Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

καρπὸς δ᾿ ὁ μὲν τῆς κέδρου ξανθὸς μύρτου μέγεθος ἔχων εὐώδης ἡδὺς ἐσθίεσθαι. ὁ δὲ τῆς ἀρκεύθου τὰ μὲν ἄλλα ὅμοιος, μέλας δὲ καὶ στρυφνὸς καὶ ὥσπερ ἄβρωτος· διαμένει δ᾿ εἰς ἐνιαυτόν, εἶθ᾿ ὅταν ἄλλος ἐπιφυῇ ὁ περυσινὸς ἀποπίπτει. ὡς δὲ οἱ ἐν Ἀρκαδίᾳ λέγουσι, τρεῖς ἅμα καρποὺς ἴσχει, τόν τε περυσινὸν οὔπω πέπονα καὶ τὸν προπερύσινον ἤδη πέπονα καὶ ἐδώδιμον καὶ τρίτον τὸν νέον ὑποφαίνει. ἔφη δὲ Σάτυρος καὶ κομίσαι τοὺς ὀρεοτύπους αὐτῷ ἀνανθεῖς ἄμφω. τὸν δὲ φλοιὸν ὅμοιον ἔχει κυπαρίττῳ τραχύτερον δέ· ῥίζας δὲ μανὰς ἀμφότεραι καὶ ἐπιπολαίους. φύονται περὶ τὰ πετρώδη καὶ χειμέρια καὶ τούτους τοὺς τόπους ζητοῦσι.

Μεσπίλης δ᾿ ἐστὶ τρία γένη, ἀνθηδὼν σατάνειος ἀνθηδονοειδής, ὡς οἱ περὶ τὴν Ἴδην διαιροῦσι. φέρει δὲ ἡ μὲν σατάνειος τὸν καρπὸν μείζω καὶ λευκότερον καὶ χαυνότερον καὶ τοὺς πυρῆνας ἔχοντα μαλακωτέρους· αἱ δ᾿ ἕτεραι [*](¹ παρασήμως τὴν κέδρον U; π. τὸν κέδρον M; Ald. omits the article; παρασημασίᾳ κέδρου conj W.) [*](² μήτρν conj. Sch.: μᾶλλον UMVAld. Plin., 16. 198, sup- ports μήτραν: he apparently read μήτραν δ᾿ ἡ μὲν ἀ. ἔχει μᾶλλον)

238
ἐλάττω τέ τι καὶ εὐωδέστερον καὶ στρυφνότερον. ὥστε δύνασθαι πλείω χρόνον θησαυρίζεσθαι. πυκνότερον δὲ καὶ τὸ ξύλον τούτων καὶ ξανθότερον. τὰ δ᾿ ἄλλα ὅμοιον. τὸ δ᾿ ἄνθος πασῶν ὅμοιον ἀμυγδαλῇ, πλὴν οὐκ ἐρυθρὸν ὥσπερ ἐκεῖνο ἀλλ᾿ ἐγχλωρότερον---μεγέθει μέγα τὸ δένδρον καὶ περίκομον. φύλλον δὲ τὸ μὲν ἐπὶ --- πολυσχιδὲς δὲ καὶ ἐν ἄκρῳ σελινοειδές, τὸ δ᾿ ἐπὶ τῶν παλαιοτέρων πολυσχιδὲς σφόδρα καὶ ἐγγωνοειδὲς μείζοσι σχίσμασι, τετανὸν ἰνῶδες λεπτότερον σελίνου καὶ προμηκέστερον καὶ τὸ ὅλον καὶ τὰ σχίσματα, περικεχαραγμένον δὲ ὅλον· μίσχον δ᾿ ἔχει λεπτὸν μακρόν· πρὸ τοῦ φυλλορροεῖν δ᾿ ἐρυθραίνεται σφόδρα. πολύρριζον δὲ τὸ δένδρον καὶ βαθύρριζον· δι᾿ ὃ καὶ χρόνιον καὶ δυσώλεθρον. καὶ τὸ ξύλον ἔχει πυκνὸν καὶ στερεὸν καὶ ἀσαπές.

