Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

XV. Φαρμακώδεις δὲ δοκοῦσιν εἶναι τόποι μάλιστα τῶν μὲν ἔξω τῆς Ἑλλάδος οἱ περὶ τὴν Τυρρηνίαν καὶ τὴν Λατίνην, ἐν ᾗ καὶ τὴν Κίρκην εἶναι λέγουσιν· καὶ ἔτι μᾶλλόν γε, ὡς Ὅμηρός [*](1 Plin. 27. 143.) [*](² i. e. not engendered in the root.) [*](³ A beetle? cf. Arist. H. A. 5. 8.) [*](4 This section is omitted in U*. Plin. 27. 144.)

290
φησι, τὰ περὶ Αἴγυπτον· ἐκεῖθεν γὰρ τὴν Ἑλένην φησὶ λαβεῖν “ἐσθλὰ τά οἱ Πολύδαμνα πόρεν Θῶνος παράκοιτις Αἰγυπτίη· τόθι πλεῖστα φύει ζείδωρος ἄρουρα φάρμακα, πολλὰ μὲν ἐσθλὰ τετυγμένα πολλὰ δὲ λυγρά.” ᾧν δὴ καὶ τὸ νηπενθὲς ἐκεῖνό φησιν εἶναι καὶ ἄχολον, ὥστε λήθην ποιεῖν καὶ ἀπάθειαν τῶν κακῶν. καὶ σχεδὸν αὗται μὲν ἐοίκασιν ὥσπερ ὑπὸ τῶν ποιητῶν ὑποδεδεῖχθαι. καὶ γὰρ Αἰσχύλος ἐν ταῖς ἐλεγείαις ὡς πολυφάρμακον λέγει τὴν Τυρρηνίαν· “Τυρρηνὸν γενεάν, φαρμακοποιὸν ἔθνος.”

Οἱ δὲ τόποι πάντες πως φαίνονται μετέχειν τῶν φαρμάκων, ἀλλὰ τῷ μᾶλλον καὶ ἧττον διαφέρειν· καὶ γὰρ οἱ πρὸς ἄρκτον καὶ μεσημβρίαν καὶ οἱ πρὸς ἀνατολὰς ἔχουσι θαυμαστὰς δυνάμεις. ἐν Αἰθιοπίᾳ γὰρ ᾗ τοὺς ὀιστοὺς χρίουσι ῥίζα τίς ἐστι θανατηφόρος. ἐν δὲ Σκύθαις αὕτη τε καὶ ἕτεραι πλείους, αἱ μὲν παραχρῆμα ἀπαλλάττουσαι τοὺς προσενεγκαμένους, αἱ δ᾿ ἐν χρόιοις αἱ μὲν ἐλάττοσιν αἱ δ᾿ ἐν πλείοσιν, ὥστ ἐνίους καταφθίνειν. ἐν Ἰνδοῖς δὲ καὶ ἕτερα γένη πλείω, περιττότατα δέ, εἴπερ ἀληθῆ λέγουσιν, ἥ τε δυναμένη τὸ αἷμα διαχεῖν καὶ οἶον ὑποφεύγειν, καὶ πάλιν ἡ συνάγουσα καὶ πρὸς ἑαυτὴν ἐπισπωμένη, ἃ δή φασιν εὑρῆσθαι πρὸς τὰ τῶν ὀφιδίων τῶν θανατηφόρων δήγματα.

Περὶ δὲ τὴν Θρᾴκην εἶναι μὲν καὶ ἑτέρας οὐκ ὀλίγας, ἰσχυροτάτην δὲ ὡς εἰπεῖν τὴν ἴσχαιμον, ἣν δὴ λέγουσιν οἱ μὲν κεντηθείσης τῆς φλεβὸς [*](¹ Od. 4. 221 foll.) [*](² ὧν δὴ conj. Sch.; ωἱ δὴ U*; ἐν οἷς δὴ PAld.)

292
οἱ δὲ καὶ σφοδροτέρως διατμηθείσης ἴσχειν καὶ κωλύειν τὴν χύσιν. ταῦτα μὲν οὖν, ὥσπερ εἴπομεν, ἔοικε δηλοῦν τὸ κοινόν. τῶν μὲν οὖν ἔξω τόπων οἱ φαρμακωδέστατοι οὗτοι.

