Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

IV. Τῆς δ᾿ ἀκανθικῆς, ἑπόμενον γὰρ τοῦτο εἰπεῖν, ἐπειδὴ διήρηται τὸ μὲν ἀκανθῶδες ὅλως τὸ δὲ φυλλάκανθον, ὑπὲρ ἑκατέρου χώρις λεκτέον, [*](¹ cf. Arr. Anab. 3. 28. 6 and 7.) [*](² Artemisia canogirata: Index App. (24).) [*](3 Plin. 19. 46; Diosc. 3. 94; Hesych. s.v.; Photius, Gloss. s.v.; cf. 6. 3. 4 n.)

22
καὶ τρίτου δὴ περὶ τοῦ καὶ παρὰ τὴν ἄκανθαν ἔχοντος φύλλον, ὥσπερ ὅ τε φέως καὶ ὁ τρίβολος. καὶ ἡ κάππαρις ἴδιον ἔχει τὸ μὴ μόνον τὴν ἐκ· τῶν καυλῶν ἄκανθαν ἔχειν ἀλλὰ καὶ τὸ φύλλον. ἐπακανθίζον. τῶν δὲ διῃρημένων εἰδῶν πλεῖστον μέν ἐστι τὸ φυλλάκανθον, ἐλάχιστον δὲ ὡς εἰπεῖν τὸ ἀκανθῶδες ὅλως. βραχὺ γάρ τι πάμπαν ἐστίν, ὥσπερ ἐλέχθη, καὶ σχεδὸν οὐ ῥάδιον λαβεῖν παρά τε τὸν ἀσφάραγον καὶ τὸν σκορπίον.

Ἀμφότερα δὲ ταῦτα ἀνθεῖ μετὰ ἰσημερίαν φθινοπωρινήν. ὁ μὲν σκορπίος ἐν τῷ σαρκώδει τῷ ἐποιδοῦντι τῷ ὑπὸ τὸ ἄκρον τῆς ἀκάνθης ἔχων τὸ ἄνθος ἐξ ἀρχῆς μὲν λευκὸν ὕστερον δ᾿ ἐπιπορφυρίζον. ὁ δὲ ἀσφάραγος ἐκφύων παρὰ τὰς ἀκάνθας κορυνῶδες μικρόν, ἐκ τούτου δέ ἐστι τὸ ἄνθος μικρόν. ὁ δὲ σκορπίος μονόρριζον καὶ βαθύρριζον, ὁ δὲ ἀσφάραγος βαθύρριζόν τε εὖ μάλα καὶ πολύρριζον πυκναῖς ταῖς ῥίζαις, ὥστε τὸ ἄνω συνεχὲς εἶναι αὐτῶν, ἀφ᾿ οὗ καὶ αἱ βλαστήσεις αὐτῶν τῶν καυλῶν· ἀναβλαστάνει δὲ ὁ καυλὸς ἐκ τῆς ἀσφαραγιᾶς τοῦ ἦρος καὶ ἐδώδιμός ἐστιν· εἶθ᾿ οὕτως ἀποτραχύνεται καὶ ἐξακανθοῦται προιούσης τῆς ὥρας· ἡ δὲ ἄνθησις οὐκ ἐκ τούτου μόνον ἀλλὰ καὶ ἐκ τῶν πρότερον· οὐ γὰρ ἐπετειόκαυλόν ἐστι. τὰ μὲν οὖν ὅλως ἀκανθώδη τοιαύτην τινὰ ἔχει φύσιν.

Τῶν δὲ φυλλακάνθων τὸ πλεῖστον γένος ὡς [*](¹ φέως conj. St.; φλέως Ald. cf. 6. 1. 3.) [*](2 cf. 6. 1. 3. Plin. 21. 91; 22. 39.)

