Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

VII. Ὅλως δὲ πρὸς ποῖα τῆς ὕλης ἑκάστη χρησίμη καὶ ποία ναυπηγήσιμος καὶ οἰκοδομική, πλείστη γὰρ αὕτη ἡ χρεία καὶ ἐν μεγίστοις, πειρατέον εἰπεῖν, ἀφορίζοντα καθ’ ἕκαστον τὸ χρήσιμον.

Ἐλάτη μὲν οὖν καὶ πεύκη καὶ κέδρος ὡς ἁπλῶς [*](¹ παύονται can hardly be right : Plin. l.c. seems to have had a fuller text.) [*](2 ἐμπλάττει: cf. de Sens. 66.)

456
εἰπεῖν ναυπηγήσιμα· τὰς μὲν γὰρ τριήρεις καὶ τὰ μακρὰ πλοῖα ἐλάτινα ποιοῦσι διὰ κουφότητα, τὰ δὲ στρογγύλα πεύκινα διὰ τὸ ἀσαπές· ἔνιοι δὲ καὶ τὰς τριήρεις διὰ τὸ μὴ εὐπορεῖν ἐλάτης. οἱ δὲ κατὰ Συρίαν καὶ Φοινίκην ἐκ κέδρου· σπανίζουσι γὰρ καὶ πεύκης. οἱ δ’ ἐν Κύπρῳ πίτυος· ταύτην γὰρ ἡ νῆσος ἔχει καὶ δοκεῖ κρείττων εἶναι τῆς πεύκης.

καὶ τὰ μὲν ἄλλα ἐκ τούτων· τὴν δὲ τρόπιν τριήρει μὲν δρυίνην, ἵνα ἀντέχῃ πρὸς τὰς νεωλκίας, ταῖς δὲ ὁλκάσι πευκίνην· ὑποτιθέασι δ’ ἔτι καὶ δρυίνην ἐπὰν νεωλκῶσι, ταῖς δ’ ἐλάττοσιν ὀξυίνην· καὶ ὅλως ἐκ τούτου τὸ χέλυσμα.

Οὐχ ἅπτεται δὲ οὐδὲ κατὰ τὴν κόλλησιν ὁμοίως τὸ δρύινον τῶν πευκίνων καὶ ἐλατίνων· τὰ μὲν γὰρ πυκνὰ τὰ δὲ μανά, καὶ τὰ μὲν ὅμοια τὰ δ’ οὕ. δεῖ δὲ ὁμοιοπαθῆ εἶναι τὰ μέλλοντα συμφ ύεσθαι καὶ μὴ ἐναντία, καθαπερανεὶ λίθον καὶ ξύλον.

Ἡ δὲ τορνεία τοῖς μὲν πλοίοις γίνεται συκαμίνου μελίας πτελέας πλατάνου· γλισχρότητα γὰρ ἔχειν δεῖ καὶ ἰσχύν. χειρίστη δὲ ἡ τῆς πλατάνου· ταχὺ γὰρ σήπεται. ταῖς δὲ τριήρεσιν ἔνιοι καὶ πιτυίνας ποιοῦσι διὰ τὸ ἐλαφρόν. τὸ δὲ στερέωμα, πρὸς ᾧ τὸ χέλυσμα, καὶ τὰς ἐπωτίδας, μελίας καὶ συκαμίνου καὶ πτελέας· ἰσχυρὰ [*](1 τριήρει conj. W.; τριήρη U; τριήρης MV; τριἠρεσι Ald.) [*](2 ταῖς δ’ ἐλάττοσιν ὀξυίνην conj. W, (τοῖς Sch.); τοῖς μὲν ἐλάττοσιν ὀξύη Ald. cf. Plin. 16. 226.) [*](3 χέλυσμα, a temporary covering for the bottom: so Poll. and Hesych. explain.)

458
γὰρ δεῖ ταῦτ’ εἶναι. ναυπηγήσιμος μὲν οὖν ὕλ η σχεδὸν αὕτη.

