Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

242

V. Περὶ δὲ κιναμώμου καὶ κασίας τάδε λέγουσι· θάμνους μὲν ἀμφότερα ταῦτ᾿ εἶναι οὐ μεγάλους ἀλλ᾿ ἡλίκους ἄγνου, πολυκλάδους δὲ καὶ ξυλώδεις. ὅταν δὲ ἐκκόψωσιν, ὅλον τὸ κινάμωμον διαιρεῖν εἰς πέντε μέρη· τούτων δὲ τὸ πρῶτον πρὸς τοῖς βλαστοῖς βέλτιστον εἶναι, ὃ τεμνεται σπιθαμιαῖον ἢ μικρῷ μεῖζον· ἑπόμενον δὲ τὸ δεύτερον, ὃ καὶ τῇ τομῇ ἔλαττον· εἶτα τὸ τρίτον καὶ τέταρτον· ἔσχατον δὲ τὸ χείριστον τὸ πρὸς τῇ ῥίζῃ· φλοιὸν γὰρ ἐλάχιστον ἔχειν· χρήσιμος δὲ οὗτος, οὐ τὸ ξύλον· δι᾿ ὃ καὶ τὸ ἀκροφυὲς κράτιστον, πλεῖστον γὰρ ἔχειν καὶ τὸν φλοιόν. οἱ μὲν οὕτω λέγουσιν.

Ἄλλοι δὲ θαμνῶδες μὲν καὶ ἔτι μᾶλλον φρυγανῶδες εἶναί φασι· δύο δ᾿ αὐτοῦ γένη, τὸ μὲν μέλαν τὸ δὲ λευκόν. λέγεται δέ τις καὶ μῦθος ὑπὲρ αὐτοῦ· φύεσθαι μὲν γάρ φασιν ἐν φάραγξιν, ἐν ταύταις δ᾿ ὄφεις εἶναι πολλοὺς δῆγμα θανάσιμον ἔχοντας, πρὸς οὓς φραξάμενοι τὰς χεῖρας καὶ τοὺς πόδας καταβαίνουσι καὶ συλλέγουσιν, εἶθ᾿ ὅταν ἐξενέγκωσι διελόντες τρία μέρη διακληροῦνται πρὸς τὸν ἥλιον, καὶ ἣν ἂν λάχῃ ὁ ἥλιος καταλείπουσιν· ἀπιόντες δ᾿ εὐθὺς ὁρᾶν φασι καιομένην ταύτην· οὗτος μὲν οὖν τῷ ὄντι μῦθος.

Τὴν δὲ κασίαν φασὶ τὰς μὲν ῥάβδους παχυτέρας ἔχειν, ἰνώδεις δὲ σφόδρα καὶ οὐκ εἶναι περιφλεῦσαι· χρήσιμον δὲ καὶ ταύτης τὸν φλοιόν. [*](¹ Plin. 12. 85-94.) [*](² A similar tale is told of frankincense by Herodotus (3. 107), who has an equally surprising tale about cinnamon (3. 111).)

244
ὅταν οὖν τέμνωσι τὰς ῥάβδους, κατακόπτειν ὡς διδάκτυλα τὸ μῆκος ἢ μικρῷ μείζω, ταῦτα δ᾿ εἰς νεόδορον βύρσαν καταρράπτειν· εἶτ᾿ ἐκ ταύτης καὶ τῶν ξύλων σηπομένων σκωλήκια γίνεσθαι, τὸ μὲν ξύλον κατεσθίει, τοῦ φλοιοῦ δ᾿ οὐχ ἅπτεται διὰ τὴν πικρότητα καὶ δριμύτητα τῆς ὀσμῆς. καὶ περὶ μὲν κασίας καὶ κιναμώμου τοσαῦτα λέγεται.