Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

XI. Τοῦ δὴ καλάμου δύο φασὶν εἶναι γένη, τόν τε αὐλητικὸν καὶ τὸν ἕτερον· ἓν γὰρ εἶναι τὸ γένος τοῦ ἑτέρου, διαφέρειν δὲ ἀλλήλων ἰσχύι καὶ παχύτητι καὶ λεπτότητι καὶ ἀσθενείᾳ· καλοῦσι δὲ τὸν μὲν ἰσχυρὸν καὶ παχὺν χαρακίαν τὸν δ᾿ ἕτερον πλόκιμον· καὶ φύεσθαι τὸν μὲν [*](¹ i.e. we have gone beyond the list of typical plants of Orchomenus given 4. 10. 1, because we have found others of which much the same may be said.) [*](2 cf. 4. 10. 2.) [*](³ αὐτὴ: cf. 4. 10. 3 n.)

368
πλόκιμον ἐπὶ τῶν πλοάδων τὸν δὲ χαρακίαν ἐπὶ τοῖς κώμυσι· κώμυθας δὲ καλοῦσι οὗ ἂν ᾖ συνηθροισμένος κάλαμος καὶ συμπεπλεγμένος ταῖς ῥίζαις· τοῦτο δὲ γίνεται καθ᾿ οὓς ἂν τόπους τῆς λίμνης εὔγειον ᾖ χωρίον· γίνεσθαι δέ ποτε τὸν χαρακίαν καὶ οὗ ὁ αὐλητικός, μακρότερον μὲν τοῦ ἄλλου χαρακίου σκωληκόβρωτον δέ. τούτου μὲν οὖν ταύτας λέγουσι τὰς διαφοράς.

Περὶ δὲ τοῦ αὐλητικοῦ τὸ μὲν φύεσθαι δι᾿ ἐννεατηρίδος, ὥσπερ τινές φασι, καὶ ταύτην εἶναι τὴν τάξιν οὐκ ἀληθές, ἀλλὰ τὸ μὲν ὅλον αὐξηθείσης γίνεται τῆς λίμνης· ὅτι δὲ τοῦτ᾿ ἐδόκει συμβαίνειν ἐν τοῖς πρότερον χρόνοις μάλιστα δι᾿ ἐννεατηρίδος, καὶ τὴν γένεσιν τοῦ καλάμου ταύτην ἐποίουν τὸ συμβεβηκὸς ὡς τάξιν λαμβάνοντες.

γίνεται δὲ ὅταν ἐπομβρίας γενομένης ἐμμένῃ τὸ ὕδωρ δύ᾿ ἔτη τοὐλάχιστον, ἂν δὲ πλείω καὶ καλλίων· τούτου δὲ μάλιστα μνημονεύουσι γεγονότος τῶν ὕστερον χρόνων ὅτε συνέβη τὰ περὶ Χαιρώνειαν· πρὸ τούτων γὰρ ἔφασαν ἔτη πλείω βαθυνθῆναι τὴν λίμνην· μετὰ δὲ ταῦτα ὕστερον, ὡς ὁ λοιμὸς ἐγένετο σφοδρός, πλησθῆναι μὲν αὐτήν, οὐ μείναντος δὲ τοῦ ὕδατος ἀλλ᾿ ἐκλιπόντος χειμῶνος οὐ γενέσθαι τὸν κάλαμον· φασὶ γὰρ καὶ δοκεῖ βαθυνομένης τῆς λίμνης αὐξάνεσθαι τὸν κάλαμον εἰς μῆκος, μείναντα δὲ τὸν ἐπιόντα ἐνιαυτὸν ἁδρύνεσθαι· καὶ γίνεσθαι τὸν μὲν ἁδρυθέντα ζευγίτην, ᾧ δ᾿ ἂν μὴ συμπαραμείνῃ τὸ [*](¹ κώμυσι: lit ‘bundles.’) [*](² δυ᾿ ἔτη conj. W.; διετῆ UM V Ald.) [*](³ B. c. 338.)

370
ὕδωρ βομβυκίαν. τὴν μὲν οὖν γένεσιν εἶναι τοιαύτην.