φύεται δὲ καὶ ἀπὸ σπέρματος καὶ ἀπὸ παρασπάδος. νόσημα δὲ αὐτῶν ἐστιν ὥστε γηράσκοντα σκωληκόβρωτα γίνεσθαι· καὶ οἱ σκώληκες μεγάλοι καὶ ἴδιοι ἢ οἱ ἐκ τῶν δένδρων τῶν ἄλλων.

Τῶν δ᾿ οἰῶν δύο γένη ποιοῦσι, τὸ μὲν δὴ καρποφόρον θῆλυ τὸ δὲ ἄρρεν ἄκαρπον· οὐ μὴν ἀλλὰ διαφέρουσι τοῖς καρποῖς, τῷ τὰς μὲν στρογγύλον τὰς δὲ προμήκη τὰς δ' ὠοειδῆ φέρειν. διαφέρουσι δὲ καὶ τοῖς χυλοῖς· ὡς γὰρ ἐπὶ τὸ [*](¹ ἐλάττω τέ τι conj. W.; ἐλάττω εἰε? UAld.) [*](² W. suggests that some words are missing here, as it does not appear to which kind of μεσπίλη the following descrip- tion belongs; hence various dificulties. See Sch.) [*](³ Probably a lacuna in the text. W. thus supplies the sense : he suggests σικυοειδές for σελινοειδές.)

240
πᾶν εὐωδέστερα και γλυκύτερα τὰ στρογγύλα, τὰ δ᾿ ὠοειδῆ πολλάκις ἐστὶν ὀξέα καὶ ἧττον εὐώδη.

φύλλα δ᾿ ἀμφοῖν κατὰ μίσχον μακρὸν ἰνοειδῆ πεφύκασι στοιχηδὸν ἐκ τῶν πλαγίων πτερυγοειδῶς, ὡς ἑνὸς ὄντος τοῦ ὅλου λοβοὺς δὲ ἔχοντος ἐσχισμένους ἕως τῆς ἰνός· πλὴν διεστᾶσιν ἀφ᾿ ἑαυτῶν ὑπόσυχνον τὰ κατὰ μέρος· φυλλοβολεῖ δὲ οὐ κατὰ μέρος ἀλλὰ ὅλον ἅμα τὸ πτερυγῶδες. εἰσὶ δὲ περὶ μὲν τὰ παλαιότερα καὶ μακρότερα πλείους αἱ συζυγίαι, περὶ δὲ τὰ νεώτερα καὶ βραχύτερα ἐλάττους, πάντων δὲ ἐπ᾿ ἄκρου τοῦ μίσχου φύλλον περιττόν, ὥστε καὶ πάντ᾿ εἶναι περιττά. τῷ δὲ σχήματι δαφνοειδῆ τῆς λεπτοφ ύλλου, πλὴν χαραγμὸν ἔχοντα καὶ βραχύτερα καὶ οὐκ εἰς ὀξὺ τὸ ἄκρον συνῆκον ἀλλ᾿ εἰς περιφερέστερον. ἄνθος δὲ ἔχει βοτρυῶδες ἀπὸ μιᾶς κορύνης ἐκ πολλῶν μικρῶν καὶ λευκῶν συγκείμενον.

