄλλας δυνάμεις.

CAP. III. Ἐμπεδοκλῆς μὲν οὖν οὕτως οἴεται καὶ τὴν αἴσθησιν γίνεσθαι καὶ τὸ φρονεῖν. ἀπορήσειε δʼ ἄν τις ἐξ ὧν λέγει πρῶτον μὲν τί διοίσει τὰ ἔμψυχα αρὸς τὸ αἰσθάνεσθαι τῶν ἄλλων. ἐναρμόττει γὰρ καὶ τοῖς τῶν ἀψύχων πόροις· ὅλως γὰρ ποιεῖ τὴν μίξιν τῇ συμμετρίᾳ τῶν πόρων· διόπερ ἔλαιον μὲν καὶ ὕδωρ οὐ μίγνυσθαι, τὰ δʼ ἄλλα ὑγρὰ καὶ περὶ ὅσων δὴ καταριθμεῖται τὰς ἰδίας κράσεις. ὥστε πάντα τε αἰσθήσιται καὶ ταὐτὸ ἔσται μίξις καὶ αἴσθησις καὶ αὔξησις· πάντα γὰρ ποιεῖ τῇ συμμετρίᾳ τῶν πόρων· ἐὰν μὴ προσθῇ τινα διαφοράν. ἔπειτα ἐν αὐτοῖς τοῖς ἐμψύχοις τί μᾶλλον αἰσθήσεται τὸ ἐν τῷ ζώῳ πῦρ ἢ τὸ ἐκτὸς, εἴπερ ἐναρμόττουσιν ἀλλήλοις· ὑπάρχει γὰρ καὶ ἡ συμμετρία καὶ τὸ ὅμοιον. ἔτι δὲ καὶ ἀνάγκη διαφοράν τινα ἔχειν εἴπερ αὐτὸ μὲν μὴ δύναται συμπληροῦν τοὺς πόρους τὸ δʼ ἔξωθεν ἐπεισιόν· ὥστʼ εἰ ὅμοιον ἦν πάντη καὶ πάντως οὐκ ἂν ἦν αἴσθησις. ἔτι δὲ πότερον οἱ πόροι κενοὶ ἢ πλήρεις; εἰ μὲν γὰρ κενοὶ συμβαίνει διαφωνεῖν ἑαυτῷ, φησὶ γὰρ ὅλως οὐκ εἶναι κενὸν· εἰ δὲ πλήρεις ἀεὶ ἂν αἰσθάνοιτο τὰ ζῶα· δῆλον γὰρ ὡς ἐναρμόττει, καθάπερ φησὶ, τὸ ὅμοιον. καίτοι κἂν αὐτὸ τοῦτό τις διαπορήσειεν εἰ δυνατόν ἐστι τηλικαῦτα μεγέθη γίνεσθαι τῶν ἑτερογενῶν ὥστʼ ἐναρμόττεεν, ἄλλως τε κεἰ συμβαίνει καθάπερ φησὶ τὰς ὄψεις ὧν ἀσύμμετρος ἡ κρᾶσις ὁτὲ μὲν ὑπὸ τοῦ πυρὸς ὁτὲ δὲ ὑπὸ τοῦ ἀέρος ἐμπλαττομένων τῶν πόρων ἀμαυροῦσθαι. εἰ δʼ οὖν ἐστι καὶ τούτων συμμετρία καὶ πλήρεις οἱ πόροι τῶν μὴ συγγενῶν, πῶς ὅταν αἰσθάνηται καὶ ποῦ ταῦτα ὑπεξέρχεται; δεῖ γάρ τινα ἀποδοῦναι μεταβολήν. ὥστε πάντως ἔχει δυσκολίαν· ἢ

6
γὰρ κενὸν ἀνάγκη ποιεῖν, ἢ ἀεὶ τὰ ζῶα αἰσθάνεσθαι πάντων, ἢ τὸ μὴ συγγενὲς ἁρμόττειν οὐ ποιοῦν αἴσθησιν οὐδʼ ἔχον μεταβολὴν οἰκείαν τοῖς ἐμποιοῦσιν ἔτι δὲ εἰ καὶ μὴ ἐναρμόττοι τὸ ὅμοιον ἀλλὰ μόνον ἅπτοιτο καθʼ ὁτιοῦν εὔλογον αἴσθησιν γίνεσθαι· δυοῖν γὰρ τούτοιν ἀποδίδωσι τὴν γνῶσιν τῷ τε ὁμοίῳ κοὶ τῇ ἀφῇ, διὸ καὶ τὸ ἁρμόττειν εἴρηκεν· ὥστʼεἰ τὸ ἔλαττον ἅψαιτο τῶν μειζόνων εἴη ἄν αἴσθησις. ὅλως δὲ κατά γε ἐκεῖνον ἀφαιρεῖται καὶ τὸ ὅμοιον ἀλλὰ ἡ συμμετρία μόνη ἱκανή. διὰ τοῦτο γὰρ οὐκ αἰσθάνονται, φησὶν, ἀλλήλων, ὅτι τοὺς πόρους ἀσυμμέτρους ἔχον σιν· εἰ δʼ ὅμοιον ἢ ἀνόμοιον τὸ ἀπορρέον οὐδὲν ἔτι προσαφώρισεν. ὥστε ἢ οὐ τῷ ὁμοίῳ ἡ αἴσθησις ἢ οὐ διά τινα ἀσυμμετρίαν οὐ κρίνουσι ... ἁπάσας ἀνάγκῆ τὰς αἰσθήσεις καὶ πάντα τὰ αἰσθητὰ τὴν αὐτὴν ἔχειν φύ σιν. ἀλλὰ μὴν οὐδὲ τὴν ἡδονὴν καὶ λύπην ὁμολογον μένως ἀποδίδωσιν ἥδεσθαι μὲν ποιῶν τοῖς ὁμοίοις λυπεῖσθαι δὲ τοῖς ἐναντίοις· ἐχθρὰ γὰρ εἶναι· διὸ ,,πλεῖστον ἀπʼ ἀλλήλων διέχουσι Γέννῃ τε κράσει τε κοὶ εἴδεσιν ἐκμακτοῖσι.“ αἰσθήσει γάρ τινι ἢ μετʼ αἰσθήσεως ποιοῦσι τὴν ἡδονὴν καὶ τὴν λύπην, ὥστε οὐχ ἅποσα γίνεται τοῖς ὁμοίοις. ἔτι εἰ τὰ συγγενῆ μάλιστα ποιεῖ τὴν ἡδονὴν ἐν τῇ ἁφῇ, καθάπερ φησὶ, τὰ σύμ φυτα μάλιστʼ ἂν ἥδοιτο καὶ αἰσθάνοιτο· διὰ τῶν οὐ τῶν γὰρ ποιεῖ τὴν αἴσθησιν καὶ τὴν ἡδονήν. καίτοι πολλάκις αἰσθανόμενοι λυπούμεθα κατʼ αὐτὴν ὴν αἴσθησιν, ὡς δʼ Ἀναξαγόρας φησὶν ἀεί· πᾶσαν γὰρ αἴ σθησιν εἶναι μετὰ λύπης. ἔτι δʼ ἐν ταῖς κατὰ μίγεθος· --- συμβαίνει γὰρ τῷ ὁμοίῳ γίνεσθαι τὴν γνῶσιν τὴν γὰρ ὄψιν ὅταν ἐκ πυρὸς καὶ τοῦ ἐναντίου συστήσῃ τὸ μὲν λευκὸν καὶ τὸ μέλαν δύναιτʼ ἂν τοῖς ὁμοίοις γνωρίζειν, τὸ δὲ φαιὸν καὶ τἆλλα χρώματα τὰ μικτὰ
7
πῶς; οὔτε γὰρ τοῖς τοῦ πυρὸς οὔτε τοῖς τοῦ ὕδατος κόροις, οὔτʼ ἄλλους ποιεῖ κοινοὺς ἐξ ἀμφοῖν· ὁρῶμεν δʼ οὐδὲν ἧττον ταῦτα τῶν ἁπλῶν. ἀτόπως δὲ καὶ ὅτι τὰ μὲν ἡμέρας τὰ δὲ νύκτωρ μᾶλλον ὁρῶμεν· τὸ γὰρ ἔλαττον πῦρ ὑπὸ τοὐ πλείονος φθείρεται, διὸ καὶ πρὸς τὸν ἥλιον καὶ ὅλως τὸ καθαρὸν οὐ δυνάμεθα ἀντιβλέκειν. ὥστε ὅσοις ἐνδεέστερον το φῶς ἧττον ἐχρῆν ὁρᾷν μεθʼ ἡμέραν, ἢ εἴπερ τὸ ὅμοιον συναύξει, καθάπερ φησὶ, τὸ δʼ ἐναντίον φθείρει καὶ κωλύει τὰ μὲν λευκὰ μᾶλλον ἐχρῆν ὁρᾷν ἅπαντας μεθʼ ἡμέραν, καὶ ὅσοις ἔλαττον καὶ ὅσοις πλέον τὸ φῶς, καὶ τὰ μέλανα νύκτωρ. νῦν δὲ πάντες ἅπαντα μεθʼ ἡμέραν μᾶλλον ὁρῶσι πλὴν ὀλίγων ζώων· τούτοις δʼ εὔλογον τοῦτʼ ἰσχύειν τὸ οἰκεῖον πῦρ ὥσπερ ἔνια καὶ τῇ χρόᾳ διαλάμπει μᾶλλον τῆς νυκτός. ἔτι δὲ οἷς ἡ κρᾶσις ἐξ ἴσων ἀνάγκη συναύξεσθαι κατὰ μέρος ἑκάτερον· ὥστʼ εἰ πλεονάζον κωλύει θάτερον ὁρᾷν ἀπάντων ἂν εἴη παραπλησία πως ἡ διάθεσις. ἀλλὰ τὰ μὲν τῆς ὄψεως πάθη αλεπώτερον ἔσται διελεῖν. τὰ δὲ περὶ τὰς ἄλλας αἰσθήσεις πῶς κρίνωμεν τῷ ὁμοίῳ; τὸ γὰρ ὅμοιον ἀόριστον. οὔτε γὰρ ψόφῳ τὸν ψόφον οὔτʼ ὀσμῇ τὴν ὀσμὴν οὔτε τοῖς ἄλλοις τοῖς ὁμογενέσιν, ἀλλὰ μᾶλλον ὡς εἰπεῖν τοῖς ἐναντίοις· ἀπαθῆ γὰρ δεῖ τὴν αἴσθησιν προσάγειν. ἤχου δʼ ἐνόντυς ἐν ὠσὶν ἢ χυλῶν ἐν γεύσει καὶ ὀσμῆς ἐν ὀσφρήσει κωφότεραι πᾶσαι γίνονται μᾶλλον ὅσῳ ἄν πλήρεις ὦσι τῶν ὁμοίων· εἰ μή τις λεχθείη περὶ τούτων διορισμός. ἔτι δὲ τὸ περὶ τὴν ἀπορροὴν, καίπερ οὐχ ἱκανῶς λεγόμενον, περὶ μὲν τὰς ἄλλας ὅμως ἐστί πως ὑπολαβεῖν, περὶ δὲ τὴν ἁφὴν καὶ γεῦσιν οὐ ῥᾴδιον. πῶς γὰρ τῇ ἀπορροῇ κρίνομεν ἢ πῶς ἐναρμόττει τοῖς πόροις τὸ τραχύ καὶ τὸ λεῖον; μόνου γὰρ δοκεῖ τῶν στοιχείων τού πυρὸς ἀπορρεῖν ἀπὸ δὲ
8
τῶν ἄλλων οὐδενός. ἔτι δὲ εἰ ἡ φθίσις διὰ τὴν ἀπορροὴν, ᾧπερ χρῆται κοινοτάτῳ σημείῳ καὶ τὰς ὀσμὰς ἀπορροῇ γίνεσθαι, τὰ πλείστην ἔχοντα ὀσμὴν τάχιστʼ ἐχρῆν φθείρεσθαι. νῦν δὲ σχεδὸν ἐναντίως ἔχει· τὰ γὰρ ὀσμωδέστατα τῶν φυτῶν καὶ τῶν ἄλλων ἐστὶ χρονιώτατα. συμβαίνει δὲ καὶ ἐπὶ τῆς φιλίας (γεύσεως?) ὅλως μὴ εἶναι αἴσθησιν ἢ ἧττον διὰ τὸ συγκρίνεσθαι τότε καὶ μὴ ἀπορρεῖν. ἀλλὰ περὶ μὲν τὴν ἀκοὴν ὅταν ἀποδῷ τοῖς ἔσωθεν γίνεσθαι ψόφοις ἄτοπον τὸ οἴεσθαι δῆλον εἶναι πῶς ἀκούουσιν ἔνδον ποιήσαντος ψόφον ὥσπερ κώδωνος. τῶν μὲν γὰρ ἔξω διʼ ἐκεῖνον ἀκούομεν, ἐκείνου δὲ ψοφοῦντος διὰ τί; τοῦτο γὰρ αὐτὸ λείπεται ζητεῖν. ἀτόπως δὲ καὶ τὸ περὶ τὴν ὄσφρησιν εἴρηκε. πρῶτον μὲν γὰρ οὐ κοινὴν αἰτίαν ἀπέδωκεν· ἔνια μὲν γὰρ ὅλως οὐδʼ ἀναπνέει τῶν σφραινομένων. ἔπειτα τὸ μάλιστα ὀσφραίνεσθαι τοὺς πλεῖστον ἐπισπωμένους εὔηθες· οὐδὲν γὰρ ὄφελος μὴ ὑγιαινούσης ἢ μὴ ἀνεῳγμένης πως τῆς αἰσθήσεως. πολλοῖς δὲ συμβαίνει πεπηρῶσθαι καὶ ὅλως μηδὲν αἰσθάνεσθαι. πρὸς δὲ τούτοις οἱ δύσπνοοι καὶ οἱ πονοῦντες καὶ οἱ καθεύδοντες μᾶλλον ἂν αἰσθάνοιντο τῶν ὀσμῶν· τὸν πλεῖστον γὰρ ἕλκουσιν ἀέρα. νῦν δὲ συμβαίνει τοὐνανὀσφρήσεως τίον. οὐ γὰρ ἴσως καθʼ αὑτὸ τὸ ἀναπνεῖν αἴτιον τῆς ἀλλὰ κατὰ συμβεβηκὸς ὡς ἔκ τε τῶν ἄλλων ζώων μαρτυρεῖται καὶ διὰ τῶν εἰρημένων παθῶν· ὁ δʼ ὡς ταύτης οὔσης τῆς αἰτίας καὶ ἐπὶ τέλει πάλιν εἴρηκεν ὥσπερ ἐπισημαινόμενος ,,Ὧδε μὲν οὖν πνοιῆς τε λελόγχασι πάντα καὶ ὀσμῶν·“ οὐκ ἀληθὲς δὲ οὐδὲ τὸ μάλιστα ὀσφραίνεσθαι τῶν κουφῶν, ἀλλὰ δεῖ καὶ ὀσμὴν ἐνυπάρχειν. ὁ γὰρ ἀὴρ καὶ τὸ πῦρ κουφότατα μὲν, οὐ ποιοῦσι δὲ αἴσθησιν ὀσμῆς. ὡσαύτως δʼ ἄν τις καὶ περὶ τὴν φρόνησιν ἀπορήσειεν εἰ διὰ
9
τῶν αὐτῶν ποιεῖ καὶ τὴν αἴσθησιν. καὶ γὰρ ἅπαντα μεθέξει τοῦ φρονεῖν. καὶ ἅμα πῶς ἐνδέχεται καὶ ἐν ἀλλοιώσει καὶ ὑπὸ τοῦ ὁμοίου γίνεσθαι τὸ φρονεῖν; τὸ γὰρ ὅμοιον οὐκ ἀλλοιοῦται τῷ ὁμοίῳ. τὸ δὲ δὴ τῷ αἵματι φρονεῖν καὶ παντελῶς ἄτοπον· πολλὰ γὰρ τῶν ζώων ἄναιμα, τῶν δʼ ἐναίμων τὰ περὶ τὰς αἰσθήσεις ἀναιμότατα τῶν μερῶν. ἔτι καὶ ὀστοῦν καὶ θρὶξ αἰσθάνοιτʼ ἄν, ἐπεὶ γοῦν ἐξ ἀπάντων ἐστὶ τῶν στοιχείων. καὶ συμβαίνει ταὐτὸν εἶναι τὸ φρονεῖν καὶ αἰσθάνεσθαι καὶ ἥδεσθαι καὶ (τὸ) λυπεῖσθαι καὶ τὸ ἀγνοεῖν· ἄμφω γὰρ ποιεῖ τοῖς ἀνομοίοις. ὥσθʼ ἅμα τῷ μὲν ἀγνοεῖν ἔδει γίνεσθαι λύπην τῷ δὲ φρονεῖν ἡδονήν. ἄτοπον δὲ καὶ τὸ τὰς δυνάμεις ἑκάστοις ἐγγίνεσθαι διὰ τὴν ἐν τοῖς μορίοις τοῦ αἵματος σύγκρασιν, ὡσεὶ τὴν γλῶτταν αἰτίαν τυῦ εὖ λέγειν, τὰς χεῖρας τοῦ δημιουργεῖν, ἀλλʼ οὐκ ὀργάνου τάξιν ἔχυντο. διὸ καὶ μᾶλλον ἄν τις ἀποδοίη τῇ μορφῇ τὴν αἰτίαν ἢ τῇ κράσει τοῦ αἵματος, χωρὶς διανοίας ἐστίν· οὕτως γὰρ ἔχει καὶ ἐπὶ τῶν ἄλλων ζώων. Ἐμπεδοκλῆς μὲν οὖν ἔοικεν ἐν πολλοῖς διαμαρτάνειν.