Διαφέρειν δὲ τῶν ἄλλων καλάμων ὡς καθ᾿ ὅλου λαβεῖν εὐτροφίᾳ τινὶ τῆς φύσεως· εὐπληθέστερον γὰρ εἶναι καὶ εὐσαρκότερον καὶ ὅλως δὲ θῆλυν τῇ προσόψει. καὶ γὰρ τὸ φύλλον πλατύτερον ἔχειν καὶ λευκότερον τὴν δὲ ἀνθήλην ἐλάττω τῶν ἄλλων, τινὰς δὲ ὅλως οὐκ ἔχειν, οὓς καὶ προσαγορεύουσιν εὐνουχίας· ἐξ ὧν ἄριστα μέν φασί τινες γίνεσθαι τὰ ζεύγη, κατορθοῦν δὲ ὀλίγα παρὰ τὴν ἐργασίαν.

Τὴν δὲ τομὴν ὡραίαν εἶναι πρὸ Ἀντιγενίδου μέν, ἡνίκ᾿ ηὔλουν ἀπλάστως, ὑπ᾿ Ἄρκτουρον Βοηδρομιῶνος μηνός· τὸν γὰρ οὕτω τμηθέντα συχνοῖς μὲν ἔτεσιν ὕστερον γίνεσθαι χρήσιμον καὶ προκαταυλήσεως δεῖσθαι πολλῆς, συμμύειν δὲ τὸ στόμα τῶν γλωττῶν, ὃ πρὸς τὴν διακτηρίαν εἶναι χρήσιμον.

ἐπεὶ δὲ εἰς τὴν πλάσιν μετέβησαν, καὶ ἡ τομὴ μετεκινήθη· τέμνουσι γὰρ δὴ νῦν τοῦ Σκιρροφοριῶνος καὶ Ἑκατομβαιῶνος ὥσπερ πρὸ τροπῶν μικρὸν ἢ ὑπὸ τροπάς. γίνεσθαι δέ φασι τρίενόν τε χρήσιμον καὶ καταυλήσεως βραχείας [*](¹ βομβυκίαν. In one kind of pipe the performer blew, not directly on to the ‘reed,’ but into a cap in which it was enclosed ; this cap, from the resemblance in shape to a cocoon, was called βόμβυξ.) [*](² εἶναι add. W.) [*](3 Plin. 16. 169–172 4 September.) [*](5 i.e. between the free end of the vibrating ‘tongue and)

372
δεῖσθαι καὶ κατασπάσματα τὰς γλώττας ἴσχειν· τοῦτο δὲ ἀναγκαῖον τοῖς μετὰ πλάσματος οὐ λοῦσι. τοῦ μὲν οὖν ζευγίτου ταύτας εἶναι τὰς ὥρας τῆς τομῆς.

Ἡ δ᾿ ἐργασία γίνεται τοῦτον τὸν τρόπον· ὅταν συλλέξωσι τιθέασιν ὑπαίθριον τοῦ χειμῶνος ἐν τῷ λέμματι· τοῦ δ᾿ ἦρος περικαθάραντες καὶ ἐκτρίψαντες εἰς τὸν ἥλιον ἔθεσαν. τοῦ θέρους δὲ μετὰ ταῦτα συντεμόντες εἰς τὰ μεσογονάτια πάλιν ὑπαίθριον τιθέασι χρόνον τινά. προσλείπουσι δὲ τῷ μεσογονατίῳ τὸ πρὸς τοὺς βλαστοὺς γόνυ· τὰ δὲ μήκη τὰ τούτων οὐ γίνεται διπαλαίστων ἐλάττω. βέλτιστα μὲν οὖν εἶναι τῶν μεσογονατίων πρὸς τὴν ζευγοποιΐαν ὅλου τοῦ καλάμου τὰ μέσα· μαλακώτατα δὲ ἴσχειν ζεύγη τὰ πρὸς τοὺς βλαστούς, σκληρότατα δὲ τὰ πρὸς τῇ ῥίζῃ· συμφωνεῖν δὲ τὰς γλώττας τὰς ἐκ τοῦ αὐτοῦ μεσογονατίου, τὰς δὲ ἄλλας οὐ συμφωνεῖν· καὶ τὴν μὲν πρὸς τῇ ῥίζῃ ἀριστερὰν εἶναι, τὴν δὲ πρὸς τοὺς βλαστοὺς δεξιάν.

