Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

VI. Τὸ δὲ βάλσαμον γίνεται μὲν ἐν τῷ αὐλῶνι τῷ περὶ Συρίαν. παραδείσους δ᾿ εἶναί φασι δύο μόνους, τὸν μὲν ὅσον εἴκοσι πλέθρων τὸν δ᾿ ἕτερον πολλῷ ἐλάττονα. τὸ δὲ δένδρον μέγεθος μὲν ἡλίκον ῥόα μεγάλη πολύκλαδον δὲ σφόδρα· φύλλον δὲ ἔχειν ὅμοιον πηγάνῳ, πλὴν ἔκλευκον, ἀείφυλλον δὲ εἶναι· καρπὸν δὲ παρόμοιον τῇ τερμίνθῳ καὶ μεγέθει καὶ σχήματι καὶ χρώματι· εὐῶδες σφόδρα καὶ τοῦτο καὶ μᾶλλον τοῦ δακρύου.

Τὸ δὲ δάκρυον ἀπὸ ἐντομῆς συλλέγειν, ἐντέμνειν δὲ ὄνυξι σιδηροῖς ὑπὸ τὸ ἄστρον, ὅταν μάλιστα πνίγη ὦσι, καὶ τὰ στελέχη καὶ τὰ ἄνω. τὴν δὲ συλλογὴν ὅλον τὸ θέρος ποιεῖσθαι· οὐκ εἶναι δὲ πολὺ τὸ ῥέον, ἀλλ᾿ ἐν ἡμέρᾳ τὸν ἄνδρα συλλέγειν ὅσον κόγχην· τὴν δ᾿ ὀσμὴν διαφέρουσαν καὶ πολλήν, ὥστε ἀπὸ μικροῦ πολὺν ἐφικνεῖσθαι τόπον. ἀλλ᾿ οὐ φοιτᾶν ἐνταῦθα ἄκρατον ἀλλὰ τὸ συνηγμένον κεκραμένον· πολλὴν γὰρ δέχεσθαι [*](¹ νεόδορον conj. Sch.; νεόδερον P2Ald. ² Plin. 12 111—123.) [*](³ εὐῶδες . . . τοῦτο P2Ald.; εὐώδη . . . τοῦτον W. after Sch.’ s conj. But the clause begins without a conjunction, and some)

246
κρᾶσιν· καὶ τὸ ἐν τῇ Ἑλλάδι πολλάκις εἶναι κεκραμένον· εὔοσμα δὲ σφόδρα καὶ τὰ ῥαβδία·

καθαίρειν γὰρ καὶ τῶνδε ἕνεκα καί του διαφόρου· πωλεῖσθαι τίμια. καὶ τὴν ἐργασίαν τὴν περὶ τὰ δένδρα σχεδὸν ἐν ταὐτῇ αἰτίᾳ εἶναι καὶ τὴν βροχήν· βρέχεσθαι γὰρ συνεχῶς. συναιτίαν δὲ δοκεῖν εἶναι τοῦ μὴ μεγάλα γίνεσθαι τὰ δένδρα καὶ τὴν τῶν ῥαβδίων τομήν. διὰ γὰρ τὸ πολλάκις ἐπικείρεσθαι ῥάβδους ἀφιέναι καὶ οὐκ εἰς ἓν ἐκτείνειν τὴν ὁρμήν.

Ἄγριον δὲ οὐδὲν εἶναι βάλσαμον οὐδαμοῦ· γίνεσθαι δὲ ἐκ μὲν τοῦ μείζονος παραδείσου ἀγγείδια δώδεκα ὅσον ἡμιχοαῖα, ἐκ δὲ τοῦ ἑτέρου δύο μόνον· πωλεῖσθαι δὲ τὸ μὲν ἄκρατον δὶς πρὸς ἀργύριον τὸ δ᾿ ἄλλο κατὰ λόγον τῆς μίξεως· καὶ τοῦτο μὲν διαφέρον τι φαίνεται κατὰ τὴν εὐοσμίαν.