CAP. IV. Τῶν δὲ μὴ τῷ ὁμοίῳ ποιούντων τὴν αἴσθησιν Ἀλκμαίων μὲν πρῶτον ἀφορίζει τὴν πρὸς τὰ ζῶα διαφοράν. ἄνθρωπον γάρ φησι τῶν ἄλλων διαφέρειν ὅτι μόνον ξυνίησι· τὰ δʼ ἄλλα αἰσθάνεται μὲν οὐ ξυνίησι δὲ, ὡς ἕτερον ἂν τὸ φρονεῖν καὶ αἰσθάνεσθαι, καὶ οὐ καθάπερ Ἐμπεδοκλῆς ταὐτόν. ἔπειτα περὶ ἑκάστης λέγει. ἀκούειν μὲν οὖν φησι τοῖς ὠσὶν διότι κενὸν ἐν αὐτοῖς ἐνυπάρχει· τοῦτο γὰρ ἠχεῖν φθέγγεσθαι δὲ τῷ κοίλῳ τὸν ἀέρα δʼ ἀντηχεῖν. ὀσφραίνεσθαι δὲ ῥισὶν ἅμα τῷ ἀναπνεῖν ἀνάγοντα τὸ πνεῦμα πρὸς τὸν ἐγκέφαλον. γλώττῃ δὲ τοὺς χυμοὺς κρίνειν· χλιαρὰν γὰρ οὖσαν καὶ μαλακὴν τήκειν τῇ

10
θερμότητι· δέχεσθαι δὲ καὶ διαδιδόναι διὰ τὴν μανότητα τῆς ἁπαλότητος. ὀφθαλμούς δὲ ὁρᾷν διὰ τοῦ πέριξ ὕδατος· ὅτι δʼ ἔχει πῦρ δῆλον εἶναι, πληγέντος γὰρ ἐκλάμπειν. ὁρᾷν τῷ στίλβοντι καὶ τῷ διαφανεῖ ὅταν ἀντιφαίνῃ καὶ, ὅσῳ ἂν καθαρώτερον ᾖ, μᾶλλον. ἁπάσας δὲ τὰς αἰσθήσεις συνηρτῆσθαί πως πρὸς τὸν ἐγκέφαλον, διὸ καὶ πηροῦσθαι κινουμένου καὶ μεταλλάττοντος τὴν χώραν· ἐπιλαμβάνεσθαι γὰρ τοὺς πόρους διʼ ὧν αἱ αἰσθήσεις. περὶ δὲ ἀρῆς οὐκ εἴρηκε οὔτε πῶς οὔτε τίνι γίνεται. Ἀλκμαίων μὲν οὖν ἐπὶ τοσοῦτον ἀφώρικεν.

CAP. V. Ἀναξαγόρας δὲ γίνεσθαι τοῖς ἐναντίοις· τὸ γὰρ ὅμοιον ἀπαθὲς ὑπὸ τοῦ ὁμοίου. καθʼ ἑκάστην δʼ ἰδία πειρᾶται διαριθμεῖν. ὁρᾷν μὲν γὰρ τῇ ἐμφάσει τῆς κόρης, οὐκ ἐμφαίνεσθαι δὲ εἰς τὸ ὁμόχρων ἀλλʼ εἰς τὸ διάφορον. καὶ τοῖς μὲν πολλοῖς μεθʼ ἡμέραν ἐνίοις δὲ νύκτωρ εἶναι τὸ ἀλλόχρουν, διὸ ὀξυωπεῖν τότε. ἀπλῶς δὲ τὴν νύκτα μᾶλλον ὁμόχρων εἶναι τοῖς ὀφθαλμοῖς. ἐμφαίνεσθαι δὲ μεθʼ ἡμέραν ὅτι τὸ φῶς συναίτιον τῆς ἐμφάσεως· τὴν δὲ χρόαν τὴν κρατοῦσαν μᾶλλον εἰς τὴν ἑτέραν ἐμφαίνεσθαι εἰς. τὸν αὐτὸν δὲ τρόπον καὶ τὴν ἀρὴν κοί τὴν γεῦσιν κρίνειν· τὸ γὰρ ὁμοίως θερμὸν καὶ ψυχρὸν οὔτε θερμαίνειν οὔτε ψύχειν πλησιάζον. οὐδὲ δὴ τὸ γλυκὺ καὶ τὸ ὀξύ διʼ αὐτῶν γνωρίζειν ἀλλὰ τῷ μὲν θερμῷ τὸ ψυχρὸν, τῷ δʼ ἁλμυρῷ τὸ πότιμον, τῷ δʼ ὀξεῖ τὸ γλυκύ κατὰ τὴν ἔλλειψιν τὴν ἑκάστου· πάντα γὰρ ἐνυπάρχειν ἐστὶν ἐν ἡμῖν. ὡσαύτως δὲ καὶ ὀσφραίνεσθαι καὶ ἀκούειν τὸ μὲν ἅμα τῇ ἀναπνοῇ τὸ δὲ τῷ διικνεῖσθαι τὸν ψόφον ἄχρι τοῦ ἐγκεφάλου· τὸ γὰρ περιέχον ὀστοῦν εἶναι κοῖλον εἰς ὃ ἐμπίπτειν τὸν ψόφον. ἅπασαν δʼ αἴσθησιν μετὰ λύπης, ὅπερ ἂν δόξειεν ἀκόλουθον εἶναι

11
τῇ ὑποθέσει· πᾶν γὰρ τὸ ἀνόμοιον ἁπτόμενον πόνον παρέχει. φανερὸν δὲ τοῦτο τῷ τε τοῦ ὕπνου (χρόνου Sch.) πλήθει καὶ τῇ τῶν αἰσθητῶν ὑπερβολῇ. τὰ τε γὰρ λαμπρὰ χρώματα καὶ τοὺς ὑπερβάλλοντας ψόφους λύπην ἐμποιεῖν καὶ οὐ πολύν χρόνον δύνασθαι τοῖς αὐτοῖς ἐπιμένειν. αἰσθητικώτερα δὲ τὰ μείζω ζῶα καὶ ἁκλῶς εἶναι κατὰ τὸ μέγεθος τὴν αἴσθησιν (τῶν αἰσθητηρίων). ὅσα μὲν γὰρ μεγάλους καὶ καθαρούς καὶ λσμπροὺς ὀφθαλμούς ἔχει μεγάλα τε καὶ πόρρωθεν ὁρᾷν, ὅσα δὲ μικροὺς ἐναντίως. ὁμοίως δὲ καὶ ἐπὶ τῆς ἀκοῆς. τὰ μὲν γὰρ μεγάλα τῶν μεγάλων καὶ τῶν πόρρωθεν ἀκούειν τὰ δʼ ἐλάττω λανθάνειν, τὰ δὲ μικρὰ τῶν μικρῶν καὶ τῶν ἐγγύς. καὶ ἐπὶ τῆς ὀσφρήσεως ὁμοίως· ὄζειν μὲν γὰρ μᾶλλον τὸν λεπτὸν ἀέρα, θερμαινόμενον μὲν γὰρ καὶ μανούμενον ὄζειν. ἀνακνέον δὲ τὸ μὲν μέγα ζῶον ἅμα τῷ μανῷ καὶ τὸ πυκνὸν ἕλκειν, τὸ δὲ μικρὸν αὐτὸ τὸ μανὸν, διὸ καὶ τὰ μεγάλα μᾶλλον αἰσθάνεσθαι. καὶ γὰρ τὴν ὀσμήν ἐγγύς εἶναι μᾶλλον ἢ πόρρω διὰ τὸ πυκνοτέραν εἶναι, σκεδαννυμένην δὲ ἀσθενῆ. σχεδὸν δὲ ὡς εἰπεῖν οὐκ αἰσθάνεσθαι τὰ μὲν μεγάλα τῆς λεπτῆς ἀέρος τὰ δὲ μικρὰ τῆς πυκνῆς.

CAP. VI. Τὸ μὲν οὖν τοῖς ἐναντίοις ποιεῖν τὴν σἴσθησιν ἔχει τινὰ λόγον ὥσπερ ἐλέχθη· δοκεῖ γὰρ ἡ ἀλλοίωσις οὐχ ὑπὸ τῶν ὁμοίων ἀλλʼ ὑπὸ τῶν ἐναντίων εἶναι. καίτοι καὶ τοῦτο δεῖται πίστεως εἰ ἀλλοίωσις ἡ αἴσθησις εἴ τε τὸ ἐναντίον τοῦ ἐναντίου κριτικόν. τὸ δὲ μετὰ λύπης ἅπασαν εἶναι ψεῦδος οὔτʼ ἐκ τῆς χρήσεως ὁμολογεῖται, τὰ μὲν (γὰρ ) μεθʼ ἡδονῆς τὰ δὲ πλεῖστα ἄνευ λύπης ἐστίν, οὔτʼ ἐκ τῶν εὐλόγων. ἡ μὲν γὰρ αἴσθησις κατὰ φύσιν, οὐδὲν δὲ τῇ φύσει βίᾳ καὶ μετὰ λύπης ἀλλὰ μᾶλλον μεθʼ ἡδονῆς, ὅπερ

