Enquiry into Plants
Theophrastus
Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916
XI. Τῶν δὲ σπερμάτων οὐχ ἡ αὐτὴ δύναμίς ἐστιν εἴς τε τὴν βλάστησιν καὶ εἰς θησαυρισμόν. [*](¹ αὐτὸς: sc. the grain. ἀυαίνεται conj. W,; ? αὐαίνεται αὐτὸς.) [*](θάτερον conj. Sch.; θατέρου Ald.) [*](3 cf. C. P. 3. 22. 3. ὤχροις conj. St.: ὄχροις Ald.H.) [*](4 καθάπερ καὶ conj. Sch.; καὶ καθάπερ Ald.) [*](5 πάντα conj. W.; τὰ Ald.)
Γίνεται δὴ φθειρομένοις σπέρμασι ἴδια ζῶα, καθάπερ ἐλέχθη, πλὴν ἐρεβίνθου· μόνος γὰρ οὗτος οὐ ζωογονεῖ. καὶ σηπομένοις μὲν πᾶσι σκώληξ κοπτομένοις δὲ καθ᾿ ἕκαστον ἴδιον. πάντων δὲ μάλιστα διαμένουσιν ἐρέβινθος καὶ ὄροβος, τούτων δ᾿ ἔτι μᾶλλον ὁ θέρμος· ἀλλ᾿ ἔοικέ γ᾿ οὗτος ὥσπερ ἀγρίῳ.
Διαφέρει δὲ ὡς ἔοικε χώρα χώρας καὶ ἀὴρ ἀέρος εἰς τὸ κόπτεσθαι καὶ μὴ τὰ σπέρματα· ἐν Ἀπολλωνίᾳ γοῦν τῇ περὶ τὸν Ἰόνιον οὐκ ἐσθίεσθαί φασιν ὅλως κύαμον, δι᾿ ὃ καὶ εἰς θησαυρισμὸν ἀποτίθεσθαι· διαμένει δὲ καὶ περὶ Κυζικὸν ἐπὶ πλείω. μέγα δὲ πρὸς διαμονὴν καὶ τὸ ξηρὰ θερίζειν· ἐλάττων γὰρ ἡ ὑγρότης· θερίζουσι δ᾿ ἐγχυλότερα τὰ μὲν χεδροπὰ πρὸς τὸ μᾶλλον καὶ ῥᾷον συλλέξαι, ταχὺ γὰρ καταρρεῖ καὶ αὐανθέντα [*](¹ εὖ conj. W.; οὐ Ald. ² σήπεται add. W.) [*](³ cf. 8. 8. 6; C. P. 5. 18. 2. ⁴ θᾶττον add. W.) [*](5 καὶ ὁ κον. . . . ἀκονιάτοις conj. W., cf. C.P. 4. 16. 1; ὁ κονι- ορτώδης καὶ ὁ κονίορτος· καὶ ὁ ἐν τοῖς κονιορτοῖς ἐν ἅπασιν, οἷον κονιάτοις ἢ ἀκονιάτοις Ald.; so also UM, but omitting τοῖς; U gives κονιατοῖς; ἢ ὁ ἀκονίορθος for καὶ ὁ κονίορτος mBas. cf. Plin 18. 301, Varro 1. 57. 1, where the use of a cement of pounded marble is recommended.) [*](6 δὴ φθειρομένοις conj. Sch.; διαφθειρομένοις UMAld.)
Δἰ ὃ καὶ εἰς θώμους συντιθέασι καὶ πυροὺς καὶ κριθάς, καὶ δοκοῦσιν ἁδρύνεσθαι ἐν θώμῳ μᾶλλον ἢ λιποσαρκεῖν. οὐκ ἐσθίεται δὲ σῖτος, ὅταν ὑσθεὶς θερισθῇ· ἀθέριστος δὲ μάλιστα διαμένει ὁ πυρός, ἔτι δὲ μᾶλλον ὁ θέρμος· οὐδὲ γὰρ θερίζουσι τοῦτον πρότερον ἢ ὕδωρ γενέσθαι, διὰ τὸ ἐκπηδᾶν θεριζόμενον καὶ ἀπόλλυσθαι τὸ σπέρμα.
Πρὸς ἔκφυσιν δὲ καὶ τὴν ὅλην σπορὰν ἄριστα δοκεῖ τὰ ἑνάενα· τὰ δὲ δίενα χείρω καὶ τὰ τρίενα, τὰ δ᾿ ὑπερτείνοντα σχεδὸν ἄγονα, πρὸς δὲ τὴν σίτησιν ἀρκοῦντα. βίος γάρ ἐστιν ἑκάστοις ὡρισμένος εἰς γονήν. καίτοι καὶ ταύταις παραλλάττει ταῖς δυνάμεσι διὰ τοὺς τόπους ἐν οἷς ἂν θησαυρίζωνται. τῆς γοῦν Καππαδοκίας ἐν χωρίῳ τινὶ τῷ καλουμένῳ Πέτρᾳ καὶ τετταράκοντα ἔτη διαμένειν φασὶ γόνιμα καὶ χρήσιμα πρὸς σπόρον, εἰς δὲ τὴν σίτησιν ἑξήκοντα ἢ ἑβδομήκοντα· τὸ γὰρ ὅλον οὐ κόπτεσθαι· τὰ δὲ ἱμάτια καὶ τὴν ἄλλην γάζαν κόπτεσθαι.