24
ἁπλῶς εἰπεῖν ἀκανῶδες τυγχάνει· λέγω δὲ τὸ ἀκανῶδες, ὅτι τὸ κύημα καὶ ἐν ᾧ τὸ ἄνθος ἢ καὶ ὁ καρπὸς ἄκανος ἢ ἀκανῶδες πάντων ἐστί. διαφορὰν δὲ ἔχει ἐν ἑαυτῷ καὶ μεγέθει καὶ σχήματι καὶ χρώματι καὶ πλήθει καὶ ὀλιγότητι τῶν ἀκανθῶν καὶ τῶν ἄλλων. ἔξω γὰρ ὀλίγων πάνυ, καθάπερ τοῦ στρουθίου τε καὶ τοῦ σόγκου καὶ εἴ τινων ἑτέρων, τὰ λοιπὰ πάντα ὡς εἰπεῖν τοιαύτην ἔχει τὴν φύσιν· ἐπεὶ καὶ ὁ σόγκος τήν γε φύσιν ἀκανθώδη ἔχει, τὸ δὲ σπερματικὸν οὐχ ὅμοιον· ἀλλὰ τά γε τοιαῦτα πάντα οἶον ἄκορνα λευκάκανθα χάλκειος κνῆκος πολυάκανθος ἀτρακτυλὶς ὀνόπυξος ἰξίνη χαμαιλέων· πλὴν οὗτος οὐ φυλλάκανθος, σκόλυμος δέ, ὃς καὶ λειμωνία, φυλλ άκανθος·

καὶ τἆλλα, πλείω γάρ ἐστι. διαφέρουσι δ᾿ ἀλλήλων πρὸς τοῖς εἰρημένοις τῷ τὰ μὲν πολύκαυλα εἶναι καὶ ἀποφύσεις ἔχειν, ὥσπερ ὁ ἄκανος, τὰ δὲ μονόκαυλα καὶ μὴ ἔχειν, ὥσπερ ὁ κνῆκος, ἔνια δ᾿ ἄνωθεν ἔχειν ἐξ ἄκρου, καθάπερ τὸ ῥύτρος. καὶ τὰ μὲν εὐθὺς τοῖς πρώτοις ὑετοῖς βλαστάνειν τὰ δ᾿ ὕστερον, ἔνια δὲ καὶ τοῦ θέρους, ὥσπερ καὶ ἡ τετράλιξ ὑπό τινων καλουμένη καὶ ἡ ἰξίνη· καὶ ἐπὶ τῶν ἀνθῶν ὁμοίως· ὀψιανθὴς γὰρ ὁ σκόλυμος καὶ ἐπὶ πολὺν χρόνον.

[*](¹ ἀκανῶδες m Bas.; ἀκανθῶδες Ald. cf. 1. 13. 3, where ἀκανῶδες is restored by W. ’s certain conj.)[*](2 ἀκανῶδες conj. Sch.; ἀκανθῶδες Ald. H.; acanaceum G.)[*](³ ἄκανος ἢ ἀκανῶδες Ald.; ἄκανθος ἢ ἀκανθῶδες m Bas. υ. supra.)[*](4 σόγκος conj. Sch.; κνῆκος Ald. The correction seems necessary in view of 6. 4. 8.)[*](5 ἄκορνα conj. Sch.; ἄκαρνα Ald. cf. Plin. l.c.)[*](6 ὃς καὶ λειμωνία Ι conj.; ἢ καὶ λειμωνία conj. Scal. from)
26