12
καὶ φαίνεται συμβαῖνον. τὰ γὰρ πλείω καὶ πλεονάκις ἡδόμεθα καὶ αὐτὸ δὲ τὸ αἰσθάνεσθαι χωρὶς τῆς περδ ἕκαστον ἐπιθυμίας διώκομεν. ἔτι δὲ ἐπεὶ καὶ ἡδονὴ καὶ λύπη γίνεται διὰ τῆς αἰσθήσεως ἅπαν δὲ φύσει πρὸς τὸ βέλτιόν ἐστι, καθάπερ ἡ ἑπιστήμη, μᾶλλον ἂν εἴη μεθʼ ἡδονῆς ἢ μετὰ λύπης. ἀπλῶς δʼ εἴπερ μηδὲ τὸ διανοεῖσθαι μετὰ λύπης, οὐδὲ τὸ αἰσθάνεσθαι· τὸν αὐτὸν γὰρ ἔχει λόγον ἑκάτερον πρὸς τὴν αὐτὴν χρείαν. ἀλλὰ μὴν οὐδὲ αἱ τῶν αἰσθητῶν ὑπερβολαὶ καὶ τὸ τοῦ χρόνου πλῆθος οὐδὲν σημεῖον ὡς μετὰ λύπης ἐστὶν ἀλλὰ μᾶλλον ὡς ἐν συμμετρίᾳ τινὶ καὶ κράσει πρὸς τὸ αἰσθητὸν ἡ αἴσθησις. διόπερ ἴσως τὸ μὲν ἐλλεῖπον ἀναίσθητον τὸ δʼ ὑπερβάλλον λύπην τε ποιεῖ καὶ φθείρει. συμβαίνει τοίνυν τὸ κατὰ φύσιν ἐκ τοῦ παρὰ φύσιν σκοπεῖν· ἡ γὰρ ὑπερβολὴ παρό φύσιν. ἐπεὶ τό γε ἀπʼ ἐνίων καὶ ἐνιότε λυπεῖσθαι καθάπερ καὶ ἥθέσθαι φανερὸν καὶ ὁμολογούμενον· ὥστ οὐδὲν μᾶλλον διά γε τοῦτο μετὰ λύπης ἢ μεθʼ ἡδονῆς ἐστιν ἀλλʼ ἴσως μετʼ οὐδετέρου κατά γε τὸ ἀληθές οὐδὲ γὰρ ἂν δύναιτο κρίνειν, ὥσπερ οὐδὲ ἡ διάνοια συνεχῶς οὖσα μετὰ λύπης ἢ ἡδονῆς. ἀλλὰ τοῦτο μὲν ἀπὸ μικρᾶς ἀρχῆς ἐφʼ ὅλην μετήνεγκε τὴν αἴσθησιν ὅταν δὲ λέγῃ τὰ μείζω μᾶλλον αἰσθάνεσθαι καὶ ἁπλῶς κατὰ τὸ μέγεθος τῶν αἰσθητηρίων εἶναι τὴν αἴσθησιν τὸ μὲν αὐτῶν ἔχει τινὰ ἀπορίαν. οἷον πότερον τὰ μικρὰ μᾶλλον ἢ τὰ μεγάλα τῶν ζώων μᾶλλον αἰσθητικά δόξειε γὰρ ἂν ἀκριβεστέρας αἰσθήσεως εἶναι τὰ μικρὰ μὴ λανθάνειν, καὶ ἅμα τὸ τὰ ἐλάττω δυνάμενον κα τὰ μείζω κρίνειν οὐκ ἄλογον. ἅμα δὲ καὶ δοκεῖ περὶ ἐνίας αἰσθήσεις βέλτιον ἔχειν τὰ μικρὰ τῶν μεγάλω ὥστε ταύτῃ μὲν χείρων ἡ τῶν μειζόνων αἴσθησις. δʼ αὖ φαίνεται καὶ πολλὰ λανθάνειν τὰ μικρὰ τῶν
13
μειζόνων, οἷον οἱ ψόφοι, χρώματα, βελτίων ἡ τῶν μειζόνων· ἅμα δὲ καὶ εὔλογον ὥσπερ καὶ τὴν ὅλην τοῦ σώματος κρᾶσιν ὁμοίως ἔχειν καὶ τὰ περὶ τὰς αἰσθήσεις. τοῦτο μὲν οὖν ὥσπερ ἐλέχθη διαπορήσειεν ἄν τις εἰ ἄρα δεῖ λέγειν οὕτως· οὐ γὰρ ἐν τοῖς ὁμοίοις γένεσιν ἀφώρισται κατὰ τὸ μέγεθος· ἀλλὰ κυριώτατα ἴσως ἡ τοῦ σώματος διάθεσίς τε καὶ κρᾶσις. τὸ δὲ πρὸς τὰ μεγέθη τὴν συμμετρίαν ἀποδιδόναι τῶν αἰσθητῶν ἔοικεν ὁμοίως λέγειν Ἐμπεδοκλεῖ· τῷ γὰρ ἐναρμόττειν τοῖς πόροις ποιεῖ τὴν αἴσθησιν. πλὴν ἐπὶ τῆς ὀσφρήσεως ἴδιον συμβαίνει δυσχερές· ὄζειν μὲν γάρ φησι τὸν λεπτὸν ἀέρα μᾶλλον ὀσφραίνεσθαι δὲ ἀκριβέστερον ὅσα τὸν πυκνὸν ἢ τὸν μανὸν ἕλκει. περὶ δὲ τῆς ἐμφάσεως κοινή τίς ἐστιν ἡ δόξα· σχεδὸν γὰρ οἱ πολλοὶ τὸ ὁρᾷν οὕτως ὑπολαμβάνουσι διὰ τὴν γινομένην ἐν τοῖς ὀφθαλμοῖς ἔμφασιν. τοῦτο δὲ οὐκέτι συνεῖδον ὡς οὔτε τὰ μεγέθη σύμμετρα τὰ ὁρώμενα τοῖς ἐμφαινομένοις οὔτε ἐμφαίνεσθαι πολλὰ ἅμα καὶ τἀναντία δυνατόν. ἔτι δὲ κίνησις καὶ διάστημα καὶ μέγεθος ὁρατὰ μὲν ἔμφασιν δ᾿, οὐ ποιοῦσιν. ἐνίοις δὲ τῶν ζώων οὐδʼ ἐμφαίνεται καθάπερ τοῖς σκληροφθάλμοις καὶ τοῖς ἐνύδροις. ἔτι δὲ καὶ τῶν ἀψύχων διά γε τοῦτο πολλὰ ἂν ὁρῷεν· καὶ γὰρ ἐν ὕδατι καὶ χαλκῷ καὶ ἑτέροις πολλοῖς ἐστιν ἀνάκλασις. φησὶ δὲ καὶ αὐτὸς ἐμφαίνεσθαι μὲν εἰς ἄλληλα (τὰ) χρώματα μᾶλλον δὲ τὸ ἰσχυρὸν εἰς τὸ ἀσθενές· ὥστε ἑκάτερον μὲν ἐχρῆν ὁρᾷν, μᾶλλον δὲ (τὸ) μέλαν καὶ ὅλως (τὸ) ἀσθενέστερον. διὸ καὶ τὴν ὄψιν ὁμόχρων ποιεῖ τῇ νυκτὶ καὶ τὸ φῶς σἴτιον τῆς ἐμφάσεως. καίτοι πρῶτον μὲν τὸ φῶς ὁρῶμεν αὐτὸ διʼ οὐδεμίας ἐμφάσεως, ἔπειτα οὐδὲν ἧττον τὰ μέλανα τῶν λευκῶν οὐκ ἔχει φῶς. ἔτι δέ γʼ ἐν τοῖς ἄλλοις ἀεὶ τὴν ἔμφασιν ὁρῶμεν εἰς τὸ λαμπρότερον
14
καὶ καθαρώτερον γινομένην, ὥσπερ καὶ αὐτὸς λέγει τοὺς ὑμένας τῶν ὀμμάτων λεπτούς εἶναι καὶ λαμπρούς. τιθέασι δὲ καὶ τὴν ὄψιν αὐτὴν οἱ πολλοὶ πυρός --- ταύτης τῆς χρόας μετεχούσας μᾶλλον. Ἀναξαγόρας μὲν οὖν ὥσπερ ἐλέχθη κοινήν τινα ταύτην καὶ παλαιὰν δόξαν ἀναφέρει. πλὴν ἴδιον ἐπὶ πάσαις λέγει ταῖς αἰσθήσεσι καὶ μάλιστα ἐπὶ τῇ ὄψει διότι τὸ μὲν αἰσθανόμενόν ἐστιν, οὐ δηλοῖ δὲ τὰς σωματικωτάτας αἰσθήσεις.

CAP. VII. Κλείδημος δὲ μόνος ἰδίως εἴρηκε περὶ τῆς ὄψεως. αἰσθάνεσθαι γάρ φησι τοῖς ὀφθαλμοῖς μὲν ὅτι διαφανεῖς· ταῖς δʼ ἀκοαῖς ὅτι ἐμπίπτων ὁ ἀὴρ κινεῖ. ταῖς δὲ ῥισὶν ἐφελκομένους τὸν ἀέρα, τοῦτον γὰρ ἀναμίγνυσθαι· τῇ δὲ γλώσσῃ τοὺς χυμοὺς καὶ τὸ θερμὸν καὶ τὸ ψυχρὸν διὰ τὸ σομφὴν εἶναι· τῷ δʼ ἄλλῳ σώματι παρὰ μὲν ταῦτʼ οὐδὲν, αὐτῶν δὲ τούτων καὶ τὸ θερμὸν καὶ τὰ ὑγρὰ καὶ τὰ ἐναντία· μόνον δὲ τὰς ἀκοὰς αὐτὰς μὲν οὐδὲν κρίνειν εἰς δὲ τὸν νοῦν διαπέμπειν, οὐχ ὥσπερ Ἀναξαγόρας ἀρχὴν ποιῶν πάντων τὸν νοῦν.

CAP. VIII. Διογένης δὲ, ὥσπερ τὸ ζῆν καὶ τὸ φρονεῖν, τῷ ἀέρι καὶ τὰς αἰσθήσεις ἀνάπτει, διὸ καὶ δόξειεν ἂν τῷ ὁμοίῳ ποιεῖν· οὐδὲ γὰρ τὸ ποιεῖν εἶναι καὶ πάσχειν εἰ μὴ πάντα ἦν ἐξ ἑνός. τὴν μὲν ὄσφρησιν τῷ περὶ τὸν ἐγκέφαλον ἀέρι· τοῦτον γὰρ ἄθρουν εἶναι καὶ σύμμετρον τῇ ἀκοῇ (ἀναπνοῇ Sch.)· τὸν ἐγκέφαλον αὐτὸν μόνον καὶ φλεβία, λεπτότατον δʼ ἐν οἷς ἡ θέσις ἀσύμμετρος, καὶ οὐ μίγνυσθαι ταῖς ὀσμαῖς· ὡς εἴ τις εἴη τῇ κράσει σύμμετρος δῆλον ὡς αἰσθανόμενον ἄν. τὴν δʼ ἀκοὴν ὅταν ὁ ἐν τοῖς ὠσὶν ἀὴρ κινηθεὶς ὑπὸ τοῦ ἔξω διαδῷ πρὸς τὸν ἐγκέφαλον. τὴν δʼ ὄψιν ὁρᾷν ἐμφαινομένων εἰς τὴν κόρην, ταύτην δὲ