καὶ ὁ καρπὸς ὅταν εὐκαρπῇ βοτρυώδης· πολλὰ γὰρ ἀπὸ τῆς αὐτῆς κορύνης. ὥστ᾿ εἶναι καθάπερ κηρίον. σκωληκόβορος ἐπὶ τοῦ δένδρου ὁ καρπὸς ἄπεπτος ὢν ἔτι γίνεται μᾶλλον τῶν μεσπίλων καὶ ἀπίων καὶ ἀχράδων· καίτοι πολὺ στρυφνότατος. γίνεται δὲ καὶ αὐτὸ τὸ δένδρον σκωληκόβρωτον καὶ οὕτως αὐαινεται γηράσκον· καὶ ὁ σκώληξ ἴδιος ἐρυθρὸς δασύς. καρποφορεῖ δ᾿ ἐπιεικῶς νέα· τριετὴς γὰρ εὐθὺς φύει. τοῦ μετοπώρου δ᾿ ὅταν ἀποβάλῃ τὸ φύλλον, εὐθὺς ἴσχει τὴν καχρυώδη κορύνην λιπαρὰν καὶ [*](¹ φύλλα . . . στοιχηδὸν conj. W,; φύλλον δ᾿ ἀμφοῖν τὸ μὲν μίσχον μακρὸν ἰνοειδῆ· πεφ. [δὲ] στοιχηδὸν UMVAld.) [*](2 ἀφ᾿ ἑαυτῶν (= ἀπ᾿ ἀλλήλων) conj. Scal.; ἀπ᾿ αὐτῶν U : so W,, who however renders inter se.)

242
ἐπωδηκυῖαν ὡσὰν ἤδη βλαστικόν, καὶ διαμένει τὸν χειμῶνα.

ἀνάκανθον δέ ἐστι καὶ ἡ οἴη καὶ ἡ μεσπίλη· φλοιὸν δ᾿ ἔχει λεῖον ὑπολίπαρον. ὅσαπερ μὴ γεράνδρυα, τὴν δὲ χρόαν ξανθὸν ἐπιλευκαίνοντα· τὰ δὲ γεράνδρυα τραχὺν καὶ μέλανα. τὸ δὲ δένδρον εὐμεγεθες ὀρθοφυὲς εὔρυθμον τῇ κόμῃ· σχεδὸν γὰρ ὡς ἐπὶ τὸ πολὺ στροβιλοειδὲς σχῆμα λαμβάνει κατὰ τὴν κόμην. ἐὰν μή τι ἐμποδίσῃ. τὸ δὲ ξύλον στερεὸν πυκνὸν ἰσχυρὸν εὔχρουν, ῥίζας δὲ οὐ πολλὰς μὲν οὐδὲ κατὰ βάθους, ἰσχυρὰς δὲ καὶ παχείας καὶ ἀνω- λέθρους ἔχει. φύεται δὲ καὶ ἀπὸ ῥίζης καὶ ἀπὸ παρασπάδος καὶ ἀπὸ σπέρματος· τόπον δὲ ζητεῖ ψυχρὸν ἔνικμον, φιλόζωον δ᾿ ἐν τούτῳ καὶ δυσώλεθρον· οὐ μὴν ἀλλὰ καὶ φύεται ἐν τοῖς ὄρεσιν.

ΧΙΙΙ. Ἴδιον δὲ τῇ φύσει δένδρον ὁ κέρασός ἐστι· μεγέθει μὲν μέγα· καὶ γὰρ εἰς τέτταρας καὶ εἴκοσι πήχεις· ἔστι δ᾿ ὀρθοφυὲς σφόδρα· πάχος δὲ ὥστε καὶ δίπηχυν τὴν περίμετρον ἀπὸ τῆς ῥίζης ἔχειν. φύλλον δ᾿ ὅμοιον τῷ τῆς μεσπίλης σκληρὸν δὲ σφόδρα καὶ παχύτερον, ὥστε τῇ χροιᾷ πόρρωθεν φανερὸν εἶναι τὸ δένδρον. φλοιὸν δὲ τὴν λειότητα καὶ τὴν χρόαν καὶ τὸ πάχος ὅμοιον φιλύρᾳ, δι᾿ ὃ καὶ τὰς κίστας ἐξ αὐτοῦ ποιοῦσιν ὥσπερ καὶ ἐκ τοῦ τῆς φιλύρας. περιπέφυκε δὲ οὗτος οὔτε ὀρθοφυὴς οὔτε κύκλῳ κατ᾿ ἶσον, ἀλλ᾿ ἑλικηδὸν περιείληφε κάτωθεν ἄνω [*](¹ ὅσαπερ μὴ conj. Bod.; ὥσπερ τὰ Ald.; ὅστε τὰ M.) [*](² κόμην Ald. Η.; κωορυφὴν conj. Sch.; vertice G.) [*](³ Plin. 16. 125: cf. 16. 74; 17. 234.) [*](4 παχύτερον: so quoted by Athen. 2. 34; πλατύτερον MSS.)