Οἰκοδομικὴ δὲ πολλῷ πλείων, ἐλάτη τε καὶ πεύκη καὶ κέδρος, ἔτι κυπάριττος δρῦς καὶ ἄρκευθος· ὡς δ’ ἀπλῶς εἰπεῖν πᾶσα χρησίμη πλὴν εἴ τις ἀσθενὴς πάμπαν· οὐκ εἰς ταὐτὸ γὰρ πᾶσαι, καθάπερ οὐδ’ ἐπὶ τῆς ναυπηγίας. αἱ δ’ ἄλλαι πρὸς τὰ ἴδια τῶν τεχνῶν, οἶον σκεύη καὶ ὄργανα καὶ εἴ τι τοιοῦτον ἕτερον. πρὸς πλεῖστα δὲ σχεδὸν ἡ ἐλάτη παρέχεται χρείαν· καὶ γὰρ πρὸς τοὺς πίνακας τοὺς γραφομένους. τεκτονικῇ μὲν οὖν ἡ παλαιοτάτη κρατίστη, ἐὰν ᾖ ἀσαπής· εὐθετεῖ γὰρ ὡς εἰπεῖν πᾶσι χρῆσθαι· ναυπηγικῇ δὲ διὰ τὴν κάμψιν ἐνικμοτέρᾳ ἀναγκαῖον· ἐπεὶ πρός γε τὴν κόλλησιν ἡ ξηροτέρα συμφέρει. ἵσταται γὰρ καινὰ τὰ ναυπηγούμενα καὶ ὅταν συμπαγῇ καθελκυσθέντα συμμύει καὶ στέγει, πλὴν ἐὰν μὴ παντάπασιν ἐξικμασθῇ· τότε δὲ οὐ δέχεται κόλλησιν ἢ οὐχ ὁμοίως.

Δεῖ δὲ καὶ καθ’ ἕκαστον λαμβάνειν εἰς ποῖα χρήσιμός ἐστιν. ἐλάτη μὲν οὖν καὶ πεύκη. καθάπερ εἴρηται, καὶ πρὸς ναυπηγίαν καὶ πρὸς [*](¹ ἐλάτη. . . ᾶρκευθος conj. W,: ἐλάτη τε καὶ πεύκη καὶ κέδρος ἔτι κυπάρριττος δρῦς πεύκη καὶ κέδρος ἄοκευθος U; ἐλάτη τε καὶ πεύκη καὶ κέδρος καὶ ἄρκευθος Ald.H.: so also MV, omitting καὶ before ὰρκ.) [*](2 ὡς δ’ ἁπλῶς conj. Sch.; ατλῶς δ’ ὡς Ald.) [*](³ καινὰ conj. Sch.; καὶ νῦν Ald.) [*](4 συμπαγῇ conj. W., which he renders ‘when it has been glued together’; συμπίῃ Ald. G’s reading was evidently different.)

460
οἰκοδομίαν καὶ ἔτι πρὸς ἄλλα τῶν ἔργων, εἰς πλείω δὲ ἡ ἐλάτη. πίτυί δὲ χρῶνται μὲν εἰς ἄμφω καὶ οὐχ ἦττον εἰς ναυπηγίαν, οὐ μὴν ἀλλὰ ταχὺ διασήπεται. δρῦς δὲ πρὸς οἰκοδομίαν καὶ πρὸς ναυπηγίαν ἔτι τε πρὸς τὶ κατὰ γῆς κατορυττόμενα. φίλυρα δὲ πρὸς τὰ σανιδώματα τῶν μακρῶν πλοίων καὶ πρὸς κιβώτια καὶ πρὸς τὴν τῶν μέτρων κατασκευήν. ἔχει δὲ καὶ τὸν φλοιὸν χρήσιμον πρός τε τὰ σχοινία καὶ πρὸς τὰς κίστας· ποιοῦσι γὰρ ἐξ αὐτῆς.