15
μιγνυμένην τῷ ἐντὸς ἀέρι ποιεῖν αἴσθησιν· σημεῖον δὲ· ἐὰν γὰρ φλεγμασία γένηται τῶν φλεβῶν οὐ μίγνυσθαι τῷ ἐντὸς οὔθ᾿ ὁρᾷν ὁμοίως τῆς ἐμφάσεως οὔσης. τὴν δὲ γεῦσιν τῇ γλώττῃ διὰ τὸ μανὸν καὶ ἁπαλόν. περὶ δὲ ἁφῆς οὐδὲν ἀφώρισεν, οὔτε πῶς οὔτε τίνων ἰκτίν· ἀλλὰ μετὰ ταῦτα πειρᾶται λέγειν διὰ τί συμβαίνει τὰς αἰσθήσεις ἀκριβεστέρας εἶναι καὶ τῶν ποίων. ὄσφρησιν μὶν οὖν ὀξυτάτην οἷς ἐλάχιστος ἀὴρ ἐν τῇ κεφαλῇ, ἥκιστα γὰρ μίγνυσθαι· καὶ πρὸς τούτοις ἐὰν ἕλκῃ διὰ μακροτέρου καὶ στενοτέρου, θᾶττον γὰρ οὕτω κρίνεσθαι· διόπερ ἔνια τῶν ζώων ὀσφραντικώτερα τῶν ἀνθρώπων εἶναι· οὐ μὴν ἀλλὰ συμμέτρου γε οὔσης τῆς ὀσμῆς τῷ ἀέρι πρὸς τὴν κρᾶσιν μάλιστα ἂν αἰσθάνεσθαι τὸν ἄνθρωπον. ἀκούειν δʼ ὀξύτατα ὧν αἵ τε φλέβες λεπταὶ αἰ παρὰ τῇ αἰσθήσει καὶ ἡ ἀκοὴ τέτρηται βραχὺ καὶ λεπτὸν καὶ ἰθὺ, καὶ πρὸς τούτοις τὸ οὖς ὀρθὸν ἔχει καὶ μέγα· κινούμενον γὰρ τὸν ἐν τοῖς ὠσὶν ἀέρα κινεῖν τὸν ἐντός. ἐὰν δὲ εὐρυτέρα ᾖ κινουμένου τοῦ ἀέρος ἦχον εἶναι καὶ τὸν ψόφον ἄναρθρον διὰ τὸ μὴ προσπίπτειν πρὸς ἠρεμοῦν. ὁρᾷν δʼ ὀξύτατον ὅσα τε τὸν ἀέρα καὶ τὰς φλέβας ἔχει λεπτὰς ὥσπερ ἐπὶ τῶν ἄλλων καὶ ὅσα τὸν ὀφθαλμὸν λαμπρότατον. μάλιστα δʼ ἐμφαίνεσθαι τὸ ἐναντίον χρῶμα, διʼ ὃ τοὺς μελανοφθάλμους μεθʼ ἡμέραν καὶ τὰ λαμπρὰ μᾶλλον ὁρᾷν τοὺς δʼ ἐναντίους νύκτωρ. ὅτι δὲ ὁ ἐντὸς ἀὴρ αἰσθάνεται μικρὸν ὢν μόριον τοῦ θεοῦ σημεῖον εἶναι ὅτι πολλάκις πρὸς ἄλλα τὸν νοῦν ἔχοντες οὔθ᾿ ὁρῶμεν οὔτʼ ἀκούομεν. ἡδονὴν δὲ καὶ λύπην γίνεσθαι τόνδε τὸν τρόπον. ὅταν μὲν πολὺς ὁ ἀὴρ μίσγηται τῷ αἵματι καὶ κουφίζῃ κατὰ φύσιν ὢν καὶ κατὰ πᾶν τὸ σῶμα διεξιὼν ἡδονήν· ὅταν δὲ παρὰ φύσιν καὶ μὴ μίσγηται συνιζάνοντος τοῦ αἵματος
16
καὶ ἀσθενεστέρου καὶ πυκνοτέρου γιγνομένου λύπην. ὁμοίως καὶ θράσος καὶ ὑγίειαν καὶ τἀναντία. κριτικώτατον δὲ ἡδονῆς τὴν γλῶτταν· ἁπαλώτατον γὰρ εἶναι καὶ μανὸν καὶ τὰς φλέβας ἁπάσας ἀνήκειν εἰς ωὐτήν· διὸ σημεῖά τε πλεῖστα τοῖς κάμνουσιν ἐπʼ αὐτῆς εἶναι, καὶ τῶν ἄλλων ζώων τὰ χρώματα μηνύειν, ὁπόσα γὰρ ἂν ᾖ καὶ ὁποῖα τοσαῦτα ἐμφαίνεσθαι. τὴν μὲν οὖν αἴσθησιν οὕτω καὶ διὰ τοῦτο γίγνεσθαι. φρονεῖν δὲ ὥσπερ ἐλέχθη τῷ ἀέρι καθαρῷ καὶ ξηρῷ κωλύειν γὰρ τὴν ἰκμάδα τὸν νοῦν, διὸ καὶ ἐν τοῖς ὕπνοις καὶ ἐν ταῖς μέθαῖς καὶ ἐν ταῖς πλησμοναῖς ττον φρονεῖν. ὅτι δὲ ἡ ὑγρότης ἀφαιρεῖται τὸν νοῦν σημεῖον ὅτι τὰ ἄλλα ζῶα χείρω τὴν διάνοιαν· ἀναπνεῖν τε γὰρ τὸν ἀπὸ τῆς γῆς ἀέρα καὶ τροφὴν ὑγροτέραν προσφέρεσθαι. τοὺς δὲ ὄρνιθας ἀναπνεῖν μὲν καθαρὸν φύσιν δὲ ὁμοίαν ἔχειν τοῖς ἰχθύσι· καὶ γὰρ τὴν σάρκα στιφρὰν καὶ τὸ πνεῦμα οὐ διιέναι διὰ παντὸς ἀλλὰ ἑστάναι περὶ τὴν κοιλίαν. διὸ τὴν μὲν τροφὴν ταχὺ πέττειν αὐτὸ δʼ ἄφρον εἶναι. συμβάλλεσθαι δʼ ἔτι πρὸς τῇ τροφῇ καὶ τὸ στόμα καὶ τὴν γλῶτταν· οὐ γὰρ δύνασθαι συνιέναι ἀλλήλων. τὰ δὲ φυτὰ διὰ τὸ μὴ εἶναι κοῖλα μηδὲ ἀναδέχεσθαι τὸν ἀέρα παντελῶς ἀφῃρῆσθαι τὸ φρονεῖν. ταὐτὸν δʼ αἴτιον εἶναι καὶ ὅτι τὰ παίδια ἄφρονα. πολὺ γὰρ ἔχειν τὸ ὑγρὸν ὥστε μὴ δύνασθαι διὰ παντὸς διιέναι τοῦ σώματος (τὸν ἀέρα) ἀλλὰ ἐκκρίνεσθαι περὶ τὰ στήθη, διὸ νωθῆ τε εἶναι καὶ ἄφρονα. ὀργίλα δὲ καὶ ὅλως ὀξύρροπα καὶ εὐμετάπτωτα διὰ τὸ ἐν μικρῷ κινεῖσθαι τὸν ἀέρα πολύν· ὅπερ καὶ τῆς λήθης αἴτιον εἶναι· διὰ γὰρ τὸ μὴ ἰέναι διὰ παντὸς τοῦ σώματος οὐ δύνασθαι καὶ συνιέναι· σημεῖον δέ· καὶ γὰρ τοῖς ἀναμιμνησκομένοις τὴν ἀπορίαν εἶναι
17
περὶ τὸ στῇθος, ὅταν δὲ εὕρωσι διασκίδνασθαι καὶ ἀνακουφίζεσθαι τῆς λύπης.

CAP. IX. Διογένης μὲν οὖν πάντα βουλόμενος ἀνάπτειν τῷ ἀέρι πολλῶν ἀπολείπεται πρὸς πίστιν. οὔτε γὰρ τὴν αἴσθησιν οὔτε τὴν φρόνησιν ἴδιον ποιεῖ τῶν ἐμψύχων. ἴσως γὰρ καὶ ἀέρα τοιοῦτον καὶ κρᾶσιν καὶ συμμετρίαν ἐνδέχεται πανταχοῦ καὶ πᾶσιν ὑπάρχειν, εἰ δὲ μὴ τοῦτο αὐτὸ λεκτέον. ἔτι δὲ καὶ ἐν αὐταῖς ταῖς διαφόροις αἰσθήσεσιν ὥστε ἐνδέχεσθαι τὰ τῆς ὄψεως τὴν ἀκοὴν κρίνειν καὶ ὥσπερ ἡμεῖς τῇ ὀσφρήσει ταῦτα ἄλλο τι ζῶον ἕτερα διὰ τὸ τὴν αὐτὴν ἔχειν κρᾶσιν. ὥστε καὶ τῇ περὶ τὸν θώρακα ἀναπνοῇ κρίνειν τότε τὰς ὀσμάς· ἐνδέχεται γὰρ ἐνίοτε σύμμετρον εἶναι ταύταις. εὔηθες δὲ καὶ τὸ περὶ τὴν ὄψιν ὡς τῷ ἀέρι τῷ ἐντὸς ὁρῶμεν· ἀλλὰ ἐλέγχει μέν πως τούς τὴν ἔμφασιν ποιοῦντας οὐ μὴν αὐτὸς λέγει τὴν αἰτίαν. ἔπειτα τὸ μὲν αἰσθάνεσθαι καὶ ἥδεσθαι καὶ φρονεῖν τῇ τε ἀναπνοῇ καὶ τῇ μίξει τοῦ αἵματος ἀποδίδωσι. πολλὰ δὲ τῶν ζώων τὰ μὲν ἄναιμα τὰ δὲ ὅλως οὐκ ἀναπνεῖ· καὶ εἰ δεῖ διὰ παντὸς τοῦ σώματος διιέναι τὴν ἀναπνοὴν ἀλλὰ μορίων τινῶν ... μικροῦ γὰρ ἕνεκα τοῦτʼ ἔστιν, οὐθὲν ἂν κωλύοι διά γε τοῦτο καὶ τὰ πάντα καὶ μεμνῆσθαι καὶ φρονεῖν. ἔτι δὲ εἰ καὶ τοῦτο συνέβαινεν οὐκ ἂν ἦν ἐμποδών. οὐ γὰρ ἐν ἅπασι τοῖς μέρεσιν ὁ νοῦς, οἷον ἐν τοῖς σκέλεσι καὶ τοῖς ποσὶν, ἀλλὰ ἐν ὡρισμένοις, διʼ ὧν καὶ οἱ ἐν ἡλικίᾳ καὶ μέμνηνται καὶ φρονοῦσιν. εὔηθες δὲ καὶ τὸ τοὺς ἀνθρώπους διαφέρειν τῷ καθαρώτερον ἀναπνεῖν ἀλλʼ οὐ τὴν φύσιν καθάπερ καὶ τὰ ἔμψυχα τῶν ἀψύχων. ἐχρῆν γὰρ εὐθὺς μεταλλάξαντα τόπον διαφέρειν τῷ φψρονεῖν· καὶ τῶν ἀνθρώπων δὲ τοὺς ἐν τοῖς ὑψηλοῖς ἐμφρονεστέρους εἶναι τῶν πάντων δὲ μάλιστα τούς THEOPHR III.

18
ὄρνιθας· οὐ γὰρ τοσοῦτον ἡ τῆς σαρκὸς διαφέρει φύσις ὅσον ἡ τοῦ ἀέρος καθαριότης. ἔτι δὲ τὰ φυτὰ μὴ φρονεῖν διὰ τὸ μὴ ἔχειν κενὸν, οἷς δʼ ἐνυπάρχει ταῦτα πάντα φρονεῖν. Διογένης μὲν οὖν ὥσπερ εἴπομεν ἅπαντα προθυμούμενος ἀνάγειν εἰς τὴν ἀρχὴν πολλὰ διαμαρτάνει τῶν εὐλόγων.

CAP. Χ. Δημόκριτος δὲ περὶ μὲν αἰσθήσεως οὐ διορίζει πότερα τοῖς ἐναντίοις ἢ τοῖς ὁμοίοις ἐστίν. εἰ μὲν γὰρ ἀλλοιοῦσθαι ποιεῖ τὸ αἰσθάνεσθαι δόξειεν ἂν τοῖς διαφόροις· οὐ γὰρ ἀλλοιοῦται τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου· πάλιν δʼ (εἰ) τὸ μὲν αἰσθάνεσθαι καὶ ἀπλῶς ἀλλοιοῦσθαι πάσχειν, ἀδύνατον δὲ, φησὶ, τὸ μὴ ταὐτὰ πάσχειν, * ἀλλὰ καὶ ἕτερα ὄντα ποιεῖν οὐχ ἕτερα ἀλλʼ ἢ ταὐτόν τι πάσχει τοῖς ὁμοίοις. διὸ περὶ μὲν τούτων ἀμφοτέρως ἐστὶν ὑπολαμβάνειν. περὶ ἑκάστης δʼ ἤδη τῶν ἐν μέρει πειρᾶται λέγειν. ὁρᾷν μὲν οὖν ποιεῖ τῇ ἐμφάσει· ταύτην δʼ ἰδίως λέγει· τὴν γὰρ ἔμφασιν οὐκ εὐθὺς ἐν τῇ κόρῃ γίνεσθαι ἀλλὰ τὸν ἀέρα τὸν μεταξὺ τῆς ὄψεως καὶ τοῦ ὁρωμένου τυποῦσθαι συστελλόμενον ὑπὸ τοῦ ὁρωμένου καὶ τοῦ ὁρῶντος· ἅπαντος γὰρ ἀεὶ γίνεσθαί τινα ἀπορροήν· ἔπειτα τοῦτον στερεὸν ὄντα καὶ ἀλλόχρων ἐμφαίνεσθαι τοῖς ὄμμασιν ὑγροῖς· καὶ τὸ μὲν πυκνὸν οὐ δέχεσθαι τὸ δʼ ὑγρὸν διιέναι. διὸ καὶ τοὺς ὑγροὺς τῶν σκληρῶν ὀφθαλμιῶν ἀμείνους εἶναι πρὸς τὸ ὁρᾷν εἰ ὁ μὲν ἔξω χιτὼν ὡς λεπτότατος καὶ πυκνότατος εἴη τὰ δʼ ἐντὸς ὡς μάλιστα σομφὰ καὶ κενὰ πυκνῆς καὶ ἰσχυρᾶς σαρκὸς, ἔτι δὲ ἰκμάδος παχείας τε καὶ λιπαρᾶς, καὶ αἱ φλέβες κατὰ τούς ὀφθαλμιοὺς εὐθεῖαι καὶ ἄνικμοι καὶ ὁμοσχημονοῖεν τοῖς ἀποτυπουμένοις. τὰ γὰρ ὁμόφυλα μάλιστα ἕκαστον γνωρίζειν.

