Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

VIII. Τῶν δ᾿ ἀνθῶν τὸ μὲν πρῶτον ἐκφαίνεται τὸ λευκόϊον, ὅπου μὲν ὁ ἀὴρ μαλακώτερος εὐθὺς τοῦ χειμῶνος, ὅπου δὲ σκληρότερος ὕστερον, ἐνιαχοῦ τοῦ ἦρος. ἅμα δὲ τῷ ἴῳ ἢ μικρόν τι ὕστερον καὶ τὸ φλόγινον καλούμενον τὸ ἄγριον· [*](¹ cf. Plin. 20. 245 and 246 (not from T.): C.P. 2. 18. 2; Diosc. 3. 38; Index ἕρπυλλος.) [*](2 cf. Plin. 19. 172, which refers however to σισύμβριον; Nic. αρ. Athen. 15. 31.) [*](3 Plin. 21. 61.)

50
ταῦτα γὰρ ὧν οἱ στεφανήπλοκοι χρῶνται πολὺ ἐκτρέχει τῶν ἄλλων. μετὰ δὲ ταῦτα ὁ νάρκισσος καὶ τὸ λείριον, καὶ τῶν ἀγρίων ἀωεμώνης γένος τὸ καλούμενον ὄρειον, καὶ τὸ τοῦ βολβοῦ κώδυον· ἐμπλέκουσι γὰρ ἔνιοι καὶ τοῦτο εἰς τοὺς στεφάνους. ἐπὶ δὲ τούτοις ἡ οἰνάνθη καὶ τὸ μέλαν ἴον καὶ τῶν ἀγρίων ὅ τε ἐλειόχρυσος καὶ τῆς ἀνεμώνης ἡ λειμωνία καλουμένη καὶ τὸ ξίφιον καὶ ὑάκινθος καὶ σχεδὸν ὅσοις ἄλλοις χρῶνται τῶν ὀρείων.

τὸ δὲ ῥόδον ὑστερεῖ τούτων καὶ τελευταῖον μὲν φαίνεται, πρῶτον δ᾿ ἀπολείπει τῶν ἐαρινῶν· ὀλιγοχρονία γὰρ ἡ ἄνθησις. ὀλιγοχρόνια δὲ καὶ τῶν ἀγρίων τὰ λοιπὰ πλὴν τῆς ὑακίνθου καὶ τῆς ἀγρίας καὶ τῆς σπαρτῆς· αὕτη δὲ διαμένει καὶ τὸ λευκὸν ἴον καὶ ἔτι πλείω τὸ φλόγινον· τὸ δὲ δὴ μέλαν ἴον, ὥσπερ εἴρηται, δι᾿ ἐνιαυτοῦ θεραπείας τυγχάνον. ὡσαύτως δὲ καὶ ἡ οἰνάνθη, καὶ γὰρ τοῦτο ἀνθικὸν μὲν ποῶδες δὲ τὴν φύσιν, ἐάν τις ἀποκνίζῃ καὶ ἀφαιρῇ τὸ ἄνθος καὶ μὴ ἐᾷ σπερματοῦσθαι καὶ ἔτι τόπον εὔειλον ἔχῃ· τὸ δὲ ἄνθος βοτρυῶδες καὶ λευκὸν καθάπερ τῶν ἀγρίων --- ταῦτα μὲν οὖν ὥσπερ ἐαρινὰ φαίνεται.

Τὰ δὲ θερινὰ μᾶλλον ἥ τε λυχνὶς καὶ τὸ διόσανθος καὶ τὸ κρίνον καὶ τὸ ἴφυον καὶ ὁ [*](¹ Evidently both distinct from the νάρκισσος ἢ λείριον of 6. 6. 9: 6. 8 3. See Index.) [*](² καὶ τῶν . . . ὄρειον ins Sch. from Athen. l.c. with alteration of ὀρείων to ἀγρίων. cf. Plin. I.c.) [*](³ i.e. the flower of muscari, mentioned in this way because elsewhere (e.g. 7. 12. 1) the edible root is in question, which was properly called βολβός.) [*](4 cf. 9. 19. 3. 5 See Index.)

52
ἀμάρακος ὁ Φρύγιος· ἔτι δὲ ὁ πόθος καλούμενος· οὗτος δ᾿ ἐστὶ διττός, ὁ μὲν ἔχων τὸ ἄνθος ὅμοιον τῇ ὑακίνθῳ, ὁ δὲ ἕτερος ἄχρους λευκός, ᾧ χρῶνται περὶ τοὺς τάφους· καὶ χρονιώτερος οὗτος. ἀνθεῖ δὲ καὶ ἡ ἶρις τοῦ θέρους καὶ τὸ στρουθίον καλούμενον· τῇ μὲν ὄψει καλὸν τὸ ἄνθος ἄοσμον δέ. μετοπώρου δὲ τὸ λείριον τὸ ἕτερον καὶ ὁ κρόκος, ὅ τε ὀρεινὸς ἄοσμος καὶ ὁ ἥμερος· εὐθὺς γὰρ ἀνθοῦσι τοῖς πρώτοις ὕδασι. χρῶνται δὲ καὶ τῶν ἀγρίων τῷ τῆς ὀξυακάνθου καρπῷ καὶ τῷ ἄνθει τῷ τῆς μίλακος.

