Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

VII. Ὁ δὲ κάλαμος γίνεται καὶ ὁ σχοῖνος ὑπερβάλλοντι τὸν Λίβανον μεταξὺ τοῦ τε Λιβάνου καὶ ἄλλου τινὸς ὄρους μικροῦ ἐν τῷ αὐλωνίσκῳ τούτῳ, καὶ οὐχ ὥς τινές φασι τοῦ Ἀντιλιβάνου· ὁ γὰρ Ἀντιλίβανος μακρὰν ἀπέχει τοῦ Λιβάνου καὶ μεταξὺ τούτων ἐστὶν ὃν αὐλῶνα καλοῦσι πεδίον πολὺ καὶ καλόν. ὅπου δὲ ὁ κάλαμος καὶ ὁ σχοῖνος φύεται λίμνη μεγάλη τυγχάνει, πρὸς ταύτην δὲ ἐν τῷ ἕλει τῷ ἀνεξηραμμένῳ πεφύκασι· [*](¹ του Ι conj.; τοῦ MSS, G’s rendering shews that the explanation of the ‘different reason’ (i.e. to strengthen the tree) has dropped out of our texts. ² γὰρ add. Sch.)

248
τοπον δὲ ἔχουσι πλεῖον ἢ τριάκοντα σταδίων. οὐκ ὄζουσι δὲ χλωροὶ ἀλλὰ ξηρανθέντες, τῇ προσόψει δὲ οὐδὲν διαφέρουσι τῶν ἄλλων· εἰσβάλλοντι δ᾿ εἰς τὸν τόπον εὐθὺς ὀσμὴ προσβάλλει·

οὐ μὴν πορρωτέρω γε ἡ ἀποπνοὴ γίνεται, καθάπερ τινές φασι, ταῖς προσφερομέναις ναυσὶ πρὸς τὴν χώραν· καὶ γὰρ ὁ τόπος οὗτος ἀπὸ θαλάττης ἀπέχει πλείους ἢ ἑκατὸν πεντήκοντα σταδίους· ἀλλ᾿ ἐν τῇ Ἀραβίᾳ τὴν ἀποπνοὴν εἶναί φασι τὴν ἀπὸ τῆς χώρας εὔοσμον.

Ἐν μὲν οὖν Συρίᾳ τὰ περιττὰ τῇ ὀσμῇ σχεδὸν ταῦτ᾿ ἐστίν· ἡ γὰρ χαλβάνη βαρύτερον καὶ μᾶλλον φαρμακῶδες· ἐπεὶ καὶ αὕτη γίνεται περὶ Συρίαν ἐκ τοῦ πανάκους καλουμένου. τὰ δὲ ἄλλα πάντα τὰ εὔοσμα οἷς πρὸς τὰ ἀρώματα χρῶνται, τὰ μὲν ἐξ Ἰνδῶν κομίζεται κἀκεῖθεν ἐπὶ θάλατταν καταπέμπεται, τὰ δ᾿ ἐξ Ἀραβίας, οἷον πρὸς τῷ κιναμώμῳ καὶ τῇ κασίᾳ καὶ κώμακον· ἕτερον δ᾿ εἶναι τὸ κώμακον καρπόν· τὸ δ᾿ ἕτερον παραμίσγουσιν εἰς τὰ σπουδαιότατα τῶν μύρων. τὸ δὲ καρδάμωμον καὶ ἄμωμον οἱ μὲν ἐκ Μηδείας, οἱ δ᾿ ἐξ Ἰνδῶν καὶ ταῦτα καὶ τὴν νάρδον καὶ τὰ ἄλλα ἢ τὰ πλεῖστα.

Οἷς μὲν οὖν εἰς τὰ ἀρώματα χρῶνται σχεδὸν τάδς ἐστί· κασία κινάμωμον καρδάμωμον νάρδος ναῖρον βάλσαμον ἀσπάλαθος στύραξ ἶρις νάρτη [*](1 οὐκ ὄζουσι conj. Guilandinus, cf. CP. 6. 14. 8; οὐ δοκοῦσι P2Ald. H.) [*](2 cf. C.P. 6.18. 1. τῶν ἄλλων: sc. καλάμων καὶ σχίνων.) [*](3 τροσφερομέναις ναυσὶ πρὸς conj. Scal.; προσφ. εἶναι πρὸς P2 Ald.) [*](4 cf. 9. 9. 2 n. ‘The plant,’ i.e. one of the plants so called.) [*](5 Plin. 12. 135; cf. 13. 18.)

250
κόστος πάνακες κρόκος σμύρνα κύπειρον σχοῖνος κάλαμος ἀμάρακον λωτὸς ἄννητος. τούτων δὲ τὰ μὲν ῥίζαι τὰ δὲ φλοιοὶ τὰ δὲ κλῶνες τὰ δὲ ξύλα τὰ δὲ σπέρματα τὰ δὲ δάκρυα τὰ δὲ ἄνθη. καὶ τὰ μὲν πολλαχοῦ γίνεται, τὰ δὲ περιττότατα καὶ εὐοδμότατα πάντα ἐκ τῆς Ἀσίας καὶ ἐκ τῶν ἀλεεινῶν τόπων. ἐκ γὰρ αὐτῆς Εὐρώπης οὐδέν ἐστιν ἔξω τῆς ἴριδος.

Αὕτη δ᾿ ἀρίστη ἐν Ἰλλυριοῖς, οὐκ ἐν τῇ πρὸς θάλατταν χώρᾳ, ἀλλ᾿ ἐν τῇ ἀνακεχωρηκυίᾳ κειμένῃ δὲ μᾶλλον πρὸς ἄρκτον. τόποι δὲ τόπων διαφέρουσιν ἐν οἷς ἀμείνων· ἐργασία δὲ περὶ αὐτὴν οὐδεμία πλὴν τοῦ περικαθήραντα ἀναξηρᾶναι.

Τὰ γὰρ ἐν τῇ Θράκῃ φυόμενα ῥιζία, καθάπερ τό τε τῇ νάρδῳ προσεμφερῆ τὴν ὀσμὴν ἔχον καὶ ἕτερ᾿ ἄττα, μικράν τινα καὶ ἀσθενῆ τὴν εὐωδίαν ἔχει. καὶ περὶ μὲν τῶν εὐόσμων ἐπὶ τοσοῦτον εἰρήσθω.