Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

IV. Τὰ μὲν οὖν ὅλα γένη τοιαύτας ἔχει διαφοράς· τὰ δὲ ὁμογενῆ δῆλον ὅτι κατὰ τὴν τῶν μερῶν ἀνωμαλίαν, οἶον τῶν σιτωδῶν πυρὸς κριθῆς στενοφυλλότερον καὶ λειοκαυλότερον καὶ πυκνότερον καὶ γλισχρότερον ἔχει τὸν καυλὸν καὶ δυσθλαστότερον· ἄμα δὲ καὶ ὁ μὲν ἐν χιτῶσι πολλοῖς ἡ δὲ γυμνόν· μάλιστα γὰρ δὴ γυμνοσπέρματον ἡ κριθή. πολύλοπον δὲ καὶ ἡ τίφη καὶ ἡ ὀλύρα καὶ πάντα τὰ τοιαῦτα καὶ μάλιστα πάντων ὡς εἰπεῖν ὁ βρόμος. ἔστι δὲ καὶ ὑψηλότερος ὁ κάλαμος τοῦ πυροῦ ἡ τῆς κριθῆς, καὶ τὸν στάχυν ἀπηρτημένον ἔχει τοῦ φύλλου μᾶλλον ὁ πυρὸς.

Ἴδιον δὲ καὶ τὸ ἄχυρον τοῦ κριθίνου τὸ πύρινον· ἐγχυλότερον γὰρ καὶ μαλακώτερον. διαφέρει δὲ ἡ κριθὴ καὶ τουτῳ τῶν πυρῶν·

ἡ μὲν γὰρ στοιχειώδης, ὁ δὲ πυρὸς ἄστοιχος καὶ πανταχόθεν ὁμαλής τις.

Τῷ μὲν οὖν ὅλῳ γένει πρὸς γένος τοιαῦτἄί τινές εἰσι διαφοραί. καθθ' ἑκάτερον δὲ τούτων πάλιν, οἶον πυρῶν καὶ κριθῶν, πολλ γένη καὶ τοῖς καρποῖς αὐτοῖς διαφέροντα καὶ τοῖς στάχυσι καὶ ταῖς ἄλλαις μορφαῖς καὶ ἔτι ταῖς δυνάμεσι [*](1 cf. 7. 4. 9.) [*](² Xteν ιαφοωρας UMM add τὰ ὁμοιογενῆ, Aid. τὰ μή ὁμοιογενῆ: om. Sch. and W. after G.) [*](3 ὁμογενῆ conj Sch.; ἡμοιογεν6 U MAid. . 8. 3. 1.) [*](4 δυσθλαστότερον conj. Scat. from G, ruptu diicidiorem; δυσαλθατότερον UMAld.) [*](5 Plin. 18. 61. πολύλοπον conj. Salm.; πολύλοβον Aid.)

166
καὶ τοῖς πάθεσι. τῶν μὲν κριθῶν αἱ μέν εἰσι δίστοιχοι αἱ δὲ τρίστοιχοι αἱ δὲ τετράστοιχοι καὶ πεντάστοιχοι· πλεῖστον δ᾿ ἑξάστοιχον, καὶ γὰρ τοιοῦτό τι γένος ἐστί. πυκνότεραι δὲ ἀεὶ κατὰ τὴν θέσιν ὡς ἐπὶ πᾶν αἱ πολυστοιχότεραι. διαφορὰ δὲ μεγάλη καὶ τὸ παραβλαστητικὴν εἶναι, καθάπερ εἴπομεν τὴν Ἰνδικήν. καὶ οἱ στάχυες δὲ τῶν μὲν μεγάλοι καὶ μανότεροι ταῖς κριθαῖς τῶν δὲ ἐλάττους καὶ πυκνότεροι, καὶ ἀπέχοντες δὲ τοῦ φύλλου τῶν μὲν πολὺ τῶν δὲ μικρόν, ὥσπερ τῶν Ἀχιλλείων καλουμένων. καὶ αὐτῶν δὲ τῶν κριθῶν αἱ μὲν στρογγυλότεραι καὶ ἐλάττους αἱ δὲ προμηκέστεραι καὶ μείζους καὶ μανότεραι κατὰ τὸν στάχυν. ἔτι δὲ αἱ μὲν λευκαί, αἱ δὲ μέλαιναι καὶ ἐπιπορφυρίζουσαι, αἵπερ καὶ πολυάλφιτοι δοκοῦσιν εἶναι καὶ πρὸς τοὺς χειμῶνας δὲ καὶ τὰ πνεύματα καὶ ὅλως τὸν ἀέρα τῶν λευκῶν ἰσχυρότεραι.

