Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

IX. Ἕκαστοι δὲ τῶ ποταμῶν ἐοίκασιν ἴδιόν τι φέρειν, ὥσπερ καὶ τῶν χερσαίων. ἐπεὶ οὐδὲ ὁ τρίβολος ἐν ἅποσιν οὐδὲ πανταχοῦ φύεται, ἀλλ’ ἐν τοῖς ἑλώδεσι τῶν ποταμῶν· ἐν μεγίστῳ δὲ βάθει πενταπήχει ἢ μικρῷ μείζονι, καθάπερ [*](¹ Plin. l.c. anthalium, whence Salm. conj. ὰνθάλλιον.) [*](² Saccharum biforum. See Index App. (19).) [*](³ εὖ σίτου ἄλλο conj. W.; εὐσιτοῦντα Ald.)

358
περὶ τὸν Στρυμόνα· σχεδὸν δὲ ἐν τοσούτῳ καὶ ὁ κάλαμος καὶ τὰ ἄλλα. ὑπερέχει δὲ οὐθὲν αὐτοῦ πλὴν αὐτὰ τὰ φύλλα ὥσπερ ἐπινέοντα καὶ κρύπτοντα τὸν τρίβολον, ὁ δὲ τρίβολος αὐτὸς ἐν τῷ ὕδατι νεύων εἰς βυθόν. τὸ δὲ φύλλον ἐστὶ πλατὺ προσεμφερὲς τῷ τῆς πτελέας, μίσχον δὲ ἔχει σφόδρα μακρόν· ὁ δὲ καυλὸς ἐξ ἄκρου παχύτατος, ὅθεν τὰ φύλλα καὶ ὁ καρπός, τὰ δὲ κάτω λεπτότερος ἀεὶ μέχρι τῆς ῥίζης· ἔχει δὲ ἀποπεφυκότα ἀπ’ αὐτοῦ τριχώδη τὰ μὲν πλεῖστα παράλληλα τὰ δὲ καὶ παραλλάττοντα, κάτωθεν ἀπὸ τῆς ῥίζης μεγάλα τὰ δὲ ἄνω ἀεὶ ἐλάττω προιοῦσιν, ὥστε τὰ τελευταῖα μικρὰ πάμπαν εἶναι καὶ τὴν διαφορὰν μεγάλην τὴν ἀπὸ τῆς ῥίζης πρὸς τὸν καρπόν.

ἔχει δὲ ἐκ τοῦ ἑνὸς καυλοῦ καὶ παραβλαστήματα πλείω· καὶ γὰρ τρία καὶ τέτταρα, μέγιστον δ’ αἰεὶ τὸ πλησιαίτερον τῆς ῥίζης, εἶτα τὸ μετὰ τοῦτο καὶ τὰ ἄλλα κατὰ λόγον. τὸ δὲ παραβλάστημά ἐστιν ὥσπερ καυλὸς ἄλλος λεπτότερος μὲν τοῦ πρώτου, τὰ δὲ φύλλα καὶ τὸν καρπὸν ἔχων ὁμοίως. ὁ δὲ καρπὸς μέλας καὶ σκληρὸς σφόδρα. ῥίζαν δὲ ἡλίκην καὶ ποίαν ἔχει σκεπτέον. ἡ μὲν οὖν φύσις τοιαύτη. φύεται μὲν ἀπὸ τοῦ καρποῦ τοῦ πίπτοντος καὶ ἀφίησι βλαστὸν τοῦ ἦρος·

φασὶ δὲ οἱ μὲν εἶναι ἐπέτϲιον οἱ δὲ διαμένειν τὴν μὲν ῥίζαν εἰς χρόνον, ἐξ ἦς καὶ τὴν βλάστησιν εἶναι τοῦ καυλοῦ. τοῦτο μὲν οὖν σκεπτέον. ἴδιον δὲ παρὰ τἆλλα τὸ τῶν παραφυομένων ἐκ τοῦ καυλοῦ τριχωδῶν· οὔτε γὰρ φύλλα ταῦτα οὔτε καυλός· ἐπεὶ τό γε τῆς παραβλαστήσεως κοινὸν καλάμου καὶ ἄλλων.