Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

58

Ι. Ἑπόμενον δὲ τοῖς εἰρημένοις περὶ τῶν ποιωδῶν εἰπεῖν· τοῦτο γάρ ἐστι λοιπὸν τῶν ἐξ ἀρχῆς διαιρεθέντων γενῶν, ἐν ᾧ συμπεριλαμβανονταί πως τὸ λαχανηρὸν καὶ τὸ σιτῶδες. καὶ πρῶτον περὶ τοῦ λαχανώδους λεκτέον ἀρξαμένους ἀπὸ τῶν ἡμέρων, ἐπεὶ γνώριμα μᾶλλον τυγχάνει τῶν ἀγρίων.

Εἰσὶ δὴ τρεῖς ἄροτοι πάντων τῶν κηπευομένων, ἐν οἷς ἕκαστα σπείρουσι διαιροῦντες ταῖς ὥραις. εἷς μὲν οὖν ὁ χειμερινός, ἄλλος δὲ ὁ θερινός, τρίτος δὲ ὁ μεταξὺ τούτων μεθ᾿ ἡλίου τροπὰς χειμερινάς.

καλοῦσι δ᾿ οὕτως οὐ πρὸς τὴν σπορὰν βλέποντες ἀλλὰ πρὸς τὴν γένεσιν καὶ τὴν χρείαν ἑκάστου· ἐπεὶ ἥ γε σπορὰ σχεδὸν ἐν τοῖς ἐναντίοις γίνεται. τοῦ χειμερινοῦ μὲν γὰρ ἀρχὴ μετὰ τροπὰς θερινὰς τοῦ Μεταγειτνιῶνος μηνός, ἐν ᾧ σπείρουσι ῥάφανον ῥαφανίδα γογγυλίδα καὶ τὰ καλούμενα ἐπίσπορα· ταῦτα δ᾿ ἐστὶ τεύτλιον θριδακίνη εὔζωμον λάπαθον νᾶπυ κορίαννον ἄνηθον κάρδαμον· καλοῦσι δὲ [*](¹ cf. C.P. 3. 20. 7 and 8.)

60
καὶ πρῶτον τοῦτον τῶν ἀρότων. τοῦ δὲ δευτέρου πάλιν μεθ᾿ ἡλίου τροπὰς τοῦ Γαμηλιῶνος μηνός, ἐν ᾧ σπείρουσι καὶ πηγνύουσι πράσον σέλινον γήθυον ἀδράφαξυν. τοῦ τρίτου δέ, ὃν καλοῦσι θερινόν, τοῦ Μουνυχιῶνος· ἐν τούτῳ δὲ σπείρεται σίκυος κολοκύντη βλίτον ὤκιμον ἀνδράχνη θύμβρον. ποιοῦνται δὲ πλείους ἀρότους τῶν ὁμοίων καθ᾿ ἑκάστην ὥραν, οἷον ῥαφανίδος ὠκίμου τῶν ἄλλων. πᾶσι δὲ σπείρεται τοῖς ἀρότοις τὰ ἐπίσπορα.

Διαφύεται δ᾿ οὐκ ἐν ἴσοις πάντα χρόνοις, ἀλλὰ τὰ μὲν θᾶττον τὰ δὲ βραδύτερον ὅσα δυσφυῆ. τάχιστα μὲν οὖν ὤκιμον καὶ βλίτον καὶ εὔζωμον καὶ τῶν χειμερινῶν ῥαφανίς· τριταῖα γὰρ ὡς εἰπεῖν. θριδακίναι δὲ τεταρταῖαι ἢ πεμπταῖαι. σίκυος δὲ καὶ κολοκύντη περὶ τὰς πέντε ἢ ἕξ, οἱ δέ φασιν ἑπτά· πρότερον δὲ καὶ θᾶττον ὁ σίκυος. ἀνδράχνη δ᾿ ἐν πλείοσι τούτων. ἄνηθον δὲ τεταρταῖον. κάρδαμον δὲ καὶ νᾶπυ πεμπταῖα. τευτλίον δὲ θέρους μὲν ἑκταῖον χειμῶνος δὲ δεκαταῖον. ἀδράφαξυς δὲ ὀγδοαία. ῥάφανος δὲ δεκαταία. πράσον δὲ καὶ γήθυον οὐκ ἐν ἴσοις, ἀλλὰ τὸ μὲν ἐννεακαιδεκαταῖον ἐνιαχοῦ δὲ εἰκοσταῖον, γήθυον δὲ δεκαταῖον ἢ δωδεκαταῖον. κορίαννον δὲ δυσφυές· οὐδὲ γὰρ ἐθέλει βλαστάνειν τὸ νέον ἐὰν μὴ βρεχθῇ. θύμβρα δὲ καὶ ὀρίγανος ἐν πλείοσιν ἢ τριάκοντα. δυσφυέστατον δὲ πάντων τὸ σέλινον· τεσσαρακοσταῖον γάρ φασιν οἱ τὰ συντομώτερα λέγοντες, [*](1 January. ² April. ³ Plin. 19. 117.) [*](⁴ τῶν χειμερινῶν: cf. 7. 1. 1.)

62
οἱ δὲ πεντηκοσταῖον, καὶ τοῦτο κατὰ πάντας τοὺς ἀρότους· ἐπισπείρουσι γάρ τινες ἐπὶ πᾶσιν.