Πολλὰ δὲ γένη καὶ τῶν πυρῶν ἐστιν εὐθὺς ἀπὸ τῶν χωρῶν ἔχοντα τὰς ἐπωνυμίας, οἷον Λιβυκοὶ Ποντικοὶ Θρᾷκες Ἀσσύριοι Αἰγύπτιοι Σικελοί. διαφορὰς δὲ καὶ ταῖς χροιαῖς καὶ τοῖς μεγέθεσι καὶ τοῖς εἴδεσι καὶ ταῖς ἰδιότησιν ἔχουσι καὶ ἐν ταῖς δυνάμεσι ταῖς τε ἄλλαις καὶ μάλιστα ταῖς πρὸς τὴν σίτησιν. τινὲς καὶ ἀπ᾿ [*](¹ Explained below, 8. 4. 4 : cf. 8. 4. 3.) [*](2 πάθεσι : cf. 1. 1. 1 n. ³ Plin. 18. 78.) [*](4 πλεῖστον δ᾿ ἑξάστοιχον, καὶ γὰρ τοιοῦτο conj. W.; πλεῖστον ἑξάστοιχον τοιοῦτον U M ; πλεῖσται καὶ ἑξάστιχοι· καὶ γὰ τοι- οῦτον Ald. H.)

168
ἄλλων τὰς προσηγορίας, οἷον καγχρυδίας στλεγγὺς Ἀλεξάνδρειος· ὧν ἁπάντων ἐν τοῖς εἰρημένοις τὰς διαφορὰς ληπτέον. οὐχ ἥκιστα δ᾿ οἰκεῖαι εἴ τις λαμβάνοι τὰς τοιαύτας· οἷόν εἰσιν οἱ μὲν πρώϊοι οἱ δὲ ὄψιοι, καὶ εὐαυξεῖς καὶ πολύχοι οἱ δὲ μικροὶ καὶ ὀλιγόχοι, καὶ μεγαλοστάχυες οἱ δὲ μικροστάχυες. καὶ οἱ μὲν ἐν κάλυκι πολὺν χρόνον οἱ δ᾿ ὀλίγον ἔνοντες, ὥσπερ ὁ Λιβυκός. καὶ κάλαμον οἱ μὲν λεπτὸν οἱ δὲ παχύν· καὶ τοῦτο ὁ Λιβυκὸς ἔχει, παχὺν δὲ καὶ ὁ καγχρυδίας. ἔτι δὲ χιτῶνας οἱ μὲν ὀλίγους οἱ δὲ πολλούς, ὥσπερ ὁ Θρᾴκιος. καὶ ὁ μὲν μονοκάλαμος ὁ δὲ πολυκάλαμος, καὶ μᾶλλον δὲ καὶ ἧττον.

Ὁμοίως δὲ καὶ εἴ τι παραπλήσιον τούτοις ἢ τοῖς πρότερον εἰρημένοις κατὰ τὰς δυνάμεις. αἱ γὰρ τοιαῦται φυσικώταται δόξαιεν ἂν εἶναι τῶν διαφορῶν. ἐν αἷς καὶ τὸ τῶν τριμήνων καὶ τὸ τῶν διμήνων καὶ εἴ τι γένος ἐν ἐλάττοσιν ἡμέραις τελειοῦται, καθάπερ φασὶν εἶναι περὶ τὴν Αἰνείαν, οἳ τετταράκοντα ἡμέραις ἀπὸ τῆς σπορᾶς ἁδρύνονται καὶ τέλος ἴσχουσιν· εἶναι δ᾿ ἰσχυρὸν τοῦτον καὶ βαρὺν οὐχ ὥσπερ τὸν τρίμηνον κοῦφον, δι᾿ ὃ καὶ τοῖς οἰκέταις παρέχειν, καὶ γὰρ οὐδὲ πίτυρον ἔχειν πολύ. σπανιώτατος μὲν οὖν καὶ τάχιστος εἰς τελείωσιν [*](¹ στλεγγύς. Sir W. Thiselton-Dyer conjectures σίλιγνις : 2 cf. Plin. 18. 184, LS. σιλίγνιον.) [*](² cf. Geop. 3. 3. 11. ³ i. e. colour, size, etc.) [*](4 μικροὶ add. W. to correspond to εὐαυξεῖς (conj. Sch.; εὐαξεῖς Ald.).)