Διαφοραὶ δὲ τῶν μὲν ἀκάνων οὐκ εἰσί, τῆς κνήκου δ᾿ εἰσίν· ἡ μὲν γὰρ ἀγρία ἡ δ᾿ ἥμερος. τῆς δ᾿ ἀγρίας δύο εἴδη, τὸ μὲν προσεμφερὲς σφόδρα τῷ ἡμέρῳ πλὴν εὐθυκαυλότερον, δι᾿ ὃ καὶ πηνίοις ἔνιαι τῶν ἀρχαίων ἐχρῶντο γυναικῶν. καρπὸν δὲ ἔχει μέλανα καὶ μέγαν καὶ πικρόν. ἡ δ᾿ ἑτέρα δασεῖα καὶ τοὺς καυλοὺς ἔχει σογκώδεις, ὥστε τρόπον τινὰ ἐπιγειόκαυλος γίνεται· διὰ γὰρ μαλακότητα τῶν καυλῶν κατακλίνεται πρὸς τὰς ἀρούρας· καρπὸν δ᾿ ἔχει μικρὸν πώγωνος· σπερματώδεις πᾶσαι, πλὴν μειζόσι καὶ πυκνοτέροις αἱ ἄγριαι. ἴδιον δὲ ἔχει πρὸς τὰ ἄλλα ἄγρια· τὰ μὲν γὰρ σκληρότερα καὶ ἀκανθωδέστερα τῶν ἡμέρων, αὕτη δὲ μαλακωτέρα καὶ λειοτέρα.

Ἡ δ᾿ ἄκορνα προσεμφερὴς ὡς ἁπλῶς εἰπεῖν κατὰ τὴν πρόσοψιν τῇ κνήκῳ τῇ ἡμέρῳ. χρῶμα δ᾿ ἐπίξανθον ἔχει καὶ χυλὸν λιπαρόν. ἀτρακτυλὶς δέ τις καλεῖται καὶ λευκοτέρα τούτων· ἴδιον δὲ ἔχει τὸ περὶ τὸ φύλλον, ὅτι ἀφαιρούμενον καὶ τῇ σαρκὶ προσφερόμενον αἱματώδη ποιεῖ τὸν χυλόν, δι᾿ ὃ καὶ φόνον ἔνιοι καλοῦσι τὴν ἄκανθαν ταύτην· ἔχει δὲ καὶ τὴν ὀσμὴν δεινὴν καὶ φονώδη· ὀψὲ δὲ καὶ τελειοῖ τὸν καρπὸν πρὸς τὸ μετόπωρον. [*](¹ ἀκάνων Ald.; ἀκαρνῶν m Bas.; ἀκάνου or ἀκόρνης conj. Sch., the plural being awkward.) [*](² πηνίοις conj. R. Coast.; σπληνείοις U; σπληνίοις MAld ; colu G and Plin. l.c.; cf. Diosc 3. 107.) [*](3 σογκώδεις: Plin. l.c. seems to have read ὀγκόδεις (torosiore caule).) [*](4 καυλῶν conj. Scal. from Plin. l.c.; φύλλων Ald.) [*](5 μικρὸν conj. Spr. from Plin. l.c. (minutum somen); πικρὸν) [*](6 πώγωνος· σπερματώδεις Ald.: so U, but πωγωνος, and M, but)

28
τὸ δ᾿ ὅλον ὡς ἀπλῶς εἰπεῖν ἅποσα ἡ ἀκανικὴ φύσις ὀψίκαρπος. ἅπόντα δὲ ταῦτα φύεται καὶ ἀπὸ τοῦ σπέρματος καὶ ἀπὸ τῆς ῥίζης, ὥστε βραχύν τινα γίνεσθαι τὸν ἀνὰ μέσον χρόνον τῆς ἐκφύσεως τε καὶ τῆς τοῦ σπέρματος τελειώσεως.

Τοῦ σκολύμου δὲ οὐχ ὅτι τοῦτο μόνον ἴδιον, ὅτι τὴν ῥίζαν ἐδώδιμον ἔχει καὶ ἑφθὴν καὶ ὠμήν. ἀλλὰ καὶ ὅτι τότε ἀρίστην ὅταν ἀνθῇ καὶ ὅτι σκληρυνομένη ἀφίησιν ὀπόν. ἴδιον δὲ καὶ τὸ τῆς ἀνθήσεως· ἐπεὶ περὶ τροπάς.

