Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

XII. Χαμαιλέων δὲ ὁ μὲν λευκὸς ὁ δὲ μέλας· αἱ δὲ δυνάμεις τῶν ῥιζῶν καὶ αὐταὶ δὲ αἱ ῥίζαι τοῖς εἴδεσι διάφοροι. τοῦ μὲν γὰρ λευκὴ καὶ παχεῖα καὶ γλυκεῖα καὶ ὀσμὴν ἔχουσα βαρεῖαν· χρήσιμον δέ φασι πρός τε τοὺς ῥοῦς, ὅταν ἑψηθῇ [*](¹ Diosc. 3. 74; Plin 19. 187.) [*](² cf. Plin. 24. 99 and 101.) [*](3 cf. 7. 6. 2; 9. 9. 5.) [*](4 ὅπουπερ ἐρείκη conj. Dalec. etc. from Diosc. l.c.; ὅπουπερ εἴρηται Ald.H.; ὁπότε ἐρείκη U*.)

278
κατατμηθεῖσα καθάπερ ῥαφανὶς ἐνειρομένη ἐφ ὁλοσχοίνου, καὶ πρὸς τὴν ἕλμινθα τὴν πλατεῖαν, ὅταν ἀσταφίδα προφάγῃ πίνειν ἐπιξύοντα ταύτην ὅσον ὀξύβαφον ἐν οἴνῳ αὐστηρῷ. ἀναιρεῖ δὲ καὶ κύνα καὶ σῦν· κύνα μὲν ἐν ἀλφίτοις ἀναφυραθεῖσα μετὰ ἐλαίου καὶ ὕδατος, σῦν δὲ μετὰ ῥαφάνων μεμιγμένη τῶν ὀρείων. γυναικὶ δὲ δίδοται ἐν τρυγὶ γλυκείᾳ ἢ ἐν οἴνῳ γλυκεῖ. καὶ ἐὰν βούληταί τις ἀσθενοῦντος ἀνθρώπου διαπειρᾶσθαι εἰ βιώσιμος, λούειν κελεύουσι τρεῖς ἡμέρας, κἂν περιενέγκῃ βιώσιμος. φύεται δὲ ὁμοίως πανταχοῦ, καὶ ἔχει τὸ φύλλον ὅμοιον σκολύμῳ μεῖζον δέ· αὐτὸ δὲ πρὸς τῇ γῇ τινα κεφαλὴν ἔχει ἀκανοειδῆ μεγάλην, οἱ δὲ καὶ ἄκανον καλοῦσιν.

Ὁ δὲ μέλας τῷ μὲν φύλλῳ παρόμοιος, σκολυμῶδες γὰρ ἔχει πλὴν ἔλαττον καὶ λειότερον, αὐτὸς δ᾿ ὅλος ἐστὶν ὥσπερ σκιάδιον, ἡ δὲ ῥίζα παχεῖα καὶ μέλαινα διαρραγεῖσα δὲ ὑπόξανθος. χωρία δὲ φιλεῖ ψυχρὰ καὶ ἀργά· δύναται δὲ λέπραν τε ἐξελαύνειν ἐν ὄξει τριβόμενος καὶ ξυσθεὶς ἐπαλειφόμενος καὶ ἀλφὸν ὡσαύτως· ἀναιρεῖ δὲ καὶ τοὺς κύνας.

Μήκωνες δ᾿ εἰσὶν ἄγριαι πλείους· ἡ μὲν κερατῖτις καλουμένη μέλαινα· ταύτης τὸ φύλλον ὥσπερ [*](1 cf. 9. 9. 1.) [*](2 cf. Pseudo-Diosc. 4. 175 and Index.) [*](3 κανοειδῆ conj. Sch.; κονοειδῆ U*; κωνοειδῆ mP; ὁμοίαν ἀκονῶ PAld.) [*](4 δὲ after τὴν om. Sch.; ?τινα κεφαλὴν W.)

280
φλόμου τῆς μελαίνης ἧττον δὲ μέλαν, τοῦ δὲ καυλοῦ τὸ ὕψος ὡς πηχυαῖον, ῥίζα δὲ παχεῖα καὶ ἐπιπόλαιος, ὁ δὲ καρπὸς καμπύλος ὥσπερ κεράτιον· συλλέγεται δὲ περὶ πυροτομίας. δύναται δὲ καθαίρειν κοιλίαν, τὸ δὲ φύλλον ἄργεμα προβάτοις ἀφαιρεῖν. φύεται δὲ παρὰ θάλατταν, οὗ ἂν ᾖ πετρώδη χωρία.

Ἑτέρα δὲ μήκων ῥοιὰς καλουμένη παρομοία κιχορίῳ τῷ ἀγρίῳ, δι᾿ ὃ καὶ ἐσθίεται· ἐν τοῖς ἀρουραίοις δὲ φύεται, μάλιστα ἐν ταῖς κριθαῖς· ἄνθος δ᾿ ἔχει ἐρυθρὸν κωδύαν δ᾿ ὅσην ὄνυχα τοῦ δακτύλου. συλλέγεται δὲ πρὸ τοῦ θερισμοῦ τῶν κριθῶν, ἐγχλωροτέρα δὲ μᾶλλον. καθαίρει δὲ κάτω.

Ἑτέρα δὲ μήκων Ἡρακλεία καλεῖται τὸ μὲν φύλλον ἔχουσα οἶον στρουθός, ᾧ τὰ ὀθόνια λευκαίνουσι, ῥίζαν δὲ λεπτὴν ἐπιπόλαιον, τὸν δὲ καρπὸν λευκόν. ταύτης ἡ ῥίζα καθαίρει ἄνω· χρῶνται δέ τινες πρὸς τοὺς ἐπιλήπτους ἐν μελικράτῳ. ταῦτα μὲν οὖν ὥσπερ ὁμωνυμίᾳ τινὶ συνείληπται.