CAP. XI. Πρῶτον μὲν οὖν ἄτοπος ἡ ἀποτύπωσις

19
ἡ ἐν τῷ ἀέρι. δεῖ γὰρ ἔχειν πυκνότητα καὶ μὴ θρύπτεσθαι τὸ πυκνούμενον, ὥσπερ καὶ αὐτὸς λέγει παραβάλλων τοιαύτην εἶναι τὴν ἐντύπωσιν οἷον εἰ ἐκμάξειας εἰς σκληρόν. ἔπειτα μᾶλλον ἐν ὕδατι τυποῦσθαι δυνατὸν ὅσῳ πυκνότερον· ἧττον δὲ ὁρᾶται. καίτοι προσῆκε μᾶλλον. ὅλως δὲ ἀπορροὴν ποιοῦντι τῆς μορφῆς ὥσπερ ἐν τοῖς περὶ τῶν εἰδώλων τί δεῖ τὴν ἀποτύπωσιν ποιεῖν; αὐτὰ γὰρ ἐμφαίνεται τὰ εἴδωλα. εἰ δὲ δὴ τοῦτο συμβαίνει καὶ ὁ ἀὴρ ἀπομάττεται καθάπερ κηρὸς ὠθούμενος καὶ πυκνούμενος, πῶς καὶ ποῖά τις ἡ ἔμφασις γίνεται; δῆλον γὰρ ὡς ἐπὶ προσώπου τύπος ἔσται τῷ ὁρωμένῳ καθάπερ ἐν τοῖς ἄλλοις. τοιούτου δʼ ὄντος ἀδύνατον ἐξ ἐναντίας ἔμφασιν γίνεσθαι μὴ στραφέντος τοῦ τύπου. τοῦτο δὲ ὑπὸ τίνος ἔσται καὶ πῶς δεικτέον· οὐχ οἷόν τε γὰρ ἄλλως γίνεσθαι τὸ ὁρᾷν. ἔπειτα ὅταν ὁρᾶται πλείονα κατὰ τὸν αὐτὸν τόπον πῶς ἐν τῷ αὐτῷ ἀέρι πλείους ἔσονται τύποι; καὶ πάλιν πῶς ἀλλήλους ὁρᾷν ἐνδέχεται; τοὺς γὰρ τύπους ἀνάγκη συμβάλλειν ἑαυτοῖς, ἑκάτερον ἀντιπρόσωπον ὂν ἀφʼ ὧν ἐστίν. ὥστε τοῦτο ζήτησιν ἔχει. καὶ πρὸς τούτῳ διὰ τί ποτε ἕκαστος αὐτὸς αὐτὸν οὐχ ὁρᾷ; καθάπερ γὰρ τοῖς τῶν πέλας ὄμμασιν οἱ τύποι, καὶ τοῖς αὐτῶν ἐμφαίνοιντʼ ἄν· ἄλλως τε εἰ καὶ εὐθύς ἀντιπρόσωποι κεῖνται καὶ ταὐτὸ συμβαίνει πάθος ὧσπερ ἐπὶ τῆς ἠχοῦς. ἀνακλᾶσθαι γάρ φησι καὶ πρὸς αὐτὸν τὸν φθεγξάμενον τὴν φωνήν. ὅλως δὲ ἄτοπος ἡ τοῦ ἀέρος τύπωσις. ἀνάγκη γὰρ ἐξ ὧν λέγει πάντα ἐναποτυποῦσθαι τὰ σώματα καὶ πολλὰ ἐναλλάττειν, ὃ καὶ πρὸς τὴν ὄψιν ἐμπόδιον ἂν εἴη καὶ ἄλλως οὐκ εὔλογον. ἔτι δὲ εἴπερ ἡ τύπωσις διαμένει καὶ μὴ φανερῶν μηδὲ πλησίον ὄντων τῶν σωμάτων, ἐχρῆν ὁρᾷν εἰ καὶ μὴ νύκτωρ ἀλλὰ μεθʼ ἡμέραν. καίτοι τούς γε τύπους
20
οὐχ ἧττον εἰκὸς διαμένειν νυκτὸς ὅσῳ ἐμψυχρότερος ὁ ἀήρ. ἀλλʼ ἴσως τὴν ἔμφασιν ὁ ἥλιος ποιεῖ τὸ φῶς ὥσπερ ἐπιφέρων ἐπὶ τὴν ὄψιν, καθάπερ ἔοικε βούλεσθαι λέγειν. ἐπεὶ τό γε τὸν ἥλιον ἀπωθοῦντα ἀφʼ ἑαυτοῦ καὶ ἀποπλαττόμενον πυκνοῦν τὸν ἀέρα, καθάπερ φησὶν, ἄτοπον· διακρίνειν γὰρ πέφυκε μᾶλλον. ἄτοπον δὲ καὶ τὸ μὴ μόνον τοῖς ὄμμασιν ἀλλὰ καὶ τῷ ἄλλῳ σώματι μεταδιδόναι τῆς αἰσθήσεως. φηεὶ γὰρ διὰ τοῦτο κενότητα καὶ ὑγρότητα ἔχειν δεῖν τὸν ὀφθαλμὸν ἵνʼ ἐπιπλέον δέχηται καὶ τῷ ἄλλῳ σώματι παραδιδῷ. ἄλογον δὲ καὶ τὸ μάλιστα μὲν ὁρᾷν φάναι τὰ ὁμόφυλα, τὴν δὲ ἔμφασιν ποιεῖν τοῖς ἀλλόχρωσιν ὡς οὐκ ἐμφαινομένων τῶν ὁμοίων. τὰ δὲ μεγέθη καὶ τὰ διαστήματα πῶς φαίν εται καίπερ ἐπιχειρήσας λέγειν οὐκ ἀποδίδωσιν. περὶ μὲν οὖν ὄψεως ἰδίως ἔνια βουλόμενος λέγειν πλείω παραδίδωσι ζήτησιν. τὴν δʼ ἀκοὴν παραπλησίως ποιεῖ τοῖς ἄλλοις. εἰς γὰρ τὸ κενὸν ἐμπίπτοντα τὸν ἀέρα κίνησιν ἐμποιεῖν, πλὴν ὅτι κατὰ πᾶν μὲν ὁμοίως τὸ σῶμα εἰσιέναι μάλιστα δὲ καὶ πλεῖστον διὰ τῶν ὤτων, ὅτι διὰ πλείστου τε κενοῦ διέρχεται καὶ ἥκιστα διαμίμνει. διὸ καὶ κατὰ μὲν τὸ ἄλλο σῶμα οὐκ αἰσθάνεσθαι ταύτῃ δὲ μόνον. ὅταν δὲ ἐντὸς γένηται σκίδνασθαι διὰ τὸ τάχος· τὴν γὰρ φωνὴν εἶναι πυκνουμένου τοῦ ἀέρος καὶ μετὰ βίας εἰσιόντος. ὥσπερ οὖν ἐκτὸς ποιεῖ τῇ ἀφῇ τὴν αἴσθησιν οὕτω καὶ ἐντός. ὀξύτατον δʼ ἀκούειν, εἰ ὁ μὲν ἔξω χιτὼν εἴη πυκνὸς τὰ δὲ φλεβία κενὰ καὶ ὡς μάλιστα ἄνικμα καὶ εὔτρητα κατά τε τὸ ἄλλο σῶμα καὶ τὴν κεφαλὴν καὶ τὰς ἀκοὰς, ἔτι δὲ τὰ ὀστᾶ πυκνὰ καὶ ὁ ἐγκέφαλος εὔκρατος καὶ τὸ περὶ αὐτὸν ὡς ξηρότατον ἀθρόον γὰρ οὕτως εἰσιέναι τὴν φωνὴν ἅτε διὰ πολλοῦ κενοῦ καὶ ἀνίκμου καὶ εὐτρήτου εἰσιοῦσαν, καὶ ταχὺ
21
σκίδνασθαι καὶ ὁμαλῶς κατὰ τὸ σῶμα καὶ οὐδὲ ἐκπίκτειν ἔξω. τὸ μὲν οὖν (οὐ) σαφῶς ἀφορίζειν ὁμοίως ἔχει τοῖς άλλοις. ἄτοπον δὲ τὸ ἴδιον, κατὰ πᾶν τὸ σῶμα τὸν ψόφον εἰσιέναι, καὶ ὅταν εἰσέλθῃ διὰ τῆς ἀκοῆς διαχεῖσθαι κατὰ πᾶν, ὥσπερ οὐ ταῖς ἀκοαῖς ἀλλʼ ὅλῳ τῷ σώματι τὴν αἴσθησιν οὖσαν. εἰ γὰρ καὶ συμπάσχει τι τῇ ἀκοῇ διὰ τοῦτʼ οὐκ αἰσθάνεται. πάσαις γὰρ τοῦτό γε ὁμοίως ποιεῖ, καὶ οὐ μόνον ταῖς αἰσθήσεσιν ἀλλὰ καὶ τῇ ψυχῇ. καὶ περὶ μὲν ὄψεως καὶ ἀκοῆς οὕτως ἀποδίδωσι, τὰς δʼἄλλας αἰσθήσεις σχεδὸν ὁμοίας ποιεῖ τοῖς πλείστοις. περὶ δὲ τοῦ φρονεῖν ἐπὶ τοσοῦτον εἴρηκεν ὅτι γίνεται συμμέτρως ἐχούσης τῆς ψυχῆς μετὰ τὴν κίνησιν· ἐὰν δὲ περίθερμός τις ἢ περίψυχρος γένηται μεταλλάττειν φησί. διότι καὶ τούς παλαιούς καλῶς τοῦθʼ ὑπολαβεῖν ὅτι ἐστὶν ἀλλοφρονεῖν. ὥστε φανερὸν ὅτι τῇ κράσει τοῦ σώματος ποιεῖ τὸ φρονεῖν, ὅπερ ἴσως αὐτῷ καὶ κατὰ λόγον ἐστὶ σῶμα ποιοῦντι τὴν ψυχήν. αἱ μὲν οὖν περὶ αἰσθήσεως καὶ τοῦ, φρονεῖν δόξαι σχεδὸν αὗται καὶ τοσαῦται τυγχάνουσιν οὖσαι παρὰ τοῖς πρότερον.

CAP. XII. Περὶ δὲ τῶν αἰσθητῶν, τίς ἡ φύσις καὶ ποῖον ἕκαστόν ἐστιν, οἱ μὲν ἄλλοι παραλείπουσιν. τῶν μὲν γὰρ ὑπὸ τὴν ἀφὴν περὶ βαρέος καὶ κούφου καὶ θερμοῦ καὶ ψυχροῦ λέγουσιν, οἷον ὅτι τὸ μὲν μανὸν καὶ λεπτὸν θερμὸν, τὸ δὲ πυκνὸν καὶ παχὺ ψυχρὸν, ὥσπερ Ἀναξαγόρας διαιρεῖ τὸν ἀέρα καὶ τὸν αἰθέρα. σχεδὸν δὲ καὶ τὸ βαρὺ καὶ τὸ κοῦφον τοῖς αὐτοῖς καὶ ἔτι ταῖς ἄνω καὶ κάτω φοραῖς, καὶ πρὸς τούτοις περί τε φωνῶν ὅτι κίνησις τοῦ ἀέρος, καὶ περὶ ὁσμῆς ὅτι ἀπορροή τις. Ἐμπεδοκλῆς δὲ καὶ περὶ τῶν χρωμάτων, καὶ ὅτι τὸ μὲν λευκὸν τοῦ πυρὸς τὸ δὲ μέλαν τοῦ ὕδατος. οἱ δʼ ἄλλοι τοσοῦτον μόνον ὅτι τό τε

22
λευκὸν καὶ τὸ μέλαν ἀρχαὶ, τὰ δʼ ἄλλα μιγνυμένων γίνεται τούτων. καὶ γὰρ Ἀναξαγόρας ἁπλῶς εἰρηκε περὶ αὐτῶν. Δημόκριτος δὲ καὶ Πλάτων ἐπ πλεῖστόν εἰσιν ἡμμένοι, καθʼ ἕκαστον γὰρ ἀφορίζουσι· πλὴν ὁ μὲν οὐκ ἀποστερῶν τῶν αἰσθητῶν τὴν φύσιν, Δημόκριτος δὲ πάντα πάθη τῆς αἰσθήσεως ποιῶν. ποτέρως μὲν οὖν ἔχει τἀληθὲς οὐκ ἂν εἰη(νῦν) λόγος. ἐφ ὅσον δὲ ἑκάτερος ἧπται καὶ πῶς ἀφώρικε πειρασθῶμεν ἀποδοῦναι πρότερον εἰπόντες τὴν ὅλην ἔφοδον ἑκατέρου. Δημόκριτος μὲν οὖν οὐχ ὁμοίως λέγει περὶ πάντων ἀλλὰ τὰ μὲν τοῖς μεγέθεσι τὰ δὲ τοῖς σχήμασιν ἔνια δὲ τάξει καὶ θέσει διορίζει. Πλάτων δὲ σχεδὸν ἅπαντα πρὸς τὰ πάθη καὶ τὴν αἴσθησιν ἀποδίδωσιν. ὥστε δόξειεν ἂν ἑκάτερος ἐναντίως τῇ ὑποθέσει λέγειν. ὁ μὲν γὰρ πάθη ποιῶν τῆς αἰσθήσεως καθʼαὑτὰ διορίζει τὴν φύσιν· ὁ δὲ καθʼ αὑτὰ ποιῶν ταῖς οὐσίαις πρὸς τὰ πάθη τῆς αἰσθήσεως ἀποδίδωσι.

CAP. XIII. Βαρὺ μὲν οὖν καὶ κοῦφον τῷ μεγέθε διαιρεῖ Δημόκριτος. εἰ γὰρ διακριθῇ ἔνθεν ἕκαστον εἰ καὶ κατὰ σχῆμα διαφέροι, σταθμὸν ἂν ἐπὶ μεγέθεν τὴν φύσιν ἔχειν. οὐ μὴν ἀλλʼ ἔν γε τοῖς μικτοῖς κουφότερον ἂν εἶναι τὸ πλέον ἔχον κενὸν, βαρύτερον δὲ τὸ ἔλαττον. ἐν ἐνίοις μὲν οὕτως εἴρηκεν. ἐν ἄλλοις δὲ κοῦφον εἶναί φησιν ἁπλῶς τὸ λεπτόν. παραπλησίως δὲ καὶ περὶ σκληροῦ καὶ μαλακοῦ. σκληρὸν μὲν γὰρ εἶναι τὸ πυκνὸν, μαλακὸν δὲ τὸ μανὸν, καὶ τὸ μᾶλλόν τε καὶ ἧττον καὶ μάλιστα κατὰ λόγον. διαφέρειν δʼ ἔτι τὴν θέσιν καὶ τὴν ἐναπόλειψιν τῶν κενῶν τοῦ σκληροῦ καὶ μαλακοῦ καὶ βαρέος καὶ κούφου. διὸ σκληρότερον μὲν εἶναι σίδηρον βαρύτερον δὲ μόλυβδον· τὸν μὲν γὰρ σίδηρον ἀνωμάλως συγκεῖσθαι καὶ τὸ κενὸν ἔχειν πολλαχῆ καὶ κατὰ μεγάλα πεπυκνῶσθαι