Σαρκώδης δὲ καὶ ἐδώδιμος ἡ τοῦ σόγκου· ἡ δὲ κύησις οὐκ ἀκανώδης ἀλλὰ προμήκης αὐτοῦ· καὶ τοῦτ᾿ ἴδιον μόνον ἔχει τῶν φυλλακάνθων ἀντεστραμμένως ἢ ὁ χαμαιλέων· ὁ μὲν γὰρ ἀφυλλάκανθος ὢν ἀκαιίζει. γηράσκον δὲ τὸ ἄνθος ἐκπαπποῦται, καθάπερ τὸ τῆς ἀπάπης καὶ τὸ τῆς μυρίκης καὶ ὅσα παραπλήσια τούτοις. παρακολουθεῖ δὲ μέχρι τοῦ θέρους τὸ μὲν κυοῦν τὸ δὲ ἀνθοῦν τὸ δὲ σπέρμα τίκτον, μικρὰν ἰκμάδα καὶ κέντρον ἔχον· ξηραινόμενον δὲ τὸ φύλλον διαχεῖται καὶ οὐκέτι κεντεῖ.

Ἡ ἰξίνη δὲ φύεται μὲν οὐ πολλαχοῦ, ῥιζόφυλλον δέ ἐστιν. ἀπὸ δὲ τῆς ῥίζης μέσης ὁ σπερματικὸς ἄκανος ἐπιπέφυκεν, ὥσπερ μῆλον εὖ [*](¹ ἀκκανικὴ conj. Bod., cf. 6. 4. 4 nn.; ἀκανθικὴ Ald.) [*](² cf. Hes. Op. 582.) [*](³ σόγκου conj. C. Hoffmann; ὄγκου Ald.) [*](4 κύησις: i.e. flower-head. cf. κύημα 6. 4. 3: Plin. 21. 94.) [*](5 ἀκανόδης conj. Scal.: ἀκανθώδης Ald. cf. 6. 4. 3 nn.) [*](6 cf. 6. 4. 3. T. ’s information seems to be incorrect, as)

30
μάλα ἐπικεκρυμμένον ὑπὸ τῶν φύλλων· οὗτος δὲ ἐπὶ τοῦ ἄκρου φέρει τὸ δάκρυον εὔστομον, καὶ τοῦτό ἐστιν ἡ ἀκανθικὴ μαστίχη. ταῦτα μὲν οὖν καὶ τὰ τοιαῦτα πανταχοῦ σχεδόν ἐστιν.

Ἡ δὲ κάκτος καλουμένη περὶ Σικελίαν μόνον, ἐν τῇ Ἑλλάδι δὲ οὐκ ἔστιν. ἴδιον δὲ παρὰ τἆλλα τὸ φυτόν· ἀφίησι γὰρ εὐθὺς ἀπὸ τῆς ῥίζης καυλοὺς ἐπιγείους, τὸ δὲ φύλλον ἔχει πλατὺ καὶ ἀκανθῶδες· καλοῦσι δὲ τοὺς καυλοὺς τούτους κάκτους· ἐδώδιμοι δέ εἰσι περιλεπόμενοι μικρὸν ἐπίπικροι, καὶ θησαυρίζουσιν αὐτοὺς ἐν ἅλμῃ.

Ἕτερον δὲ καυλὸν ὀρθὸν ἀφίησιν, ὃν καλοῦσι πτέρνικα· γίνεται δὲ καὶ οὗτος ἐδώδιμος πλὴν ἀθησαύριστος. τὸ δὲ περικάρπιον, ἐν ᾧ τὸ σπέρμα, τὴν μὲν μορφὴν ἀκανῶδες, ἀφαιρεθέντων δὲ τῶν παππωδῶν σπερμάτων ἐδώδιμον καὶ τοῦτο καὶ ἐμφερὲς τῷ τοῦ φοίνικος ἐγκεφάλῳ· καλοῦσι δὲ αὐτὸ σκαλίαν. τὰ μὲν οὖν φυλλάκανθα σκεπτέον ἐν τοιαύταις διαφοραῖς.