Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

VII. Ἀποκοπέντος δὲ τοῦ στελέχους τὰ μὲν ἄλλα πάνθ᾿ ὡς εἰπεῖν παραβλαστάνει, πλὴν ἐὰν αἱ ῥίζαι πρότερον τύχωσι πεπονηκυῖαι· πεύκη δὲ καὶ ἐλάτη τελέως ἐκ ῥιζῶν αὐτοετεῖς αὐαίνονται καὶ ἐὰν τὸ ἄκρον ἐπικοπῇ. συμβαίνει δὲ ἴδιόν τι περὶ τὴν ἐλάτην· ὅταν γὰρ κοπῇ ἢ κολουσθῇ ὑπὸ πνεύματος ἢ καὶ ἄλλου τινὸς περὶ τὸ λεῖον τοῦ στελέχους ἔχει γὰρ μέχρι τινὸς λεῖον καὶ ἄοζον καὶ ὁμαλὸν ἱκανὸν ἴστῳ πλοίου — περιφύεται μικρόν, ὑποδεέστερον εἰς ὕψος, καὶ καλοῦσιν οἱ μὲν ἄμφαυξιν οἱ δὲ ἀμφίφυαν, τῷ μὲν χρώματι μέλαν τῇ δὲ σκληρότητι ὑπερβάλλον, ἐξ οὗ τοὺς κρατῆρας ποιοῦσιν οἱ περὶ Ἀρκαδίαν· τὸ δὲ πάχος οἷον ἂν τύχῃ τὸ δένδρον, ὅσῳπερ ἂν ἰσχυρότερον καὶ ἐγχυλότερον ἢ παχύτερον.

συμβαίνει δὲ κἀκεῖνο ἴδιον ἐν ταὐτῷ τούτῳ περὶ [*](¹ σφ. καὶ ὀλίγας conj. W.; σᾳ. κατ᾿ ὀλίγον UMVAld.) [*](2 i.e. not very fibrous.) [*](³ cf. Hdt. 6. 37, and the proverb πίτυος τρόπον ἐκτρίβεσθα.) [*](4 ὅμαλον conj. Scal.; ὅμοιον Ald.) [*](5 ἱκανὸν ἵστῳ πλοίου conj, W,; ἢ καὶ ἡλίκον πλεῖον Ald.; sc UH, but with πλοῖον.)

198
τὴν ἐλάτην· ὅταν μὲν γάρ τις τοὺς ὄζους ἄπαντας ἀφελὼν ἀποκόψῃ τὸ ἄκρον, ἀποθνήσκει ταχέως· ὅταν δὲ τὰ κατωτέρω τὰ κατὰ τὸ λεῖον ἀφέλῃ, ζῇ τὸ κατάλοιπον, περὶ ὃ δὴ καὶ ἡ ἄμφαυξις φύεται. ζῇ δὲ δῆλον ὅτι τῷ ἔγχυλον εἶναι καὶ χλωρόν, εἴπερ ἀπαράβλαστον. ἀλλὰ γὰρ τοῦτο μὲν ἴδιον τῆς ἐλάτης.

Φέρει δὲ τὰ μὲν ἄλλα τόν τε καρπὸν τὸν ἑαυτῶν καὶ τὰ κατ᾿ ἐνιαυτὸν ἐπιγινόμενα ταῦτα, φύλλον ἄνθος βλαστόν· τὰ δὲ καὶ βρύον ἢ ἕλικα· τὰ δὲ πλείω, καθάπερ ἥ τε πτελέα τόν τε βότρυν καὶ τὸ θυλακῶδες τοῦτο, καὶ συκῆ καὶ τὰ ἐρινὰ τὰ προαποπίπτοντα καὶ εἴ τινες ἄρα τῶν συκῶν ὀλυνθοφοροῦσιν· ἴσως δὲ τρόπον τινὰ καρπὸς οὗτος. ἀλλ᾿ ἡ Ἡρακλεωτικὴ καρύα τὸν ἴουλον καὶ ἡ πρῖνος τὸν φοινικοῦν κόκκον ἡ δὲ δάφνη τὸ βότρυον. φέρει μὲν καὶ ἡ καρποφόρος, εἰ μὴ καὶ πᾶσα ἀλλά τοι γένος τι αὐτῆς, οὐ μὴν ἀλλὰ πλέον ἡ ἄκαρπος, ἣν δὴ καὶ ἄρρενά τινες καλοῦσιν. ἀλλ᾿ ἡ πεύκη τὸν προαποπίπτοντα κύτταρον.

Πλεῖστα δὲ πάντων ἡ δρῦς παρὰ τὸν καρπόν, οἷον τήν τε κηκίδα τὴν μικρὰν καὶ τὴν ἑτέραν [*](¹ i.e. and so does not, like other trees under like treat ment, put its strength into these. cf. C.P. 5. 17. 4.) [*](2 ἑαυτῶν conj. Sch. from G; αὐτὸν Ald.) [*](3 The leaf-gall, cf. 2. 8. 3; 3. 14. 1. For τοῦτο cf. 3. 18. 11; 4. 7. 1. 4 Lat. grossi. cf. C. P. 5. 1. 8.) [*](5 τινὰ καρπὸς conj. Sch.; τινὰ ἄκαρπος UAld.)