Σφένδαμνός τε καὶ ζυγία πρὸς κλινοπηγίαν καὶ πρὸς τὰ ζυγὰ τῶν λοφούρων. μίλος δὲ εἰς παρακολλήματα κιβώτοις καὶ ὑποβάθροις καὶ ὅλως τοῖς τοιούτοις. πρῖνος δὲ πρὸς ἄξονας ταῖς μονοστρόφοις ἁμάξαις καὶ εἰς ζυγὰ λύραις καὶ ψαλτηρίοις. ὀξύη δὲ πρὸς ἁμαξοπηγίαν καὶ διφροπηγίαν τὴν εὐτελῆ. πτελέα δὲ πρὸς θυροπηγίαν καὶ γαλεάγρας· χρῶνται δὲ καὶ εἰς τὰ ἁμαξικὰ μετρίως. πηδὸς δὲ εἰς ἄξονάς τε ταῖς ἀμάξαις καὶ εἰς ἕλκηθρα τοῖς ἀρότροις. ἀνδράχλη δὲ ταῖς γυναιξὶν εἰς τὰ περὶ τοὺς ἱστούς. ἄρκευθος δὲ εἰς τεκτονίας καὶ εἰς τὰ ὑπαίθρια καὶ εἰς τὰ κατορυττόμενα κατὰ γῆς διὰ τὸ ἀσαπές.

ὡσαύτως δὲ καὶ ἡ Εὐβοϊκὴ καρύα, καὶ πρός γε τὴν κατόρυξιν ἔτι μᾶλλον ἀσαπής. πύξῳ δὲ χρῶνται μὲν πρὸς ἔνια, οὐ μὴν ἀλλ’ ἥ γε ἐν τῷ Ὀλύμπῳ γινομένη διὰ τὸ βραχεῖά τε εἶναι καὶ ὀζώδης ἀχρεῖος. τερμίνθῳ δὲ οὐδὲν χρῶνται [*](¹κίστας: cf. 3. 13. 1; perhaps ‘hampers,’' cf. 5. 7. 7.) [*](2 παρακολλήματα: lit. ‘things glued on.’) [*](3 Plin. 16. 229.) [*](4 ταῖς μονοστρόφιs ἁμάξαις : or, perhaps, ‘the wheels of)

462
πλὴν τῷ καρπῷ καὶ τῇ ῥητίνῃ. οὐδὲ φιλυκῃ πλὴν τοῖς προβάτοις· ἀεὶ γάρ ἐστι δασεῖα. τῇ δὲ ἀφάρκῃ εἰς χάρακάς τε καὶ τὸ καίειν. κηλάστρῳ δὲ καὶ σημύδᾳ πρὸς βακτηρίας. ἔνιοι δὲ καὶ δάφνῃ· τὰς γὰρ γεροντικὰς καὶ κούφας ταύτης ποιοῦσιν. ἰτέᾳ δὲ πρός τε τὰς ἀσπίδας καὶ τὰς κίστας καὶ τὰ κανᾶ καὶ τἆλλα. προσαναλαβεῖν δέ ἐστι καὶ τῶν ἄλλων ἕκαστον ὁμοίως.

Διῄρηται δὲ καὶ πρὸς τὰ τεκτονικὰ τῶν ὀργάνων ἕκαστα κατὰ τὴν χρείαν· οἶον σφυρίον μὲν καὶ τερέτριον ἄριστα μὲν γίνεται κοτίνου· χρῶνται δὲ καὶ πυξίνοις καὶ πτελείνοις καὶ μελείνοις· τὰς δὲ μεγάλας σφ ύρας πιτυίνας ποιοῦσιν. ὁμοίως δὲ καὶ τῶν ἄλλων ἕκαστον ἔχει τινὰ τάξιν. καὶ ταῦτα μὲν αἱ χρεῖαι διαιροῦσιν.