τμηθέντος δὲ δίχα τοῦ μεσογονατίου τὸ στόμα τῆς γλώττης ἑκατέρας γίνεσθαι κατὰ τὴν τοῦ καλάμου τομήν· ἐὰν δὲ ἄλλον τρόπον ἐργασθῶσιν αἱ γλῶτται, ταύτας οὐ πάνυ συμφωνεῖν· ἡ μὲν οὖν ἐργασία τοιαύτη.

[*](¹ κατασπάσματα: lit. ‘convulsions’; i.e. the strong vibra- tions of a ‘tongue,’ the free end of which is kept away from the body or ‘lay’ of the mouthpiece. Such a ‘reed’ would have the effect of giving to the pipes a fuller and louder tone.)[*](² i.e. so as to make a closed end.)
374

Φύεται δὲ πλεῖστος μὲν μεταξὺ τοῦ Κηφισοῦ καὶ τοῦ Μέλανος· οὗτος δὲ ὁ τόπος προσαγορεύεται μὲν Πελεκανία· τούτου δ᾿ ἔστιν ἄττα Χύτροι καλούμενοι βαθύσματα τῆς λίμνης, ἐν οἷς κάλλιστόν φασι γίνεσθαι· δὲ καὶ καθ᾿ ὃ ἡ Προβατία καλουμένη καταφέρεται· τοῦτο δ᾿ ἐστὶ ποταμὸς ῥέων ἐκ Λεβαδείας. κάλλιστος δὲ δοκεῖ πάντων γίνεσθαι περὶ τὴν Ὀξεῖαν καλουμένην Καμπήν· ὁ δὲ τόπος οὗτός ἐστιν ἐμβολὴ τοῦ Κηφισοῦ. γειτνιᾷ δ᾿ αὐτῷ πεδίον εὔγειον, ὃ προσαγορεύουσι Ἱππίαν.

πρόσβορρος δὲ τόπος ἄλλος τῆς Ὀξείας Καμπῆς ἐστιν, ὃν καλοῦσι Βοηδρίαν· φύεσθαι δέ φασι καὶ κατὰ ταύτην εὐγενῆ τὸν κάλαμον. τὸ δὲ ὅλον, οὗ ἂν ᾖ βαθύγειον καὶ εὔγειον χωρίον καὶ ἰλυῶδες καὶ ὁ Κηφισὸς ἀναμίσγεται καὶ πρὸς τούτοις βάθυσμα τῆς λίμνης, κάλλιστον γίνεσθαι κάλαμον. περὶ γὰρ τὴν Ὀξεῖαν Καμπὴν καὶ τὴν Βοηδρίαν πάντα ταῦτα ὑπάρχειν. ὅτι δὲ ὁ Κηφισὸς μεγάλην ἔχει ῥοπὴν εἰς τὸ ποιεῖν καλὸν τὸν κάλαμον σημεῖον ἔχουσι· καθ᾿ ὃν γὰρ τόπον ὁ Μέλας καλούμενος ἐμβάλλει βαθείας οὔσης τῆς λίμνης καὶ τοῦ ἐδάφους εὐγείου καὶ ἰλυώδους, ἢ ὅλως μὴ γίνεσθαι ἢ φαῦλον. ἡ μὲν οὖν γένεσις καὶ φύσις τοῦ αὐλητικοῦ καὶ ἡ κατεργασία καὶ τίνας ἔχει διαφορὰς πρὸς τοὺς ἄλλους ἱκανῶς εἰρήσθω.

Γένη δὲ οὐ ταῦτα μόνον ἀλλὰ πλείω τοῦ καλάμου τυγχάνει φανερὰς ἔχοντα τῇ αἰσθήσει διαφοράς· ὁ μὲν γὰρ πυκνὸς καὶ τῇ σαρκὶ καὶ τοῖς [*](1 cf. Plut. Sulla, 20.) [*](2 i.e. the so-called ‘Lake’ Copaïs.) [*](3 καὶ add. W.)

376
γόνασιν, ὁ δὲ μανὸς καὶ ὀλιγογόνατος· καὶ ὁ μὲν κοῖλος, ὃν καλοῦσί τινες συριγγίαν, οὐδὲν γὰρ ώς εἰπεῖν ἔχει ξύλου καὶ σαρκός· ὁ δὲ στερεὸς καὶ συμπλήρης μικροῦ. καὶ ὁ μὲν βραχύς, ὁ δὲ εὐαυξὴς καὶ ὑψηλὸς καὶ παχύς. ὁ δὲ λεπτὸς καὶ πολύφυλλος, ὁ δὲ ὀλιγόφυλλος καὶ μονόφυλλος. ὅλως δὲ πολλαί τινές εἰσι διαφοραὶ κατὰ τὰς χρείας· ἕκαστος γὰρ πρὸς ἕκαστα χρήσιμος.