244
προσάγων, ὥσπερ ἡ διαγραφὴ τῶν φύλλων· και λοπιζόμενος οὗτος ἐντδέρεται, ἐκεῖνος δ᾿ ἐπίτομος γίνεται καὶ οὐ δύναται· μέρος δ᾿ αὐτοῦ τι τὸν αὐτὸν τρόπον ἀφαιρεῖται κατὰ πάχος σχιζόμενον λεπτὸν ὡς ἂν φύλλον, τὸ δὲ λοιπὸν προσμένειν τε δύναται καὶ σώζει τὸ δένδρον ὡσαύτως περιπεφυκός.

περιαιρουμένου δὲ ὅταν λοπᾷ τοῦ φλοιοῦ συνεκραίνει καὶ τότε τὴν ὑγρότητα· καὶ ὅταν ὁ ἔξω χιτὼν περιαιρεθῇ, μόνον ὁ ὑπολιπὴς ἐπιμελαίνεται ὥσπερ μυξώδει ὑγρασίᾳ, καὶ πάλιν ὑποφύεται τῷ δευτέρῳ ἔτει χιτὼν ἄλλος ἀντ᾿ ἐκείνου πλὴν λεπτότερος. πέφυκε καὶ τὸ ξύλον ὅμοιον ταῖς ἰσὶ τῷ φλοιῷ στρεπτῶς ἑλιττόμενον· καὶ οἱ ῥάβδοι φύονται τὸν αὐτὸν τρόπον εὐθύς· τοὺς ὄζους δ᾿ αὐξανομένου συμβαίνει τοὺς μὲν κάτω ἀεὶ ἀπόλλυσθαι τοὺς δ᾿ ἄνω αὔξειν.

3 τὸ δ᾿ ὅλον οὐ πολύοζον τὸ δένδρον ἀλλ᾿ ἀνοζότερον πολὺ τῆς αἰγείρου. πολύρριζον δὲ καὶ ἐπιπολαιόρριζον οὐκ ἄγαν δὲ παχύρριζον· ἡ δ᾿ ἐπιστροφὴ καὶ τῆς ῥίζης καὶ τοῦ φλοιοῦ τοῦ περὶ αὐτὴν ἡ αὐτή. ἄνθος δὲ λευκὸν ἀπίῳ καὶ μεσπίλῃ ὅμοιον, ἐκ μικρῶν ἀνθῶν συγκείμενον κηριῶδες. ὁ δὲ καρπὸς ἐρυθρὸς ὅμοιος διοσπύρῳ τὸ σχῆμα, τὸ δὲ μέγεθος ἡλίκον κύαμος, πλὴν τοῦ διοσπύρου μὲν ὁ πυρὴν σκληρὸς τοῦ δὲ κεράσου μαλακός. φύεται δ᾿ ὅπου καὶ ἡ φίλυρα, τὸ δὲ ὅλον ὅπου ποταμοὶ καὶ ἔφυδρα.

Φύεται δὲ καὶ ἡ ἀκτὴ μάλιστα παρ᾿ ὕδωρ καὶ [*](1 Which is an ellipse, the segment of a cylinder : so Sch. explains.) [*](² ἐκεῖνος : i.e. lower down the trunk, where the spiral is less open. ³ ἐπίτομς : cf. 5. 1. 12.)