Ὅλως δὲ ὅσα κατὰ πλείους ὥρας σπείρεται, ταῦτ᾿ οὐδὲν θᾶττον τέλεια γίνεται τοῦ θέρους. καὶ θαυμαστὸν εἰ καὶ μηθὲν ἡ ὥρα συμβάλλεται καὶ ὁ ἀὴρ πρὸς τὸ θᾶττον, ἐὰν δὲ μοχθηρὰ καὶ ψυχρὰ καὶ τῷ ἀέρι περισκεπὴς βραδύτερον· ἐπεὶ καὶ χειμώνων ἢ εὐδιῶν ἐπιγινομένων τοῖς ἀρότοις ὁτὲ μὲν βραδύτερον ὁτὲ δὲ θάττον ἡ βλάστησις· διαφέρει δὲ ταῦτα κατὰ τοὺς ἀρότους ἑκάστων· πρωϊαίτατον γὰρ ἐν τοῖς εὐείλοις καὶ εὐκρᾶσιν.

Ὡς γὰρ ἁπλῶς εἰπεῖν ἐν πλείοσι δεῖ τὰς αἰτίας ὑπολαβεῖν τῶν τοιούτων, ἔν τε τοῖς σπέρμασιν αὐτοῖς καὶ ἐν τῇ χώρᾳ καὶ τῷ ἀέρι καὶ ταῖς ὥραις αἷς ἕκαστα σπείρουσι καὶ χειμώνων καὶ εὐδιῶν. ἀλλὰ τοῦτο μὲν σκεπτέον, ἐφ᾿ ὧν τε παραλλάττουσιν οἱ χρόνοι καὶ ἐφ᾿ ὧν οὔ· καὶ γὰρ τὴν ῥαφανίδα φασί τινες τριταίαν καὶ θέρους καὶ χειμῶνος, τὸ δὲ τεύτλιον, ὥσπερ εἴρηται, παραλλάττει κατὰ τὰς ὥρας. χρόνοι δ᾿ οὖν οὗτοι τῆς βλαστήσεως εἰσι καὶ λέγονται καθ᾿ ἕκαστον.

Διαφέρει δὲ πρὸς τὸ θᾶττον καὶ βραδύτερον καὶ ἡ τῶν σπερμάτων παλαιότης. τὰ μὲν γὰρ ἀπὸ νέων παραγίνεται θᾶττον, οἷον πράσον γήθυον [*](¹ ὥρας Vo.H.; χώρας UM; so also G.) [*](² τέλεια conj. W. (comm.); γε πολλὰ MSS.; τὰ πολλὰ Vo.Sch. W. (text); γίνεται conj. Sch. from G; γίνεσθαι Ald.) [*](3 καὶ τῇ ἀέρι . . . βραδύτερον: grammar doubtful and text perhaps defective: so given in UM; καὶ ὁ ἀὴρ περισκεπὴς )

64
σίκυος κολοκύντη· ἔνιοι δὲ καὶ προβρέχουσι τὸν σίκυον πρὸς τὸ θᾶττον ἢ ἐν γάλακτι ἢ ἐν ὕδατι. τὰ δ᾿ ἀπὸ παλαιῶν, οἷον σέλινον τεύτλιον κάρδαμον θύμβρα κορίαννον ὀρίγανον· εἴπερ μὴ αὐτὰ ἀπὸ τοῦ νέου, καθάπερ εἴπομεν. ἴδιον δέ φασιν ἐπὶ τοῦ τευτλίου συμβαίνειν· οὐ γὰρ διαφύεσθαι πᾶν εὐθὺς ἀλλ᾿ ὕστερον πολλῷ. τὸ δὲ καὶ τῷ ἐχομένῳ ἔτει καὶ τῷ τρίτῳ, δι᾿ ὃ καὶ ἐκ πολλοῦ σπέρματος ὀλίγον βλαστάνειν.

Ἕκαστον δὲ τῶν σπερμάτων, ἐὰν ἁδρυνθέντα ἀποπέσῃ, διαμένει πρὸς τὴν ὥραν τὴν ἑαυτοῦ καὶ οὐ πρότερον ἐκβλαστάνει· καὶ κατὰ λόγον ἐστί· καὶ γὰρ ἐπὶ τῶν ἀγρίων ὁρῶμεν συμβαῖνον, ἐὰν μὴ φθαρῇ. αἱ δὲ τελειώσεις τῶν καρπῶν ἁπάντων γίνονται τοῦ θέρους, πρότερον δὲ καὶ θᾶττον ὡς ἁπλῶς εἰπεῖν τῶν πρότερον σπαρέντων. διαφέρει δὲ καὶ ἡ ὥρα· τὰ γὰρ ἐν ταῖς θερμημερίαις σπαρέντα θᾶττον ἐκκαυλεῖ καὶ ἐκσπερματοῦται, καθάπερ ῥαφανὶς γογγυλίς. ἔνια δὲ οὐκ ἐνιαύσια φέρει τὸν καρπὸν ἀλλὰ δίενα, καθάπερ σέλινον πράσον γήθυον, ἃ καὶ διαμένει χρόνον πλείονα καὶ οὐκ ἔστιν ἐπέτεια· τὰ γὰρ πολλὰ τούτων ἅμα τῇ τελειώσει τῶν σπερμάτων αὐαίνεται.

Πάντα δὲ ὡς εἰπεῖν ὅσα ἐκκαυλεῖ καὶ τελειοῖ τὸν καρπὸν ἀποτελειοῦται κατὰ τὸ σχῆμα τοῦ παραβλαστήσεις ἐκ τῶν καυλῶν ἔχειν ἀκρεμονικάς, πλὴν ὅσα μονόκαυλα, καθάπερ πράσον καὶ γήθυον καὶ κρόμυον καὶ σκόροδον.

Φίλυδρα δὲ καὶ φιλόκοπρα πάντα, μᾶλλον δὲ [*](¹ φυτεύεται αὐτὰ conj. W.; οὐ τὸ UMAld.) [*](² Sc. soaking.)

66
τὰ ἀσθενέστερα καὶ πλείονος ἐπιμελείας δεόμενα, τὰ δὲ καὶ τροφῆς.