Ὀνόμασι δὲ ἄλλοι ἄλλοις προσαγορεύουσι· κοινότατον δέ πως ὁ δόναξ, ὃν καὶ λοχμωδέστατόν γέ φασιν εἶναι καὶ μάλιστα φύεσθαι παρὰ τοὺς ποταμοὺς καὶ τὰς λίμνας. διαφέρειν δ᾿ ὅμως παντὸς καλάμου πολὺ τόν τε ἐν τῷ ξηρῷ καὶ τὸν ἐν τοῖς ὕδασι φυόμενον. ἴδιος δὲ καὶ ὁ τοξικός, ὃν δὴ Κρητικόν τινες καλοῦσιν· ὀλιγογόνατος μὲν σαρκωδέστερος δὲ πάντων καὶ μάλιστα κάμψιν δεχόμενος, και ὅλως ἄγεσθαι δυνάμενος ὡς ἂν θέλῃ τις θερμαινόμενος.

Ἔχουσι δέ, ὥσπερ ἐλέχθη, καὶ κατὰ τὰ φύλλα μεγάλας διαφορὰς οὐ πλήθει καὶ μεγέθει μόνον ἀλλὰ καὶ χροιᾷ. ποικίλος γὰρ ὁ Λακωνικός καλούμενος. ἔτι δὲ τῇ θέσει καὶ προσφ ύσει· κάτωθεν γὰρ ἔνιοι πλεῖστα φέρουσι τῶν φύλλων, αὐτὸς δὲ ὥσπερ ἐκ θάμνου πέφυκε. σχεδὸν δέ τινές φασι καὶ τῶν λιμναίων ταύτην εἶναι τὴν διαφοράν, τό πολύφυλλον καὶ παρόμοιον ἔχειν τρόπον τινὰ τὸ φύλλον τῷ τοῦ κυπείρου καὶ

378
φλεὼ καὶ θρύου καὶ βουτόμου· σκέψασθαι δὲ δεῖ τοῦτο.

Γένος δέ τι καλάμου φύεται καὶ ἐπίγειον, ὃ οὐκ εἰς ὀρθόν ἀλλ' ἐπὶ γῆς ἀφίησι τόν καυλόν, ὥσπερ ἡ ἄγρωστις, καὶ οὕτως ποιεῖται τὴν αὔξησιν. ἔστι δὲ ὁ μὲν ἄρρην στερεός, καλεῖται δὲ ὑπό τινων εἰλετίας---.

Ὁ δὲ Ἰνδικὸς ἐν μεγίστῃ διαφορᾷ καὶ ὥσπερ ἕτερον ὅλως τὸ γένος· ἔστι δὲ ὁ μὲν ἄρρην στερεός, ὁ δὲ θῆλυς κοῖλος· διαιροῦσι γὰρ καὶ τοῦτον τῷ ἄρρενι καὶ θήλει. φύονται δ’ ἐξ ἑνὸς πυθμένος πολλοὶ καὶ οὐ λοχμώδεις· τὸ δὲ φύλλον οὐ μακρὸν ἀλλ’ ὅμοιον τῇ ἰτεᾳ· τῷ δὲ μεγέθει μεγάλοι καὶ εὐπαγεῖς, ὥστε ἀκοντίοις χρῆσθαι. φύονται δὲ οὗτοι περὶ τὸν Ἀκεσίνην ποταμόν. ἅπας δὲ κάλαμος εὔζωος καὶ τεμνόμενος καὶ ἐπικαιόμενος καλλίων βλαστάνει· ἔτι δὲ παχύρριζος καὶ πολύρριζος, δι’ ὃ καὶ δυσώλεθρος. ἡ δὲ ῥίζα γονατώδης, ὥσπερ ἡ τῆς ἀγρωστίδος, πλὴν οὐ παντὸς ὁμοίως. ἀλλὰ περὶ μὲν καλάμων ἱκανῶς εἰρήσθω.