246
ἐν τοῖς σκιεροῖς, οὐ μὴν ἀλλὰ καὶ ἐν τοῖς μὴ τοιούτοις· θαμνῶδες δὲ ῥάβδοις ἐπετείοις αὐξανομέναις μέχρι τῆς φυλλορροίας εἰς μῆκος, εἶτα μετὰ ταῦτα εἰς πάχος· τὸ δὲ ὕψος τῶν ῥάβδων οὐ μέγα λίαν ἀλλὰ καὶ μάλιστα ὡς ἑξάπηχυ· τῶν δὲ στελεχῶν πάχος τῶν γερανδρύων ὅσον περικεφαλαίας, φλοιὸς δὲ λεῖος λεπτὸς καπυρός· τὸ δὲ ξύλον χαῦνον καὶ κοῦφον ξηρανθέν, ἐντεριώνην δὲ ἔχον μαλακήν, ὥστε δι᾿ ὅλου καὶ κοιλαίνεσθαι τὰς ῥάβδους, ἐξ ὧν καὶ τὰς βακτηρίας ποιοῦσι τὰς κούφας. ξηρανθὲν δὲ ἰσχυρὸν καὶ ἀγήρων ἐὰν βρέχηται, κἂν ᾖ λελοπισμένον· λοπίζεται δὲ αὐτόματον ξηραινόμενον. ῥίζας δὲ ἔχει μετεώρους οὐ πολλὰς δὲ οὐδὲ μεγάλας.

φύλλον δὲ τὸ μὲν καθ᾿ ἕκαστον μαλακόν, πρόμηκες ὡς τὸ τῆς πλατυφύλλου δάφνης, μεῖζον δὲ καὶ πλατύτερον καὶ περιφερέστερον ἐκ μέσου καὶ κάτωθεν, τὸ δ᾿ ἄκρον εἰς ὀξὺ μᾶλλον συνῆκον κύκλῳ δ᾿ ἔχον χαραγμόν· τὸ δὲ ὅλον, περὶ ἕνα μίσχον παχὺν καὶ ἰνώδη ὡσὰν κλωνίον τὰ μὲν ἔνθεν τὰ δὲ ἔνθεν κατὰ γόνυ καὶ συζυγίαν πεφύκασι τῶν φύλλων διέχοντα ἀπ᾿ ἀλλήλων, ἓν δὲ ἐξ ἄκρου τοῦ μίσχου. ὑπέρυθρα δὲ τὰ φύλλα ἐπιεικῶς καὶ χαῦνα καὶ σαρκώδη· φυλλορροεῖ δὲ τοῦτο ὅλον, διόπερ φύλλον ἄν τις εἴποι τὸ ὅλον. ἔχουσι δὲ καὶ οἱ κλῶνες οἱ νέοι γωνοειδῆ τινα.

τὸ δ᾿ ἄνθος λευκὸν ἐκ μικρῶν λευκῶν πολλῶν ἐπὶ τῇ τοῦ μίσχου σχίσει κηριῶδες· εὐωδίαν [*](¹ περικεφαλαίας, some pat of a ship’s prow : so Pollux.) [*](² καπυρός conj. Sch.; καὶ πυρσός (?); καὶ πυρρός V; καὶ πουρός M. ³ Sc. pith.)

248
δὲ ἔχει λειριώδη ἐπιβαρεῖαν. ἔχει δὲ καὶ τὸν καρπὸν ὁμοίως πρὸς ἑνὶ μίσχῳ παχεῖ βοτρυώδη δέ· γίνεται δὲ καταπεπαινόμενος μέλας, ὠμὸς δὲ ὢν ὀμφακώδης· μεγέθει δὲ μικρῷ μείζων ὀρόβου· τὴν ὑγρασίαν δὲ οἰνώδη τῇ ὄψει· καὶ τὰς χεῖρας τελειούμενοι βάπτονται καὶ τὰς κεφαλάς· ἔχει δὲ καὶ τὰ ἐντὸς σησαμοειδῆ τὴν ὄψιν.