Καὶ ταῖς μὲν ὥραις οὕτως ἑκάστων ἡ γένεσις. ὡς δὲ ἁπλῶς εἰπεῖν οὐδεὶς διαλείπεται χρόνος οὐδ᾿ ἔστιν ἀνανθής, ἀλλὰ καὶ ὁ χειμὼν ἔχει καίπερ ἄγονος δοκῶν εἶναι διὰ τὴν κατάψυξιν τῶν μετοπωρινῶν μεταλαμβανόντων, ἐὰν δὲ δὴ καὶ μαλακὸς ᾖ, πολλῷ μᾶλλον. ἁπλῶς γὰρ πάντ᾿ ἢ τὰ πολλὰ καὶ ἐπεκτείνεται τῆς οἰκείας ὥρας, καὶ ἐὰν ὁ τόπος εὔειλος ᾖ μᾶλλον· δι᾿ ὃ καὶ συνέχεια γίνεται. χρόνοι μὲν οὖν οὗτοι καὶ ὧραι κατὰ τὰς γενέσεις.

Βίος δὲ ἰωνίας μὲν τῆς λευκῆς ἔτη μάλιστα τρία· γηράσκουσα δὲ ἐλαττοῦται καὶ ἴα λευκότερα φέρει. ῥοδωνίας δὲ πέντε τὰ πρὸς τὴν ἀκμὴν μὴ ἐπικαομένης· χείρω δὲ καὶ ταύτης τὰ ῥόδα γηρασκούσης. πρὸς εὐοσμίαν δὲ καὶ ῥόδων καὶ ἴων καὶ τῶν ἄλλων ἀνθῶν μέγιστον ὁ τόπος [*](1 cf. C.P. 1. 4.) [*](² cf. the Eng. plant-name ‘love-in-absence’; see πόθος in Index.) [*](3 λευκὼς. ἔκλευκος, ‘whitish,’ Athen. l.c.) [*](⁴ Evidently the νάρκισσος ἢ λείριον of 6. 6. 9; cf. 6. 8. 1 n.)

54
συμβάλλεται καὶ ὁ ἀὴρ πρὸς ἕκαστον οἰκεῖος· ἐν Αἰγύπτῳ γὰρ τὶ μὲν ἄλλα πάντ᾿ ἄοσμα καὶ ἄνθη καὶ ἀρώματα, αἱ δὲ μυρρίναι θαυμασταὶ τῇ εὐοσμίᾳ. προτερεῖν δέ φασι τῶν ἐνταῦθα καὶ ῥόδα καὶ ἴα καὶ τὰ ἄλλα ἄνθη καὶ διμήνῳ, καὶ διαμένειν πλείω τῶν παῤ ἡμῖν ἢ οὐκ ἐλάττω χρόνον ταῦτα.

Δοκεῖ δὲ πολὺ πρὸς εὐοσμίαν διαφέρειν, ὥσπερ ἐλέχθη, καὶ ὁ ἐνιαυτὸς τοῖος ἢ τοῖος γενόμενος, οὐ μόνον ἐπομβρίαις καὶ αὐχμοῖς ἀλλὰ καὶ τῷ κατὰ καιρὸν γίνεσθαι καὶ ὕδατα καὶ πνεύματα καὶ ἁπλῶς τὰς τοῦ ἀέρος μεταβολάς. τὰ δὲ ἐν τοῖς ὄρεσιν ὡς ἁπλῶς εἰπεῖν καὶ ῥόδα καὶ ἴα καὶ τὰ ἄλλα μὲν ἀνθεῖν τῇ δὲ ὀσμῇ πολλὰ χείρω γίνεσθαι. καὶ περὶ μὲν τῶν στεφανωματικῶν καὶ ἁπλῶς τῶν φρυγανικῶν σχεδὸν ἐν τούτοις καὶ τοῖς ὁμοίοις ἐστὶν ἡ ἱστορία.

[*](¹ ?violets and gilliflowers; so also below.)[*](² Plin. l.c.: cf. C.P. 6. 18. 3.)[*](3 ἄνθη conj. St. from G; ἀνανθὴ Ald. cf. C.P. 6. 19. 4.)[*](4 Plin. 15. 37.)