Enquiry into Plants
Theophrastus
Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916
II. Ἡ δὲ ῥητίνη γίνεται τόνδε τὸν τρόπον· ἐν μὲν τῇ πεύκῃ ὅταν ἀφελκωθείσης ἡ δᾷς ἐξαιρεθῇ, συρρεῖ γὰρ εἰς τὸ ἕλκωμα τοῦτο πλείων ἡ ὑγρότης, ἐν δὲ τῇ ἐλάτῃ καὶ τῇ πίτυϊ ὅταν γευσάμενοι τῶν ξύλων ἀφελκώσωσιν· οὐ γὰρ πᾶς ἀφορισμὸς ὁμοίως· ἀφελκοῦσι γὰρ καὶ τὰς τερμίνθους ἐν ἀμφοῖν καὶ ἐν τῷ στελέχει καὶ ἐν τοῖς ἀκρεμόσιν· αἰεὶ δὲ πλείων καὶ βελτίων ἡ εἰς τὸ στέλεχος συρρέουσα τῆς εἰς τοὺς ἀκρεμόνας.
Διαφέρουσι δὲ καὶ κατὰ τὰ δένδρα. βελτίστη μὲν γὰρ ἡ τερμινθίνη· καὶ γὰρ συνεστηκυῖα καὶ εὐωδεστάτη καὶ κουφοτάτη τῇ ὀσμῇ ἀλλ᾿ ὀλίγη. δευτέρα δὲ ἡ ἐλατίνη καὶ πιτυίνη, κουφότεραι γὰρ τῆς πευκίνης. πλείστη δὲ ἡ πευκίνη καὶ [*](¹ cf. 6. 3. 2: C.P. 6. 11. 16.) [*](² σίλφιον conj. St.; σιλφίου UM; σιλφιολέγοντες PAld.)
Ἔνιοι δέ φασι καὶ τὴν πίτυν καὶ τὴν κέδρον δὲ τὴν Φοινικικήν· ἀλλὰ ταῦτα μὲν ὡς ἐνδεχόμενα ληπτέον διὰ τὸ σπάνιον· ἐπεὶ οἱ γε περὶ Μακεδονίαν οὐδὲ τὴν πεύκην πιττοκαυτοῦσιν ἀλλ᾿ ἢ τὴν ἄρρενα· καλοῦσι γὰρ ἄρρενα τὴν μὴ καρποφόρον. τῆς δὲ θηλείας ἐάν τινα τῶν ῥιζῶν λάβωσιν· ἅπασα γὰρ ἔνδᾳδος πεύκη ταῖς ῥίζαις. καλλίστη δὲ πίττα γίνεται καὶ καθαρωτάτη ἡ ἐκ τῶν σφόδρα προσείλων καὶ προσβόρρων, ἐκ δὲ τῶν παλισκίων βλοσυρωτέρα καὶ βορβορώδης· ἐν γὰρ τοῖς σφόδρα παλισκίοις οὐδὲ φύεται πεύκη τὸ παράπαν.
Ἔστι δὲ καὶ ἀφορία τις καὶ εὐφορία καὶ πλήθους καὶ καλλονῆς· ὅταν μὲν γὰρ χειμὼν μέτριος γίνηται, πολλὴ γίνεται καὶ καλὴ καὶ τῷ χρώματι λευκοτέρα, ὅταν δὲ ἰσχυρός, ὀλίγη καὶ μοχθηροτέρα. καὶ ταῦτά γέ ἐστι τὰ ὁρίζοντα πλῆθος καὶ καλλονὴν πίττης, οὐχ ἡ πολυκαρπία τῶν πευκῶν.