23
καὶ κατὰ ἔνια, ἀπλῶς δὲ πλέον ἔχειν κενόν. τὸν δὲ μόλυβδον ἔλαττον ἔχοντα κενὸν ὁμαλῶς συγκεῖσθαι κατὰ πᾶν ὁμοίως, διὸ βαρύτερον μὲν μαλακώτερον δʼ εἶναι τοῦ σιδήρου. περὶ μὲν βαρέος καὶ κούφου καὶ σκληροῦ καὶ μαλακοῦ ἐν τούτοις ἀφορίζει. τῶν δʼ ἄλλων αἰσθήσεων οὐδενὸς εἶναι φύσιν ἀλλὰ πάντα πάθη τῆς αἰσθήσεως ἀλλοιουμένης ἐξ ἧς γίνεσθαι τὴν φαντασίαν. οὐδὲ γὰρ τοῦ ψυχροῦ καὶ τοῦ θερμοῦ φύσιν ὑπάρχειν ἀλλὰ τὸ σχῆμα μεταπίπτον ἐργάζεσθαι καὶ τὴν ἡμετέραν ἀλλοίωσιν· ὅτι γὰρ ἂν ἄθρουν ᾖ τοῦτʼ ἐνισχύειν ἑκάστῳ, τὸ δʼ εἰς μικρὰ διανενημένον ἀναίσθητον εἶναι. σημεῖον δὲ ὡς οὐκ εἰσὶ φύσει τὸ μὴ ταὐτὰ πᾶσι φαίνεσθαι τοῖς ζώοις ἀλλʼ ὃ ἡμῖν γλυκὺ τοῦτ᾿ ἄλλοις πικρὸν καὶ ἑτέροις ὀξὺ καὶ ἄλλοις δριμὺ τοῖς δὲ στρυφνὸν, καὶ τὰ ἄλλα δὲ ὡσαύτως. ἔτι δʼ αὐτοὺς μεταβάλλειν τῇ κράσει καὶ τὰ πάθη κατὰ τὰς ἡλικίας· καὶ φανερὸν ὡς ἡ διάθεσις αἰτία τῆς φαντασίας. ἀπλῶς μὲν οὖν περὶ τῶν αἰσθητῶν οὕτως δεῖν ὑπολαμβάνειν. οὐ μὴν ἀλλʼ ὥσπερ καὶ τὰ ἄλλα καὶ ταῦτα ἀνατίθησι τοῖς σχήμασι· πλὴν οὐχ ἀπάντων ἀποδίδωσι τὰς μορφὰς ἀλλὰ μᾶλλον τῶν χυλῶν καὶ τῶν χρωμάτων, καὶ τούτων ἀκριβέστερον διορίζει τὰ περὶ τούς χυλούς ἀναφέρων τὴν φαντασίαν πρὸς ἄνθρωπον. τὸν μὲν οὖν ὀξὺν εἶναι τῷ σχήματι γωνιοειδῆ τε καὶ πολυκαμπῆ καὶ μικρὸν καὶ λεπτόν. διὰ γὰρ τὴν δριμύτητα ταχὺ καὶ πάντη διαδύνεσθαι, τραχὺν δʼ ὄντα καὶ γωνιοειδῆ συνάγειν καὶ συσπᾷν, διὸ καὶ θερμαίνειν τὸ σῶμα κενότητας ἐμποιούντα· μάλιστα γαρ θερμαίνεσθαι τὸ πλεῖστον ἔχον κενόν. τὸν δὲ γλυκὺν ἐκ περιφερῶν συγκεῖσθαι σχημάτων οὐκ ἄγαν μικρῶν, διὸ καὶ διαχεῖν ὅλως τὸ σῶμα καὶ οὐ βιαίως καὶ οὐ ταχ πάντα περαίνειν· τούς δʼ ἄλλους
24
ταράττειν ὅτι διαδύνων πλανᾷ τὰ ἄλλα καὶ ὑγραίνει· ὑγραινόμενα δὲ καὶ ἐκ τῆς τάξεως κινούμενα συρρεῖν εἰς τὴν κοιλίαν· ταύτην γὰρ εὐπορώτατον εἶναι διὰ τὸ ταύτῃ πλεῖστον εἶναι κενόν. τὸν δὲ στρυφνὸν ἐκ μεγάλων σχημάτων καὶ πολυγωνίων καὶ περιφερὲς ἥκιστ᾿ ἐχόντων· ταῦτα γὰρ ὅταν εἰς τὰ σώματα ἔλθῃ ἐπιτυφλοῦν ἐμπλάττοντα τὰ φλεβία καὶ κωλύειν συρρεῖν, διὸ καὶ τὰς κοιλίας ἱστάναι. τὸν δὲ πικρὸν ἐκ μικρῶν καὶ λείων καὶ περιφερῶν τὴν περιφέρειαν εἰληχότα καὶ καμπὰς ἔχουσαν, διὸ καὶ γλίσχρὸν καὶ κολλώδη. ἁλμυρὸν δὲ τὸ ἐκ μεγάλων καὶ οὐ περιφερῶν ἀλλʼ ἐπʼ ἐνίων μὲν σκαληνῶν διὸ οὐδὲ πολυκαμπῶν. βούλεται δὲ σκαληνὰ λέγειν ἅπερ παράλλαξιν ἔχει πρὸς ἄλληλα καὶ συμπλοκήν. μεγάλων μὲν ὅτι ἡ ἁλμυρὶς ἐπιπολάζει· μικρὰ γὰρ ὄντα καὶ τυπτόμενα τοῖς περιέχουσι μίγνυσθαι ἄν ἐν τῷ παντί· οὐ περιφερῶν δὲ ὅτι τὸ μὲν ἁλμυρὸν τραχὺ τὸ δὲ περιφερὲς λεῖον· οὐ σκαληνὸν δὲ διὰ τὸ μὴ περιπλάττεσθαι, διὸ ψαφαρὸν εἶναι. τὸν δὲ δριμὺν μικρὸν καὶ περιφερῆ καὶ γωνιοειδῆ, σκαληνὸν δὲ οὐκ ἔχειν. τὸν μὲν γὰρ δριμὺν πολυγώνιον ποιεῖν τῇ τραχύτητι, θερμαίνειν καὶ διαχεῖν διὰ τὸ μικρὸν εἶναι καὶ περιφερῆ καὶ γωνιοειδῆ· καὶ γὰρ τὸ γωνιοειδὲς εἶναι τοιοῦτον. * ὡσαύτως δὲ καὶ τὰς ἄλλας ἑκάστου δυνάμεις ἀποδίδωσιν ἀνάγων εἰς τὰ σχήματα. ἀπάντων δὲ τῶν σχημάτων οὐδὲν ἀκέραιον εἷναι καὶ ἀμιγὲς τοῖς ἄλλοις ἀλλʼ ἐν ἑκάστῳ πολλὰ εἶναι καὶ τὸν αὐτὸν ἔχειν λείου καὶ τραχέος καὶ περιφεροῦς καὶ ὀξέος καὶ τῶν λοιπῶν. οὐ δʼ ἂν ἐνῇ πλεῖστον τοῦτο μάλιστα ἐνισχύειν πρός τε τὴν αἱσθησιν καὶ τὴν δύναμιν. ἔτι δὲ εἰς ὁποίαν ἔξιν ἂν εἰσέλθῃ διαφέρειν οὐκ ὀλίγον. καὶ διὰ τοῦτο τὸ αὐτὸ τἀναντία, καὶ τἀναντία
25
τὸ αὐτὸ πάθος ποιεῖν ἐνίοτε. καὶ περὶ μὲν τῶν χυλῶν οὕτως ἀφώρικεν· ἄτοπον δʼ ἂν φανείη πρῶτον μὲν τὸ μὴ πάντων ὁμοίως ἀποδοῦναι τὰς αἰτίας ἀλλὰ βαρὺ μὲν καὶ κοῦφον καὶ μαλακὸν καὶ σκληρὸν καὶ μεγέθει καὶ σμικρότητι καὶ τῷ μανῷ καὶ πυκνῷ, θερμὸν δὲ καὶ ψυχρὸν καὶ τὰ ἄλλα τοῖς σχήμασιν. ἔπειτα βαρέος μὲν καὶ κούφου καὶ σκληροῦ καὶ μαλακοῦ καθʼ αὑτὰ ποιεῖν φύσεις· μέγεθος μὲν γὰρ καὶ σμικρότης καὶ τὸ πυκνὸν καὶ τὸ μανὸν οὐ πρὸς ἕτερόν ἐστι· θερμῶν δὲ καὶ ψυχρῶν καὶ τῶν ἄλλων πρὸς τὴν αἴσθησιν, καὶ ταῦτα πολλάκις λέγοντα διότι τοῦ χυμοῦ τὸ σχῆμα σφαιροειδές. ὅλως δὲ μέγιστον ἐναντίωμα καὶ κοινὸν ἐπὶ πάντων ἅμα μὲν πάθη ποιεῖν τῆς αἰσθήσεως ἅμα δὲ τοῖς σχήμασι διορίζειν· καὶ τὸ αὐτὸ φαίνεσθαι τοῖς μὲν πικρὸν τοῖς δὲ γλυκὺ τοῖς δʼ ἄλλο· οὐχ οἷόν τε γὰρ τὸ σχῆμα πάθος εἶναι οὔτε ταὐτὸ τοῖς μὲν σφαιροειδὲς τοῖς δʼ ἄλλως. ἀνάγκη δʼ εἴπερ ὡς εἶπε τοῖς μὲν γλυκὺ τοῖς δὲ πικρὸν --- οὐδὲ κατὰ τὰς ἡμετέρας ἔξεις μεταβάλλειν τὰς μορφάς. ἀπλῶς δὲ τὸ μὲν σχῆμα καθʼ αὑτό ἐστι, τὸ δὲ γλυκὺ καὶ ὅλως τὸ αἰσθητὸν πρὸς ἄλλο καὶ ἐν ἄλλοις ὥς φησιν. ἄτοπον δὲ καὶ τὸ πᾶσιν ἀξιοῦν ταὐτὸ φαίνεσθαι τῶν αὐτῶν αἰσθανομένοις καὶ τούτων τὴν ἀλήθειαν ἐλέγχειν, καὶ ταῦτα εἰρηκότα πρότερον τὸ τοῖς ἀνομοίως διακειμένοις ἀνόμοια φαίνεσθαι καὶ πάλιν τὸ μηθὲν μᾶλλον ἕτερον ἑτέρου τυγχάνειν τῆς ἀληθείας. εἰκὸς γὰρ τὸ βέλτιον τοῦ χείρονος καὶ τὸ ὑγιαῖνον τοῦ κάμνοντος· κατὰ φύσιν γὰρ μᾶλλον. ἔτι δὲ εἴπερ μή ἐστι φύσις τῶν αἰσθητῶν διὰ τὸ μὴ ταὐτὰ πᾶσι φαίνεσθαι, δῆλον ὡς οὐδὲ τῶν ζώων οὐδὲ τῶν ἄλλων σωμάτων· οὐδὲ γὰρ περὶ τούτων ὁμοδοξοῦσι. καίτοι εἰ μὴ καὶ. διὰ τῶν αὐτῶν γίνεται πᾶσι τὸ γλυκὺ καὶ τὸ πικρὸν,
26
ἀλλʼ ἣ γε φύσις τοῦ πικροῦ καὶ τοῦ γλυκέος ἡ αὐτὴ φαίνεται πᾶσιν. ὅπερ καὶ αὐτὸς ἂν δόξειεν ἐπιμαρτυρεῖν. πῶς γὰρ ἄν τὸ ἡμῖν πικρὸν ἄλλοις ἦν γλυκὺ καὶ στρυφνὸν εἰ μή τις ἦν ὡρισμένη φύσις αὐτῶν. ἔτι δὲ ποιεῖ σαφέστερον ἐν οἷς φησὶ γίνεσθαι μὲν ἕκαστον καὶ εἶναι κατʼ ἀλήθειαν * ἰδίως δὲ ἐπὶ μικροῦ μοῖραν ἔχειν συνέσεως. ὥστε διά τε τούτων ἐναντίον ἄν φανείη τὸ μὴ ποιεῖν φύσιν τινὰ τῶν αἰσθητῶν, καὶ πρὸς τούτοις ὅπερ ἐλέχθη καὶ πρότερον, ὅταν σχῆμα μὲν ἀποδιδῷ τῆς οὐσίας ὥσπερ καὶ τῶν ἄλλων μὴ εἶναι δὲ λέγῃ φύσιν· ἢ γὰρ οὐδενὸς ὅλως ἢ καὶ τούτων ἔσται τῆς αὐτῆς γε ὑπαρχούσης αἰτίας. ἔτι δὲ τὸ θερμόν τε καὶ ψυχρὸν ἅπερ ἀρχὰς τιθέασιν εἰκὸς ἔχειν τινὰ φύσιν, εἰ δὲ ταῦτα καὶ τὰ ἄλλα. νῦν δὲ σκληροῦ μὲν καὶ μαλακοῦ καὶ βαρέος καὶ κούφου ποιεῖ τὴν οὐσίαν, ἅπερ οὐχ ἧττον ἔδοξε λέγεσθαι πρὸς ἡμᾶς, θερμοῦ δὲ καὶ ψυχροῦ καὶ τῶν ἄλλων οὐδενός. καίτοι τό γε βαρὺ καὶ κοῦφον ὅταν διορίζῃ τοῖς μεγέθεσιν ἀνάγκη τὰ ἀπλᾶ πάντα τὸν αὐτὸν ἔχειν ὅρον τῆς μορφῆς, ὥστε μιᾶς τινος ἂν ὕλης εἴη καὶ τῆς αὐτῆς φύσεως. ἀλλὰ περὶ μὲν τούτων ἔοικε συνηκολουθηκέναι τοῖς ποιοῦσιν ὅλως τὸ φρονεῖν κατὰ τὴν ἀλλοίωσιν, ἥπερ ἐστὶν ἀρχαιοτάτη δόξα. πάντες γὰρ οἱ παλαιοὶ καὶ οἱ ποιηταὶ καὶ σοφοὶ κατὰ τὴν διάθεσιν ἀποδιδόασι τὸ φρονεῖν. τῶν δὲ χυλῶν ἑκάστῳ τὸ σχῆμα ἀποδίδωσι πρὸς τὴν δύναμιν ἀφομοιῶν τὴν ἐν τοῖς πάθεσιν· ὅπερ οὐ μόνον ἐξ ἐκείνων ἀλλὰ καὶ ἐκ τῶν αἰσθητηρίων ἔδει συμβαίνειν ἄλλως τε καὶ πάθη τούτων ἐστίν. οὐ γὰρ πᾶν τὸ σφαιροειδὲς οὐδὲ τὰ ἄλλα σχήματα τὴν αὐτὴν ἔχει δύναμιν, ὥστε καὶ κατὰ τὸ ὑποκείμενον ἔδει διορίζειν πότερον ἐξ ὁμοίων ἢ ἐξ ἀμφοῖν ἐστί, καὶ πῶς ἡ τῶν αἰσθήσεων ἀλλοίωσις γίνεται,
27
καὶ πρὸς τούτοις ὁμοίως ἐπὶ πάντων ἀποδοῦναι τῶν διὰ τῆς ἁφῆς καὶ μὴ μόνον τὰ περὶ γεῦσιν. ἀλλὰ καὶ ταῦτα μὲν ἤτοι διαφοράν τινα ἔχει πρὸς τούς χυλοὺς ἢν ἔδει διελεῖν, ἢ καὶ παρεῖται δυνατὸν ὄν ὁμοίως εἰπεῖν. τῶν δὲ χρωμάτων ἁπλᾶ μὲν λέγει τέτταρα. λευκὸν μὲν οὖν εἶναι τὸ λεῖον. ὃ γὰρ ἂν μὴ τραχὺ μηδʼ ἐπισκιάζῃ μηδὲ δυσδίοδον ᾖ τοιοῦτον πᾶν λαμπρὸν εἶναι. δεῖ δὲ καὶ εὐθύτρυπα καὶ διαυγῆ τὰ λαμπρὰ εἶναι. τὰ μὲν οὖν σκληρὰ τῶν λευκῶν ἐκ τοιούτων σχημάτων συγκεῖσθαι οἷον ἡ ἐντὸς πλὰξ τῶν κογχυλίων· οὕτω γὰρ ἂν ἄσκια καὶ εὐαγῆ καὶ εὐθύπορα εἶναι. τὰ δὲ ψαθυρὰ καὶ εὔθρυπτα ἐκ περιφερῶν μὲν λοξῶν τῇ θέσει πρὸς ἄλληλα· καὶ τὰς δύο συζεύξεις τήν τ᾿ ὅλην τάξιν ἔχειν ὅτι μάλιστα ὁμοίαν. τοιούτων δʼ ὄπτων ψαθυρὰ μὲν εἶναι διότι κατὰ μικρὸν ἡ σύναψις· εὔθρυπτα δὲ ὅτι ὁμοίως κεῖνται· ἄσκια δὲ διότι λεῖα καὶ πλατέα· λευκότερα δʼ ἄλλα ἄλλων τῷ τὰ σχήματα τὰ εἰρημένα καὶ ἀκριβέστερα καὶ ἀμιγέστερα εἶναι καὶ τὴν τάξιν καὶ τὴν θέσιν ἔχειν μᾶλλον τὴν εἰρημένην. τὸ μὲν οὖν λευκὸν ἐκ τοιούτων εἶναι σχημάτων. τὸ δὲ μέλαν ἐκ τῶν ἐναντίων ἐκ τραχέων καὶ σκαληνῶν κοὶ ἀνομοίων· οὕτω γὰρ ἂν σκιάζειν καὶ οὐκ εὐθεῖς εἶναι τοὺς πόρους οὐδʼ εὐδιόδους. ἔτι δὲ τὰς ἀπορροίας νωθεῖς καὶ ταραχώδεις· διαφέρειν γάρ τι καὶ τὴν ἀπορροὴν τῷ ποιὰν εἶναι πρὸς τὴν φαντασίαν ἣν γίνεσθαι διὰ τὴν ἐναπόληψιν τοῦ ἀέρος ἀλλοίαν. ἐρυθρὸν δʼ ἐξ οἵωνπερ τὸ θερμὸν, πλὴν ἐκ μειζόνων. ἐὰν γὰρ αἱ συγκρίσεις ὦσι μείζους ὁμοίων ὄντων τῶν σχημάτων μᾶλλον ἐρυθρὸν εἶναι. σημεῖον δʼ ὅτι ἐκ τοιούτων τὸ ἐρυθρόν· ἡμᾶς τε γὰρ θερμαινομένους ρυθραίνεσθαι καὶ τὰ ἄλλα τὰ πυρούμενα μέχρις ἂν οὗ ἔχῃ τὸ τοῦ πυροειδοῦς. ἐρυθρότερα δὲ τὰ ἐκ μεγάλων
28
ὄντα σχημάτων οἷον τὴν φλόγα καὶ τὸν ἄνθρακα τῶν χλωρῶν ξύλων ἢ τῶν αὔων. καὶ τὸν σίδηρον δὲ καὶ τὰ ἄλλα τὰ πυρούμενα· λαμπρότατα μὲν γὰρ εἶναι τὰ πλεῖστον ἔχοντα καὶ λεπτότατον πῦρ, ἐρυθρότερα δὲ τὰ παχύτερον καὶ ἔλαττον. διὸ καὶ ἧττον εἶναι θερμὰ τὰ ἐρυθρότερα· θερμὸν μὲν γὰρ τὸ λεπτόν. τὸ δὲ χλωρὸν ἐκ τοῦ στερεοῦ καὶ τοῦ κενοῦ συνεστάναι --- μεγάλων ἐξ ἀμφοῖν τῇ θέσει καὶ τῇ τάξει αὐτῶν τὴν χρόαν. τὰ μὲν οὖν ἁπλᾶ χρώματα τούτοις κεχρῆσθαι τοῖς σχήμασιν· ἕκαστον δὲ καθαρώτερον ὅσῳ ἂν ἐξ ἀμιγεστέρων ᾖ τὰ δὲ ἄλλα κατὰ τὴν τούτων μίξιν· οἷον τὸ μὲν χρυσοειδὲς καὶ τὸ τοῦ χαλκοῦ καὶ πᾶν τὸ τοιοῦτον ἐκ τοῦ λευκοῦ καὶ τοῦ ἐρυθροῦ· τὸ μὲν γὰρ λαμπρὸν ἔχειν ἐκ τοῦ λευκοῦ, τὸ δὲ ὑπέρυθρον ἀπὸ τοῦ ἐρυθροῦ· πίπτειν γὰρ εἰς τὰ κενὰ τοῦ λευκοῦ τῇ μίξει τὸ ἐρυθρόν. ἐὰν δὲ προστεθῇ τούτοις τὸ χλωρὸν γίνεσθαι τὸ κάλλιστον χρῶμα, δεῖν δὲ μικρὰς τοῦ χλωροῦ τὰς συγκρίσεις εἶναι· μεγάλας γὰρ οὐχ οἷόν τε συγκειμένων οὕτω τοῦ λευκοῦ καὶ τοῦ ἐρυθροῦ. διαφόρους δʼ ἔσεσθαι τὰς χρόας τῷ πλέον καὶ ἔλαττον λαμβάνειν. τὸ δὲ πορφυροῦν ἐκ λευκοῦ καὶ μέλανος καὶ ἐρυθροῦ, πλείστην μὲν μοῖραν ἔχοντος τοῦ ἐρυθροῦ, μικρὰν δὲ τοῦ μέλανος μέσην δὲ τοῦ λευκοῦ, διὸ καὶ ἡδὺ φαίνεσθαι πρὸς τὴν αἴσθησιν. ὅτι μὲν οὖν τὸ μέλαν καὶ τὸ ἐρυθρὸν αὐτῷ ἐνυπάρχει φανερὸν εἶναι τῇ ὄψει, διότι δὲ τὸ λευκὸν τὸ λαμπρὸν καὶ διαυγὲς σημαίνειν, ταῦτα γὰρ ποιεῖν τὸ λευκόν. τὴν δʼ ἴσατιν ἐκ μέλανος σφόδρα καὶ χλωροῦ, πλείω δὲ μοῖραν ἔχειν τοὐ μέλανος· τό δὲ πράσινον ἐκ πορφυροῦ καὶ τῆς ἰσάτιδος, ἢ ἐκ χλωροῦ καὶ πορφυροειδοῦς. τὸ γὰρ θεῖον εἶναι τοιοῦτον καὶ μετέχειν τού λαμπροῦ. τὸ δὲ κυανοῦν ἐξ ἰσάτιδος καὶ πυρώδους, σχημάτων δὲ περιφερῶν
29
καὶ βελονοειδῶν ὅπως τὸ στίλβον τῷ μέλανι ἐνῇ. τὸ δὲ καρύῖνον ἐκ χλωρο καὶ κυανοειδοῦς· ἐὰν δὲ (πλέον) χλωρὸν μιχθῇ φλογοειδὲς γίνεσθαι, τὸ γὰρ ἄσκιον καὶ μελανόχρων ἐξείργεσθαι. σχεδὸν δὲ καὶ τὸ ἐρυθρὸν τῷ λευκῷ μιχθὲν χλωρὸν ποιεῖν εὐαγὲς καὶ οὐ μέλαν· διὸ καὶ τὰ φυόμενα χλωρὰ τὸ πρῶτον εἶναι πρὸ τοῦ θερμανθῆναι καὶ διαχεῖσθαι. καὶ πλήθει μὲν τοσούτων ἐπιμέμνηται χρωμάτων, ἄπειρα δὲ εἶναι τὰ χρώματα καὶ τοὺς χυλούς κατὰ τὰς μίξεις, ἔαν τις τὰ μὲν ἀφαιρῇ τὰ δὲ προστιθῇ καὶ τῶν μὲν ἔλαττον μίσγῃ τῶν δὲ πλέον. οὐθὲν γὰρ ὅμοιον ἔσεσθαι θάτερον θατέρου.