Τῶν δὲ περὶ τὴν Ἑλλάδα τόπων φαρμακωδέστατον τό τε Πήλιον τὸ ἐν Θετταλίᾳ καὶ τὸ Τελέθριον τὸ ἐν Εὐβοίᾳ καὶ ὁ Παρνασός, ἔτι δὲ καὶ ἡ Ἀρκαδία καὶ ἡ Λακωνική· καὶ γὰρ αὗται φαρμακώδεις ἀμφότεραι· δι᾿ ὃ καὶ οἵ γε Ἀρκάδες εἰώθασιν ἀντὶ τοῦ φαρμακοποτεῖν γαλακτοποτεῖν περὶ τὸ ἔαρ, ὅταν οἱ ὀποὶ μάλιστα τῶν τοιούτων φύλλων ἀκμάζωσι· τότε γὰρ φαρμακωδέστατον τὸ γάλα· πίνουσι δὲ βόειον· δοκεῖ γὰρ πολυνομώτατον καὶ παμφαγώτατον εἶναι πάντων ὁ βοῦς.

Φύεται δὲ παρ᾿ αὐτοῖς ὅ τε ἐλλέβορος ἀμφότερος καὶ ὁ λευκὸς καὶ ὁ μέλας· ἔτι δὲ δαῦκον δαφνοειδὲς κροκόεν, καὶ ἣν ἐκεῖνοι μὲν ῥάφανον ἀγρίαν καλοῦσι τῶν δ᾿ ἰατρῶν τινες κεράϊν, καὶ ἣν οἱ μὲν ἀλθαίαν ἐκεῖνοι δὲ μαλάχην ἀγρίαν, καὶ ἡ ἀριστολοχία καὶ τὸ σέσελι καὶ τὸ ἱπποσέλινον καὶ τὸ πευκέδανον καὶ ἡ Ἡράκλεια καὶ ὁ στρύχνος ἀμφότερος ὅ τε φοινικοῦν ἔχων τὸν καρπὸν καὶ ὁ μέλανα.

Φύεται δὲ καὶ ὁ σίκυος ὁ ἄγριος, ἐξ οὗ τὸ ἐλατήριον συντίθεται· καὶ ὁ τιθύμαλλος, ἐξ οὗ τὸ ἱπποφάες· ἄριστον δὲ τοῦτο περὶ Τεγέαν κἀκεῖνο μάλιστα σπουδάζεται· φύεται δ᾿ ἐκεῖ ἐπὶ πλέον· [*](¹ Ι omit ταῦτα. . . κοινόν as apparently out of place and a duplicate of the last sentence of § 8.) [*](² Plin. 25. 94; cf. 4. 5. 2. ³ Plin 25. 110.)

294
πλεῖστον δὲ καὶ κάλλιστον φύεται περὶ τὴν Κλειτορίαν.

Ἡ δὲ πανάκεια γίνεται κατὰ τὸ πετραῖον περὶ Ψωφίδα καὶ πλείστη καὶ ἀρίστη. τὸ δὲ μῶλυ περὶ Φενεὸν καὶ ἐν τῇ Κυλλήνῃ. φασὶ δ᾿ εἶναι καὶ ὅμοιον ᾧ ὁ Ὅμηρος εἴρηκε, τὴν μὲν ῥίζαν ἔχον στρογγύλην προσεμφερῆ κρομύῳ τὸ δὲ φύλλον ὅμοιον σκίλλῃ· χρῆσθαι δὲ αὐτῷ πρός τε τὰ ἀλεξιφάρμακα καὶ τὰς μαγείας· οὐ μὴν ὀρύττειν γ᾿ εἶναι χαλεπόν, ὡς Ὅμηρός φησι.

Τὸ δὲ κώνειον ἄριστον περὶ Σοῦσα καὶ ἐν τοῖς ψυχροτάτοις τόποις. γίνεται δὲ καὶ ἐν τῇ Λακωνικῇ τὰ πολλὰ τούτων· καὶ γὰρ αὕτη πολυφάρμακος. ἐν Ἀχαίᾳ δὲ ἥ τε τραγάκανθα πολλὴ καὶ οὐδὲν χείρων ὡς οἴονται τῆς Κρητικῆς ἀλλὰ καὶ τῇ ὄψει καλλίων· καὶ δαῦκον περὶ τὴν Πατραϊκὴν διαφέρον· τοῦτο δὲ θερμαντικὸν φύσει, ῥίζαν δὲ ἔχει μέλαιναν. φύεται δὲ τὰ πολλὰ τούτων καὶ ἐν τῷ Παρνασῷ καὶ περὶ τὸ Τελέθριον. καὶ ταῦτα μὲν κοινὰ πλειόνων χώρων.