Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

XIII. Τῶν δὲ ῥιζῶν καὶ ἐν τοῖς χυμοῖς αἱ διαφοραὶ καὶ ἐν ταῖς ὀσμαῖς· αἱ μὲν γάρ εἰσι δριμεῖαι αἱ δὲ πικραὶ αἱ δὲ γλυκεῖαι, καὶ αἱ μὲν εὔοδμοι αἱ δὲ βαρεῖαι. γλυκεῖα μὲν ἥ τε νυμφαία καλουμένη· φύεται δ᾿ ἐν ταῖς λίμναις καὶ ἐν τοῖς ἑλώδεσιν, οἶον ἔν τε τῇ Ὀρχομενίᾳ καὶ Μαραθῶνι [*](¹ ὥσπερ κεράτιον conj. W.; ὥσπερ κέρας UM; ὥσπερ τῶν κερα- τίων U*Ald.) [*](² Diosc. l.c.; Plin. 19. 167—169.) [*](³ Diosc. 4. 66; Plin. 20. 207, cf. 19. 21.)

282
καὶ περὶ Κρήτην· καλοῦσι δ᾿ αὐτὴν οἱ Βοιωτοὶ μαδωνάϊν καὶ τὸν καρπὸν ἐσθίουσιν. ἔχει δὲ τὸ φύλλον μέγα ἐπὶ τοῦ ὕδατος· εἶναι δέ φασιν ἴσχαιμον, ἐὰν τρίψας τις ἐπὶ τὴν πληγὴν ἐπιθῇ· χρησίμη δὲ καὶ πρὸς δυσεντερίαν πινομένη.

Γλυκεῖα δὲ καὶ ἡ Σκυθική· καὶ ἔνιοι δὲ καλοῦσιν εὐθὺς γλυκεῖαν αὐτήν· γίνεται δὲ περὶ τὴν Μαιῶτιν· χρησίμη δὲ πρός τε τὰ ἄσθματα καὶ πρὸς τὴν βῆχα ξηρὰν καὶ ὅλως τοὺς περὶ τὸν θώρακα πόνους· ἔτι δὲ πρὸς τὰ ἕλκη ἐν μέλιτι· δύναται δὲ καὶ τὴν δίψαν παύειν, ἐάν τις ἐν τῷ στόματι ἔχῃ· δι᾿ ὃ ταύτῃ τε καὶ τῇ ἱππάκῇ διάγειν φασὶ τοὺς Σκύθας ἡμέρας καὶ ἕνδεκα καὶ δώδεκα.

Ἡ δὲ ἀριστολοχία τῇ ὀσφρήσει μὲν εὔοδμος τῇ δὲ γεύσει πικρὰ σφόδρα τῇ χροιᾷ δὲ μέλαινα. φύεται δὲ ἐν τοῖς ὄρεσιν ἡ βελτίστη· φύλλον δὲ ἔχει προσεμφερὲς τῇ ἀλσίνῃ πλὴν στρογγυλότερον· χρησίμη δὲ πρὸς πολλά, καὶ ἀρίστη πρὸς κεφαλῆς ἀγαθὴ δὲ καὶ πρὸς τὰ ἄλλα ἕλκη, καὶ πρὸς τὰ ἑρπετὰ καὶ πρὸς ὕπνον καὶ πρὸς ὑστέραν. τὰ μὲν οὖν προσάγειν κελεύουσιν ἐν ὕδατι ἀναδεύσαντα καὶ καταπλάττοντα, τὰ δὲ ἄλλα εἰς μέλι ἐνξύσαντα καὶ ἔλαιον· πρὸς δὲ τὰ τῶν ἑρπετῶν ἐν οἴνῳ ὀξίνῃ πίνειν καὶ ἐπὶ τὸ δῆγμα ἐπιπλάττειν· εἰς ὕπνον δὲ ἐν οἴνῳ μέλανι αὐστηρῷ κνίσαι· ἐὰν δὲ αἱ μῆτραι προπέσωσι, τῷ ὕδατι ἀποκλύζειν.