CAP. XIV. Πρῶτον μὲν οὖν τὸ πλείους ἀποδοῦναι τὰς ἀρχὰς ἔχει τινὰ ἀπορίαν, οἱ γὰρ ἄλλοι τὸ λευκὸν καὶ τὸ μέλαν ὡς τούτων ἁπλῶν ὄντων μόνων. ἔπειτα τὸ μὴ πᾶσι τοῖς λευκοῖς μίαν ποιῆσαι τὴν μορφὴν ἀλλʼ ἑτέραν τοῖς σκληροῖς καὶ τοῖς ψαθυροῖς. οὐ γὰρ εἰκὸς ἄλλην αἰτίαν εἶναί τοῖς διαφόροις κατὰ τὴν ἁφὴν, οὐδʼ ἄν εἴποις τὸ σχῆμα αἴτιον εἶναι τῆς διαφορᾶς ἀλλὰ μᾶλλον τὴν θέσιν. ἐνδέχεται γὰρ καὶ τὰ περιφερῆ καὶ ἁπλῶς πάντα ἐπισκιάζειν ἑαυτοῖς. σημεῖον δὲ· καὶ γὰρ αὐτὸς ταύτην φέρει τὴν πίστιν, ὅσα τῶν λείων μέλανα φαίνεται. διὰ γὰρ τὴν σύμφυσιν καὶ τὴν τάζιν ὡς τὴν αὐτὴν ἔχοντα τῷ μέλανι φαίνεσθαι τοιαῦτα. καὶ πάλιν ὅσα λευκὰ τῶν τραχέων. ἐκ μεγάλων γὰρ εἶναι ταῦτα καὶ τὰς συνδέσεις οὐ περιφερεῖς ἀλλὰ πῶροκρόσσας· καὶ τῶν σχημάτων τὰς μορφᾶς μιγνυμένας, ὥσπερ --- ἡ ἀνάβασις καὶ τὰ πρὸ τῶν τειχῶν ἔχει σώματα· τοιοῦτον γὰρ ὄν ἄσκιον εἶναι καὶ οὐ κωλύεσθαι τὸ λαμπρόν. πρὸς δὲ τούτοις πῶς λέγει καὶ ἐξ ὧν τὸ λευκὸν ἐνίων γίνεσθαι μέλαν, εἰ τεθείησαν οὕτως ὥστʼ ἐπισκιάζειν; ὅλως δὲ τοῦ διαφανοῦς καὶ τοῦ

30
λαμπροῦ μᾶλλον ἔοικε τὴν φύσιν ἢ τοῦ λευκοῦ λέγειν. τὸ γὰρ εὐδίοπτον εἶναι καὶ μὴ ἐπαλλάττειν τοὺς πόρους τοῦ διαφανοῦς· ἐπὶ πόσα δὲ λευκὰ τοῦ διαφανοῦς ἔτι δὲ τὸ μὲν εὐθεῖς εἶναι τῶν λευκῶν τοὺς πόρους, τῶν δὲ μελάνων ἐπαλλάττειν ὡς εἰσιούσης τῆς φύσεως ὑπολαβεῖν ἐστίν, ὁρᾷν δέ φασι διὰ τὴν ἀπορροὴν καὶ τὴν ἔμφασιν τὴν εἰς τὴν ὄψιν· εἰ δὲ τοῦτο ἐστὶ, τί διοίσει τοὺς πόρους κεῖσθαι κατʼ ἀλλήλους ἢ ἐπαλλάττειν; οὐδὲ τὴν ἀπορροὴν ἀπὸ τοῦ κενοῦ πως γίνεσθαι ῥᾴδιον ὑπολαβεῖν· ὥστε λεκτέον τούτου τὴν αἰτίαν. ἔοικε γὰρ ἀπὸ τοῦ φωτὸς ἢ ἀπὸ ἄλλου τινὸς ποιεῖν τὸ λευκόν. διὸ καὶ τὴν παχύτητα τοῦ ἀέρος αἰτιᾶται πρὸς τὸ φαίνεσθαι μέλαν. ἔτι δὲ οἷς τὸ μέλαν ἀποδίδωσι οὐ ῥᾴδιον καταμαθεῖν· ἡ σκιὰ γὰρ μέλαν τι καὶ ἐπιπρόσθησίς ἐστι τοῦ λευκοῦ· διὸ πρῶτον τὸ λευκὸν τὴν φύσιν. ἅμα δὲ οὐ μόνον τὸ ἐπισκιάζειν ἀλλὰ καὶ τὴν παχύτητα τοῦ ἀέρος καὶ τῆς εἰσιούσης ἀπορροῆς αἰτιᾶται καὶ τὴν ταραχὴν τοῦ ὀφθαλμοῦ. πότερον δὲ ταῦτα συμβαίνει διὰ τὸ μὴ εὐδίοπτον ἢ καὶ ἄλλως γίνοιτʼ ἂν καὶ ποίῳ τὸ μέλαν οὐ διασαφεῖ. ἄτοπον δὲ καὶ τὸ χλωρῶν μὴ ἀποδοῦναι μορφὴν ἀλλὰ μόνον ἐκ τοῦ στερεοῦ καὶ τοῦ κενοῦ ποιεῖν. κοινὰ γὰρ ταὐτά τε πάντων καὶ ἐξ ὁποιωνοῦν ἔσται σχημάτων. χρὴ δʼ ὥσπερ καὶ τοῖς ἄλλοις ἱδιόν τε ποιῆσαι. καὶ εἰ μὲν ἐναντίον τῷ ἐρυθρῷ, καθάπερ τὸ μέλαν τῷ λευκῷ, τὴν ἐναντίαν ἔχει μορφήν· εἰ δʼ εἴη μὴ ἐναντίον αὐτὸ τούτʼ ἄν τις θαυμάσειεν ὅτι τὰς ἀρχὰς οὐκ ἐναντίας ποιεῖ· δοκεῖ γὰρ ἐν πᾶσιν οὕτως. μάλιστα δʼ ἐχρῆν τοῦτο διακριβοῦν ποῖα τῶν χρωμάτων ἁπλᾶ, καὶ διὰ τί τὰ μὲν σύνθετα τὰ δὲ ἀσύνθετα· πλείστη γὰρ ἀπορία περὶ τῶν ἀρχῶν. ἀλλὰ τοῦτο μὲν ἴσως χαλεπόν. ἐπεὶ καὶ τῶν χυμῶν εἴ τις δύναιτο τούς ἁπλοῦς ἀπο
31
δοῦναι μᾶλλον ἂν ὅδε λέγοι. περὶ δὲ ὀσμῆς προσαφορίζειν παρῆκε, πλὴν τοσοῦτον ὅτι τὸ λεπτὸν ἀπορρέον ἀπὸ τῶν βαρέων ποιεῖ τὴν ὀδμήν. ποῖον δέ τι τὴν σύσιν ὂν ὑπὸ τίνος πάσχει οὐκέτι προσέθηκεν, ὅπερ ἴσως ἦν κυριώτατον. Δημόκριτος μὲν οὖν οὕτως ἔνια παρσλείπει.