200
τὴν πιττώδη μέλαιναν. ἔτι δὲ συκαμινῶδες ἄλλο τῇ μορφῇ πλὴν σκληρὸν καὶ δυσκάτακτον. σπάνιον δὲ τοῦτο· καὶ ἕτερον αἰδοιώδη σχέσιν ἔχον, τελειούμενον δ᾿ ἔτι σκληρὸν κατὰ τὴν ἐπανάστασιν καὶ τετρυπημένον· προσεμφερὲς τρόπον τινὰ τοῦτ᾿ ἐστὶ καὶ ταύρου κεφαλῇ, περικαταγνύμενον δὲ ἔνδοθεν ἔχει πυρῆνος ἐλάας ἰσοφυές. φύει δὲ καὶ τὸν ὑπ᾿ ἐνίων καλούμενον πῖλον· τοῦτο δ᾿ ἐστὶ σφαιρίον ἐριῶδες μαλακὸν περὶ πυρήνιον σκληρότερον πεφυκός, ᾧ χρῶνται πρὸς τοὺς λύχνους· καίεται γὰρ καλῶς, ὥσπερ καὶ ἡ μέλαινα κηκίς. φύει δὲ καὶ ἕτερον σφαιρίον κόμην ἔχον, τὰ μὲν ἄλλα ἀχρεῖον, κατὰ δὲ τὴν ἐαρινὴν ὥραν ἐπίβαπτον χυλῷ μελιτηρῷ καὶ κατὰ τὴν ἁφὴν καὶ κατὰ τὴν γεῦσιν.

Παραφύει δ᾿ ἐνδοτέρω τῆς τῶν ῥαβδῶν μασχαλίδος ἕτερον σφαιρίον ἄμισχον ἢ καὶ κοιλόμισχον ἴδιον καὶ ποικίλον· τοὺς μὲν γὰρ ἐπανεστηκότας ὀμφαλοὺς ἐπιλεύκους ἢ ἐπεστιγμένους ἔχει μέλανας τὸ δ᾿ ἀνὰ μέσον κοκκοβαφὲς καὶ λαμπρόν· ἀνοιγόμενον δ᾿ ἐστὶ μέλαν καὶ ἐπίσαπρον. σπάνιον δὲ παραφύει καὶ λιθάριον κισσηροειδὲς ἐπὶ πλεῖον. ἔτι δ᾿ ἄλλο τούτου σπανιαίτερον φυλλικὸν συμπεπιλημένον πρόμηκες σφαιρίον. ἐπὶ δὲ τοῦ φύλλου φύει κατὰ τὴν ῥάχιν σφαιρίον λευκὸν διαυγὲς ὑδατῶδες, ὅταν ἁπαλὸν ᾖ· τοῦτο δὲ καὶ [*](¹ πυρῆνος ἐλάας ἰσοφυὲς conj. W.; πυρῆνος ἐλαίᾳ εἰρουφυην UMV; πυρῆνα ἐλαία εἰρουφύην Ald.) [*](² περὶ πυρήνιον σκληρότερον Ι conj.; περὶ πυρηνίου σκληρότητα U; περὶ πυρηνίου σκληρότερον Μ; περιπυρηνίου σκληρότερον V Ald. W. prints the reading of U. For πῖλος see Index.)

202
μύας ἐνίοτε ἐνδὸν ἴσχει. τελειούμενον δὲ σκλη ρύνεται κηκίδος μικρᾶς λείας τρόπον.

Ἡ μὲν οὖν δρῦς τοσαῦτα φέρει παρὰ τὸν καρπόν. οἱ γὰρ μύκητες ἀπὸ τῶν ῥιζῶν καὶ παρὰ τὰς ῥίζας φυόμενοι κοινοὶ καὶ ἑτέρων εἰσίν. ὡσαύτως δὲ καὶ ἡ ἰξία· καὶ γὰρ αὕτη φύεται καὶ ἐν ἄλλοις· ἀλλ᾿ οὐδὲν ἧττον, ὥσπερ ἐλέχθη. πλειστοφόρον ἐστίν· εἰ δέ γε δὴ καθ᾿ Ἡσίοδον φέρει μέλι καὶ μελίττας, ἔτι μᾶλλον· φαίνεται δ᾿ οὖν καὶ ὁ μελιτώδης οὗτος χυλὸς ἐκ τοῦ ἀέρος ἐπὶ ταύτῃ μάλιστα προσίζειν. φασὶ δὲ καὶ ὅταν κατακαυθῇ γίνεσθαι λίτρον ἐξ αὐτῆς. ταῦτα μὲν οὖν ἴδια τῆς δρυός.