170
οὗτος. εἰσὶ δὲ καὶ δίμηνοί τινες οἵπερ καὶ ἐκ Σικελίας ἐκομίσθησαν εἰς Ἀχαίαν· ὀλιγοχόοι δὲ καὶ ὀλιγογόνοι καὶ κοῦφοι κατὰ τὴν προσφορὰν καὶ ἡδεῖς. καὶ ἄλλοι δέ τινες οἱ περὶ Εὔβοιαν εἰσὶ καὶ μάλιστα ἐν τῇ Καρυστίᾳ. τρίμηνοι δὲ πολλοὶ καὶ πανταχοῦ κοῦφοι οὗτοι καὶ ὀλιγοχόοι καὶ μονοκάλαμοι κατὰ τὴν ἔκφυσιν καὶ τὸ ὅλον ἀσθενεῖς.

κουφότατος μὲν οὖν ὡς ἁπλῶς εἰπεῖν πυρὸς ὁ Ποντικός· βαρύτερος δὲ τῶν εἰς τὴν Ἑλλάδα πσραγινομένων ὁ Σικελός· τούτου δ᾿ ἔτι βαρύτερος ὁ Βοιωτός· σημεῖον δὲ λέγουσιν ὅτι οἱ μὲν ἀθληταὶ ἐν τῇ Βοιωτίᾳ τρί᾿ ἡμιχοίνικα μόλις ἀναλίσκουσιν, Ἀθήναζε δὲ ὅταν ἔλθωσι πένθ᾿ ἡμιχοίνικα ῥᾳδίως. κοῦφος δὲ καὶ ὁ ἐν τῇ Λακωνικῇ. τούτων μὲν οὖν ἔν τε ταῖς χώραις καὶ τῷ ἀέρι τὸ αἴτιον· ἐπεὶ καὶ περὶ τὴν Ἀσίαν οὐ πόρρω Βάκτρων ἐν μέν τινι τόπῳ οὕτως ἁδρὸν εἶναί φασι τὸν σῖτον ὥστε πυρῆνος ἐλαίας μέγεθος λαμβάνειν, ἐν δὲ τοῖς Πισσάτοις καλουμένοις οὕτως ἰσχυρὸν ὥστ᾿ εἰ τις πλεῖον προσενέγκοιτο διαρρήγνυσθαι, καὶ τῶν Μακεδόνων καὶ πολλοὺς τοῦτο παθεῖν. ἄτοπον δὲ καὶ ἀνομολογούμενον πρὸς τὴν τῶν τριμήνων κουφότητα τὸ περὶ τοὺς Ποντικοὺς συμβαῖνον· εἰσὶ γὰρ οἱ μὲν σκληροὶ ἠρινοὶ οἱ δὲ μαλακοὶ χειμερινοί· πολὺ γὰρ διαφέρει τῇ κουφότητι ὁ μαλακός. ὁμοίως δὲ καὶ δύο ἀρότους ὡς ἔοικε [*](¹ τρί᾿ ἡμιχοίνικα conj Sch.; τριημισχοίνικα M ; τριημιχοίνικα P2AId. H.)

172
παντὸς τοῦ σίτου ποιοῦνται, τὸν μὲν χειμερινὸν τὸν δὲ ἠρινόν, ἐν ᾧ καὶ τὰ ὄσπρια καταβάλλουσιν.

Εἰσὶ δὲ καὶ οἱ μὲν καθαροὶ αἰρῶν, ὥσπερ ὁ Ποντικὸς καὶ ὁ Αἰγύπτιος· καθαρὸς δὲ ἐπιεικῶς καὶ ὁ Σικελὸς καὶ μάλιστα ὁ Ἀκραγαντῖνος οὐκ αἰρώδης.

Ὁ δὲ Σικελὸς ἴδιον ἔχει τὸ μελάμπυρον καλούμενον, ὅ ἐστιν ἀβλαβὲς καὶ οὐχ ὥσπερ ἡ αἶρα βαρὺ καὶ κεφαλαλγές. ἀλλὰ τὰ μὲν τοιαῦτα, καθάπερ ἐλέχθη, ταῖς χώραις ἀναθετέον καὶ ὅσον ἐπιβάλλει τοῖς γένεσιν.