CAP. XV. Πλάτων δὲ θερμὸν μὲν εἶναί φησι τὸ διακρῖνον διʼ ὀξύτητα τῶν γωνιῶν· ψυχρὸν δὲ ὅταν τῆς ὑγρότητος ἐκκρίνηται τὰ ἐλάττω καὶ μὴ δυνάμενα εἰσιέναι τὰ μείζω κύκλῳ περιωθῇ· τῇ γὰρ μάχῃ τρόμον καὶ τῷ πάθει ῥῖγος εἶναι ὄνομα. σκληρὸν δὲ ᾦ ἂν ἡ σάρξ ὑκείκῃ, μαλακὸν δὲ ὃ ἂν τῇ σαρκὶ. καὶ πρὸς ἄλληλα ὁμοίως. ὑπείκειν δὲ τὸ μικρὰν ἔχον βάσιν. βαρὺ δὲ καὶ κουφον τῷ μὲν ἄνω καὶ κάτω διορίζειν οὐ δεῖν, οὐ γὰρ εἶναι τοιούτων φύσιν. ἀλλὰ κοῦφον μὲν εἶναι τὸ εἰς τὸν ταρὰ φύσιν τόπον ῥᾳδίως ἑλκόμενον, βαρὺ δὲ τὸ χαλεπῶς τραχὺ δὲ καὶ λεῖον ὡς ίκανῶς ὄντα φανερὰ παραλείπει καὶ οὐ λέγει. ἡδὺ δὲ τὸ ἀπιὸν εἰς τὴν φύσιν ἀθρόον πάθος, τὸ δὲ παρὰ φύσιν καὶ βίᾳ λυπηρὸν, τὰ δὲ μέσα καὶ ἀναίσθητα ἀνὰ λόγον. διὸ καὶ κατὰ τὸ ὁρᾷν οὐκ εἶναι λύπην οὔθʼ ἡδονὴν τῇ διακρίσει καὶ συγκρίσει περὶ δὲ χυμῶν ἐν μὲν τοῖς περὶ ὕδατος τέτταρα λέγει ὕδατος εἴδη· ἐν χυλοῖς μὲν οἶνον, ὀπὸν, ἔλαιον, μέλι, ἐν δὲ τοῖς πάθεσι τὸν γεώδη χυμόν· --- καὶ διὰ ταῦτα συνάγοντα τοὺς χυμούς καὶ συγκρίνοντα τὰ μὲν τραχύτερα στρυφνὰ εἶναι, τὰ δὲ ἧττον αὐστηρά. τὸ δὲ ρυπτικὸν τῶν πόρων καὶ ἀποκαθαρτικὸν ἁλμυρόν· τὸ δὲ σφόδρα ῥυπτικὸν ὥστε καὶ ἐκτήκειν πικρόν. τὰ δὲ θερμαινόμενα καὶ ἀναφερόμενα καὶ διακρίνοντα δριμέα· τὰ δὲ κυκῶντα ὀξέα. τὰ δὲ σὺν τῇ ὑγρότητι τῇ ἐν τῇ γλώττῃ καὶ διαχυτικὰ καὶ συστατικὰ εἰς τὴν φύσιν γλυκέα. τὰς δʼ ὀσμὰς εἴδη μὲν οὐκ ἔχειν ἀλλὰ τῷ λυπηρῷ καὶ ἡδεῖ διαφέρειν.

32
εἶναι δὲ τὴν ὀσμὴν ὕδατος μὲν λεπτότερον, ἀέρος δὲ παχύτερον. σημεῖον δὲ ὅτι, ὅταν ἐπιφράξαντες ἀνασπῶσιν, ἄνευ ὀσμῆς τὸ πνεῦμα εἰσέρχεται, διὸ καθάπερ καπνὸν καὶ ὁμίχλην εἶναι τῶν σωμάτων ἀόρατον εἶναι δὲ καπνὸν μὲν μεταβολὴν ἐξ ὕδατος εἰς ἀέρα, ὁμίχλην δὲ τὴν ἐξ ἀέρος εἰς ὕδωρ. φωνὴν δὲ εἶναι πληγὴν ὑπὸ ἀέρος ἐγκεφάλου καὶ αἵματος διʼ ὤτων μέχρι ψυχῆς· ὀξεῖαν δὲ καὶ βαρεῖαν τὴν ταχεῖαν κοὶ βραδεῖαν· συμφωνεῖν δʼ ὅταν ἡ ἀρχὴ τῆς βραδείσς ὁμοία ᾖ τῇ τελευτῇ τῆς ταχείας. τὸ δὲ χρῶμα φλόγα εἶναι ἀπὸ τῶν σωμάτων σύμμετρα μόρια ἔχουσαν τῇ ὄψει. λευκὸν μὲν τὸ διακριτικὸν μέλαν δὲ τὸ συγκρι τικὸν, ἀνάλογον δὲ τοῖς περὶ τὴν σάρκα θερμοῖς κοὶ ψυχροῖς καὶ τοῖς περὶ τὴν γλῶσσαν στρυφνοῖς καὶ δριμέσι. λαμπρὸν δὲ τὸ πυρῶδες λευκόν. τὰ δὲ ἄλλα ἐκ τούτων· ἐν οἷς δὲ λόγοις οὐδʼ εἴ τις εἰδείη χρῆναι λέγειν φησὶν, ὧν οὐκ ἔχομεν εἰκότα λόγον ἢ ἀναγκαῖον οὐδʼ εἰ πειρωμένων μὴ γίγνοιτο οὐθὲν ἄτοπον, ἀλλὰ τὸν θεὸν δύνασθαι τοῦτο δρᾷν. ἃ μὲν οὖν εἴρηκε κοὶ πῶς ἀφώρικε σχεδὸν ταῦτά ἐστιν.

CAP. XVI. Ἄτοπον δὲ καὶ τούτου πρῶτον μὲν τὸ μὴ πάντα ὁμοίως ἀποδοῦναι μηδὲ ὅσα τοῦ αὐτοὐ γένους. ὁρίσας γὰρ τὸ θερμὸν σχήματι τὸ ψυχρὸν οὐχ ὡσαύτως ἀπέδωκεν. ἐπεὶ δὲ μαλακὸν τὸ ὑπεῖκον, φα νερὸν ὅτι τὸ ὕδωρ καὶ ὁ ἀὴρ καὶ τὸ πῦρ μαλακά· φησὶ γὰρ ὑπείκειν τὸ μικρὰν ἔχον βάσιν, ὥστε τὸ πῦρ ἄν εἴη μαλακώτατον. δοκεῖ δὲ τούτων οὐθὲν οὔθʼ ὅλως τὸ μὴ μένον ἀλλὰ μεθιστάμενον εἶναι μαλακὸν ἄλλὸ τὸ εἰς τὸ βάθος ὑπεῖκον ἄνευ μεταστάσεως. ἔτι δὲ· τὸ βαρύ καὶ κοῦφον οὐχ ἀπλῶς ἀλλʼ ἐπὶ τῶν γεωδῶ ἀφώρικε· τούτων γὰρ δοκεῖ τὸ μὲν βαρὺ χαλεπῶς τ δὲ κοῦφον ῥᾷον ἄγεσθαι πρὸς ἀλλότριον τόπον· τὸ δὲ

33
πῦρ καὶ ὁ ἀὴρ ταῖς εἰς τούς οἰκείους τόπους φοραῖς κούφα καὶ ἔστι καὶ δοκεῖ. διόπερ οὐκ ἔσται τὸ μὲν ἔλαττον τῶν ὁμογενῶν ἔχον βαρὺ τὸ δὲ πλεῖον κοῦφον· τὸ μὲν γὰρ πῦρ ὅσον ἄν ᾖ πλησίον κουφότερον, ἀλλʼ ἄνω μὲν τιθεμένου τοῦ πυρὸς ἐφαρμόσουσι οἱ λόγοι καὶ οὗτος κἀκεῖνος ἐνταῦθα δʼ οὐδέτερος. ὡσαύτως δὲ καὶ ἐπὶ τῆς γῆς· ἄνωθεν γὰρ δεῦρο θᾶττον οἰσθήσεται τὸ πλέον. ὥστε οὐχ ἀπλῶς ἡ γῆ καὶ τὸ πῦρ ἐστὶ τὸ μὲν βαρύ τὸ δὲ κοῦφον, ἀλλʼ ἑκάτερον πρὸς τὸν τόπον· οὐδʼ ὁμοίως ἐνταῦθα καὶ τὸ γεῶδες ἀλλʼ ἀνάπαλιν. ἐνταῦθα μὲν τὸ ἔλαττον, ἐκεῖ δὲ τὸ πλέον ἐχόν τῶν ὁμογενῶν κουφότερον. ταῦτα δὲ πάντα συμβαίνει διὰ τὸ μὴ ἀπλῶς περὶ κούφου καὶ βαρέος ἀλλὰ περὶ τοῦ γεώδους ἀφορίζειν. τῶν δὲ χυλῶν τὰς μὲν φύσεις οὐ λέγει τίς ἕκαστος, εἰ ἄρα τέσσαρες αἰ πᾶσαι διαφοραὶ, τὰ δὲ πάθη τὰ συμβαίνοντα ἀπʼ αὐτῶν δηλοῖ. συνάγειν γὰρ τούς πόρους τὸ στρυφνὸν ἢ στυπτικὸν, καὶ καθαίρειν τὸ ἁλμυρὸν, ὅπερ πάθος ἐστὶν ἡμέτερον. ὁμοίως δὲ καὶ τὰ ἄλλα. ζητοῦμεν δὲ τὴν οὐσίαν μᾶλλον καὶ διὰ τί ταῦτα δρῶσιν· ἐπεὶ τά γε πάθη θεωροῦμεν. ἀπορήσειε δʼ ἄν τις καὶ περὶ τῶν ὀσμητῶν εἴ ἐστιν εἴδη· καὶ γὰρ τοῖς πάθεσι καὶ ταῖς ἡδοναῖς διαφέρουσιν ὥσπερ οἱ χυλοί. καὶ ἅμα δόξειεν ἄν ὁμοίως ἔχειν ἐπὶ πάντων. περὶ δὲ τῆς ὀσμῆς τι ἀπορροή τίς ἐστι καὶ ἀνάπνευσις τοῦ ἀέρος σχεδὸν ὁμολογοῦσιν. τὸ δʼ ἀφομοιοῦν καπνῷ καὶ ὁμίχλῃ, ταὐτά τε λέγειν οὐκ ἀληθές. οὐδὲ γὰρ αὐτὸς φαίνεται ποιεῖν. τὸν μὲν γὰρ ἐξ ὕδατος εἰς ἀέρα, τὴν δʼ ὁμίχλην ἐξ ἀέρος εἰς ὕδωρ λέγει μεταβάλλειν. καίτοι δοκεῖ γʼ ἀνάπαλιν ἔχειν ἐπὶ τῆς ὁμίχλης, διὸ καὶ παύεται τὰ ὕδατα γινομένης ὁμίχλης. ἐνδεεστέρως καὶ ὁ τῆς φωνῆς εἴρηται λόγος· οὔτε γὰρ κοινὸς ἅπασι τοῖς
34
ζώοις ἐστὶ οὕτε τὴν αἰτίαν λέγει τῆς αἰσθήσεως βουλόμενος. ἔτι δὲ οὐ τὸν ψόφον καὶ τὴν φωνὴν ἀλλὰ τὴν ἡμετέραν αἴσθησιν ἔοικεν ἀφορίζειν. περὶ δὲ χρωμάτων σχεδὸν ὁμοίως Ἐμπεδοκλεῖ λέγει· τὸ γὰρ σύμμετρα ἔχειν μόρια τῇ ὄψει τὸ τοῖς πόροις ἐναρμόττειν ἐστίν. ἄτοπον δὲ τὸ μόνην ταύτην ἀποδιδόναι τῶν αἰσθήσεων· ἔτι δὲ τὸ ἀπλῶς τὸ χρῶμα φλόγα λέγειν· τὸ μὲν γὰρ λευκὸν ἔχειν τινὰ ὁμοιότητα, τὸ δὲ μέλαν ἐναντίον ἂν φανείη. τὴν δὲ τῶν ἄλλων μίξιν τὸ ἀφαιρεῖν ὅλως οὐκ ἐνδέχεται ἀποδοῦναι ταῖς αἰτίαις δεῖταί τινος λόγου καὶ πίστεως.