[*](¹ πιττοκαυτεῖσθαι conj. Sch., cf. 9. 3. 4; πιττοκαυθίσαι U; πιττωθεῖσαι Ald. ² 3. 2. 6.)[*](3 δὲ conj. W.: καὶ Ald.H. 3.12. 3.)[*](4 μὴ conj. W.; γε Ald.H.; γε μὴ Cod.Casaub.Vin.; γε μὴν Vo. (τὴν ἄκαρπον mBas.). cf. 3. 9. 2.)[*](5 Plin. 16. 59.)Οἱ δὲ περὶ τὴν Ἴδην φασί, διαιροῦντες τὰς πεύκας καὶ τὴν μὲν καλοῦντες Ἰδαίαν τὴν δὲ παραλίαν, τὴν ἐκ τῆς Ἰδαίας πλείω καὶ μελαντέραν γίνεσθαι καὶ γλυκυτέραν καὶ τὸ ὅλον εὐωδεστέραν ὠμήν, ἑψηθεῖσαν δὲ ἐλάττω ἐκβαίνειν· πλείω γὰρ ἔχειν τὸν ὀρρόν, δι᾿ ὃ καὶ λεπτοτέραν εἶναι. τὴν δὲ τῆς παραλίας ξανθοτέραν καὶ παχυτέραν ὠμήν, ὥστε καὶ τὴν ἄφεψιν ἐλάττω γίνεσθαι, δᾳδωδεστέραν δὲ τὴν Ἰδαίαν. ὡς δὲ ἁπλῶς εἰπεῖν ἐκ τῆς ἴσης δᾳδὸς πλείω καὶ ὑδαρεστέραν ἐν ταῖς ἐπομβρίαις γίνεσθαι ἢ ἐν τοῖς αὐχμοῖς, καὶ ἐκ τῶν χειμερινῶν καὶ παλισκίων τόπων ἢ ἐκ τῶν εὐείλων καὶ εὐδιεινῶν. ταῦτα μὲν οὖν οὕτως ἑκάτεροι λέγουσιν.
Ἀναπληροῦσθαι δὲ συμβαίνει τὰ κοιλώματα πρὸς τὸ πάλιν ἐξαιρεῖν τῶν μὲν ἀγαθῶν πευκῶν ἐνιαυτῷ, τῶν δὲ μετριωτέρων ἐν δυσὶν ἔτεσι, τῶν δὲ μοχθηρῶν ἐν τρισίν. ἡ δὲ ἀναπλήρωσις οὐ τοῦ ξύλου καὶ τῆς συμφύσεως ἀλλὰ τῆς πίττης ἐστίν· ἐπεὶ τὸ ξύλον ἀδύνατον συμφῦναι καὶ ἓν γενέσθαι πάλιν, ἀλλ᾿ ἡ ἐργασία διὰ τοσούτου χρόνου γίνεται τῆς πίττης· ἀναγκαῖον δὲ δῆλον, ὅτι καὶ τῷ ξύλῳ γίνεσθαί τινα πρόσφυσιν, εἴπερ [*](1 Plin. 16. 60.) [*](² εὐωδεστέραν H.; εὐκρινωδεστέραν UMAld.; ? εὐκρινεστέραν καὶ εὐωδεστέραν W. cf 3. 9. 2.) [*](3 Plin. l.c.)
Οἱ δὲ περὶ τὴν Ἴδην φασίν, ὅταν λεπίσωσι τὸ στέλεχος,— λεπίζουσι δὲ τὸ πρὸς ἥλιον μέρος ἐπὶ δύο ἢ τρεῖς πήχεις ἀπὸ τῆς γῆς— ἐνταῦθα τῆς ἐπιρροῆς γινομένης ἐνδᾳδοῦσθαι ἐνιαυτῷ μάλιστα, τοῦτο δ᾿ ὅταν ἐκπελεκήσωσιν ἐν ἑτέρῳ πάλιν ἐνδᾳδοῦσθαι καὶ τὸ τρίτον ὡσαύτως, μετὰ δὲ ταῦτα διὰ τὴν ὑποτομὴν ἐκπίπτειν τὸ δένδρον ὑπὸ τῶν πνευμάτων σαπέν· τότε δ᾿ ἐξαιρεῖν αὐτοῦ τὴν καρδίαν, τοῦτο γὰρ μάλιστα δᾳδῶδες, ἐξαιρεῖν δὲ ἐκ τῶν ῥιζῶν· καὶ γὰρ ταύτας, ὥσπερ εἴπομεν, ἐνδᾴδους πασῶν.
Εἰκὸς δὲ δῆλον ὅτι τὰς μὲν ἀγαθάς, ὥσπερ ἐλέχθη, συνεχῶς τοῦτο δρᾶν τὰς δὲ χείρονας διὰ πλείονος χρόνου· καὶ ταμιευομένων μὲν πλείω χρόνον ἀντέχειν, ἐὰν δὲ πᾶσαν ἐξαιρῶσιν ἐλάττω· δύναται δ᾿ ὡς ἔοικε τρεῖς μάλιστα τοιαύτας ἐξαιρέσεις ὑπομένειν. οὐχ ἅμα δὲ καρποφοροῦσιν αἱ πεῦκαι καὶ δᾳδοφοροῦσι· καρποφοροῦσι μὲν γὰρ εὐθὺς νέαι, δᾳδοφοροῦσι δὲ ὕστερον πολλῷ πρεσβύτεραι γινόμεναι.