τὸ γὰρ χώριον ἄλλως τε ὑψηλὸν εἶναι καὶ εὔπνουν καὶ ἔναυρον αἰεὶ καὶ ἀπ᾿ ἀνατολῆς ἔχουσι καὶ δύσεως καὶ μεσημβρίας. [*](¹ ἢ λιποσαρκεῖν conj. H.; ἡλίκα σωρῶν U; ἡλίκα σαρκῶν Μ. W. brackets as due to a gloss. cf. C. P. 4. 13. 6.) [*](² ὅταν ὑσθεὶς conj. Scal.: so Vo.; ὁ τανυσθείς Bas. Cam. θερισθῇ conj. W.; περιφυῇ MSS.)
Δοκεῖ δὲ καὶ γῆ τις εἶναι παρά τισιν ἣ διαπαττομένη συντηρεῖ τὸν πυρόν, ὥσπερ ἥ τε ἐν Ὀλόνθῳ καὶ ἐν Κηρίνθῳ τῆς Εὐβοίας· ποιεῖ δὲ χείρω μὲν εἰς τὴν σίτησιν ἁδρότερον δὲ τῇ προσόψει· παραπάττουσι δὲ χοίνικα εἰς τὸν μέδιμνον.
Πυρωθέντα πάντα τὰ σπέρματα ἀπόλλυται καὶ ἀβλαστῆ γίνεται· καίτοι περί γε Βαβυλῶνά φασι τὰς κριθὰς καὶ τοὺς πυροὺς ἐπὶ τῆς ἅλω πηδᾶν, ὥσπερ τὰ φρυγόμενα· ἀλλὰ δῆλον ὅτι διαφορά τίς ἐστι τῆς θερμότητος, ἢ ἁπλῶς πως θερμασίᾳ γίνεται καὶ ἡ πήδησις. καὶ τὰ μὲν τοιαῦτα σχεδὸν ὡσπερεὶ κοινὰ δόξειεν ἂν εἶναι πάντων ἢ τῶν πλείστων.
[*](¹ cf. C.P. 5. 18. 3; for millet-seed see J.H.S. vol. xxxv. part i. p. 22.)[*](² διαπαττομένη conj. H.; διαπλαττομένη UMAld.; διακοπτο- μένη P,. cf. Plin 18. 305.)[*](³ παραπάττουσι conj. Sch., cf. Geop. 2. 21. 3; (ἐμπάσσιν); παρατάττουσι UMAld. cf. Varro 1. 57. 1.)Ἔνια δὲ ἔχει τινὰ ἰδιότητα καὶ τῶν δοκούντων ὥσπερ ἀγρίων εἶναι καὶ κατὰ τὴν γένεσιν καὶ τὴν ἔκφυσιν, ὥσπερ ὁ θέρμος καὶ ὁ αἰγίλωψ· ὁ μὲν γὰρ θέρμος καίπερ ἰσχυρότατος ὢν ὅμως, ἐὰν μὴ εὐθὺς ἀπὸ τῆς ἅλω καταβληθῇ, κακοφυὴς γίνεται. καθάπερ ἐλέχθη, καὶ τὸ ὅλον δὲ οὐκ ἐθέλει κρύπτεσθαι τῇ γῇ, δι᾿ καὶ οὐχ ὑπαροῦντες σπείρουσι· πολλάκις δὲ κὰν εἰς ὕλην ἢ βοτάνην τινὰ πέσῃ, διωσάμενος ταύτην συνάπτει τὴν ῥίζαν τῇ γῇ καὶ βλαστάνει. χώραν δὲ ὕφαμμον ζητεῖ καὶ φαύλην μᾶλλον, τὸ δὲ ὅλον οὐκ ἐθέλει φύεσθαι ἐν διειργασμένῃ.
Ὁ δὲ αἰγίλωψ ἀνάπαλιν· ἐν γὰρ τῇ γεωργουμένῃ κάλλιον· καὶ ἐνιαχοῦ δὲ πρότερον ἀβλαστὴς ὢν ἐὰν γεωργηθῇ βλαστάνει καὶ γίνεται πολύς, καὶ ὅλως δὲ φιλεῖ χώραν ἀγαθήν. ἴδιον δὲ αὐτοῦ λέγεται πρὸς τὰ ἄλλα τὰ σιτώδη σπέρματα καὶ ἡ παῤ ἐνιαυτὸν βλάστησις ἑκατέρου τῶν σπερμάτων. δι᾿ καὶ οἱ βουλόμενοι τελέως φθεῖραι, δύσφθαρτον γὰρ δὴ φύσει τυγχάνει, τὰς ἀρούρας ἀνιᾶσιν ἀσπόρους ἐπὶ δύο ἔτη, καὶ ὅταν ἀναβλαστήσῃ τὰ πρόβατα ἐπαφιᾶσι πολλάκις, ἕως ἂν ἐκνεμηθῶσι, καὶ αὕτη γίνεται φθορὰ παντελής· ἅμα δὲ τοῦτο μαρτυρεῖ καὶ τὴν παρὰ μέρος βλάστησιν.
[*](¹ καὶ conj. Sch..: ἢ Ald.H.)[*](2 cf. 8. 1. 3. 3 cf. C.P. 4. 7. 3.)[*](⁴ ὑπαροῦντες conj. H.; ὑπαποροῦντες, UMAld. cf. C.P.3.20. 8.)