[*](¹ Diosc 3. 5; Plin. 25. 82.)[*](² γλυκεῖαν: γλυκύρριζαν conj. Dalec., whence ‘liquorice.’ cf. Plin. 11. 284.)[*](³ cf. Plin, l.c., who took ἱππακή to be a plant.)
284

Αὗται μὲν οὖν γλυκεῖαι. ἄλλαι δὲ πικραί, αἱ δὲ βαρεῖαι τῇ γεύσει. γίνονται δέ τινες τῶν γλυκειῶν αἱ μὲν ἐκστατικαί, καθάπερ ἡ ὁμοία τῷ σκολύμῳ περὶ Τεγέαν, ἣν καὶ Πάνδειος ὁ ἀνδριαντοποιὸς φαγὼν ἐργαζόμενος ἐν τῷ ἱερῷ ἐξέστη. αἱ δὲ θανατηφόροι, καθάπερ ἡ περὶ τὰ μέταλλα ἐν τοῖς ἔργοις τοῖς ἐν Θράκῃ· κούφη δὲ καὶ ἡδεῖα πάνυ τῇ γεύσει καὶ τὸν θάνατον ὑπνώδη τινὰ ποιοῦσα καὶ ἐλαφρόν. ἔχουσι δὲ καὶ τοῖς χρώμασι διαφορὰς οὐ τῷ λευκῷ καὶ μέλανι καὶ ξανθῷ μόνον, ἀλλ᾿ ἔνιαι καὶ οἰνοχρῶτες, αἱ δ᾿ ἐρυθραί, καθάπερ ἡ τοῦ ἐρευθεδανοῦ.

Ἡ δὲ τοῦ πενταφύλλου ἢ πενταπετοῦς, καλοῦσι γὰρ ἀμφοτέρως, ὀρυττομένη ἐρυθρὰ ξηραινομένη δὲ μέλαινα γίνεται καὶ τετράγωνος· ἔχει δὲ τὸ φύλλον ὥσπερ οἴναρον μικρὸν δὲ καὶ τὴν χροιὰν ὅμοιον· καὶ αὐξάνεται καὶ φθίνει ἅμα τῇ ἀμπέλῳ· πάντα δὲ πέντε τὰ φύλλα, δι᾿ ὃ καὶ ἡ προσηγορία· καυλοὺς δὲ ἐπὶ γῆν ἵησι λεπτοὺς καὶ κνήμας ἔχει.

Τὸ δὲ ἐρευθεδαιὸν φύλλον ὅμοιον κιττῷ πλὴν στρογγυλότερον· φύεται δ᾿ ἐπὶ γῆς ὥσπερ ἄγρωστις, φιλεῖ δὲ παλίσκια χωρία. οὐρητικὴ δέ, δι᾿ ὃ καὶ χρῶνται πρὸς τὰ τῆς ὀσφύος ἀλγήματα καὶ πρὸς τὰς ἰσχιάδας.

Ἔνιαι δὲ ἰδιόμορφοί τινες, ὥσπερ ἥ τε τοῦ σκορπίου καλουμένου καὶ ἡ τοῦ πολυποδίου. ἡ [*](¹ These words shew that § 3 is out of place.) [*](² cf. C P. 6. 4. 5.) [*](3 ἡ conj Sch.; αἱ U*Ald.) [*](⁴ ἐν τοῖς ἔργοις τοῖς W. from U*. ? a gloss on μέταλλα. τὰ μετ. τὰ ἐν Θ. Ald. H.) [*](5 Plin. 25. 139.)

286
μέν γὰρ ὁμοία σκορπίῳ καὶ χρησίμη δὲ πρὸς τὴν πληγὴν αὐτοῦ καὶ πρὸς ἄλλ᾿ ἄττα. ἡ δὲ τοῦ πολυποδίου δασεῖα καὶ ἔχουσα κοτυληδόνας, ὥσπερ αἱ τοῦ πολύποδος πλεκτάναι. καθαίρει δὲ κάτω· κὰν περιάψηταί τις οὔ φασιν ἐμφύεσθαι πολύπουν. ἔχει δὲ φύλλον ὅμοιον τῇ πτερίδι τῇ μεγάλῃ καὶ φύεται ἐν ταῖς πέτραις.