Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

ΧΙΙ. Κρανείας δὲ τὸ μὲν ἄρρεν τὸ δὲ θῆλυ, ἣν δὴ καὶ θηλυκρανείαν καλοῦσιν. ἔχουσι δὲ φύλλον μὲν ἀμυγδαλῇ ὅμοιον, πλὴν λιπωδέστερον καὶ παχύτερον, φλοιὸν δ᾿ ἰνώδη λεπτόν· τὸ δὲ στέλεχος οὐ παχὺ λίαν, ἀλλὰ παραφύει ῥάβδους ὥσπερ ἄγνος· ἐλάττους δὲ ἡ θηλυκρανεία καὶ θαμνωδέστερόν ἐστιν. τοὺς δὲ ὄζους ὁμοίως ἔχουσιν ἄμφω τῇ ἄγνῳ καὶ κατὰ δύο καὶ κατ᾿ [*](¹ cf. Plin., l.c., and Index.) [*](² μεῖζον δὲ καὶ μανότερον conj. W. from G; μ. δὲ καὶ μανότερα M V U (? μανότερ); μείζων δὲ καὶ μακροτέρα Ald.H.)

234
ἀλλήλους· το δὲ ξύλον τὸ μὲν τῆς κρανεία. ἀκάρδιον καὶ στερεὸν ὅλον, ὅμοιον κέρατι τὴν πυκνότητα καὶ τὴν ἰσχύν, τὸ δὲ τῆς θηλυκρανείας ἐντεριώνην ἔχον καὶ μαλακώτερον καὶ κοιλαινόμενον· δι᾿ ὃ καὶ ἀχρεῖον εἰς τὰ ἀκόντια.

τὸ δ᾿ ὕψος τοῦ ἄρρενος δώδεκα μάλιστα πηχέων, ἡλίκη τῶν σαρισσῶν ἡ μεγίστη· τὸ γὰρ ὅλον στέλεχος ὕψος οὐκ ἴσχει. φασὶ δ᾿ οἱ μὲν ἐν τῇ Ἴδῃ τῇ Τρωάδι τὸ μὲν ἄρρεν ἄκαρπον εἶναι τὸ δὲ θῆλυ κάρπιμον. πυρῆνα δ᾿ ὁ καρπὸς ἔχει παραπλήσιον ἐλάᾳ, καὶ ἐσθιόμενος γλυκὺς καὶ εὐώδης· ἄνθος δὲ ὅμοιον τῷ τῆς ἐλάας, καὶ ἀπανθεῖ δὲ καὶ καρποφορεῖ τὸν αὐτὸν τρόπον τῷ ἐξ ἑνὸς μίσχου πλείους ἔχειν, σχεδὸν δὲ καὶ τοῖς χρόνοις παραπλησίως. οἱ δ᾿ ἐν Μακεδονίᾳ καρποφορεῖν μὲν ἄμφω φασὶν τὸν δὲ τῆς θηλείας ἄβρωτον εἶναι· τὰς ῥίζας δ᾿ ὁμοίας ἔχει ταῖς ἄγνοις ἰσχυρὰς καὶ ἀνωλέθρους. γίνεται δὲ καὶ περὶ τὰ ἔφυδρα καὶ οὐκ ἐν τοῖς ξηροῖς μόνον· φύεται δὲ καὶ ἀπὸ σπέρματος καὶ ἀπὸ παρασπάδος.

Κέδρον δὲ οἱ μέν φασιν εἶναι διττήν, τὴν μὲν Λυκίαν τὴν δὲ Φοινικῆν, οἱ δὲ μονοειδῆ, καθάπερ οἱ ἐν τῇ Ἴδῃ. παρόμοιον δὲ τῇ ἀρκεύθῳ, διαφέρει δὲ μάλιστα τῷ φύλλῳ· τὸ μὲν γὰρ τῆς κέδρου σκληρὸν καὶ ὀξὺ καὶ ἀκανθῶδες, τὸ δὲ τῆς ἀρκεύθου μαλακώτερον· δοκεῖ δὲ καὶ ὑψηλοφυέστερον εἶναι ἡ ἄρκευθος· οὐ μὴν ἀλλ᾿ ἔνιοί γε οὐ διαιροῦσι [*](1 The Ιdaeans are evidently responsible for this statement. T. himself (3. 4. 3) says the fruit is inedible.) [*](² But (1. 11. 4) only certain varieties of the olive are said to have this character: the next statement seems also incon- eistent with 3. 4. 3. Perhaps T. is still reproducing his Idaean authority.)

236
τοῖς ὀνόμασιν ἀλλ᾿ ἄμφω καλοῦσι κέδρους, πλὴν παρασήμως τὴν κέδρον ὀξύκεδρον. ὀζώδη δ᾿ ἄμφω καὶ πολυμάσχαλα καὶ ἐπεστραμμένα ἔχοντα τὰ ξύλα· μήτραν δ᾿ ἡ μὲν ἄρκευθος ἔχει μικρὰν καὶ πυκνὴν καὶ ὅταν κοπῇ ταχὺ σηπομένην· ἡ δὲ κέδρος τὸ πλεῖστον ἐγκάρδιον καὶ ἀσαπές, ἐρυθροκάρδια δ᾿ ἄμφω· καὶ ἡ μὲν τῆς κέδρου εὐώδης ἡ δὲ τῆς ἑτέρας οὔ.

καρπὸς δ᾿ ὁ μὲν τῆς κέδρου ξανθὸς μύρτου μέγεθος ἔχων εὐώδης ἡδὺς ἐσθίεσθαι. ὁ δὲ τῆς ἀρκεύθου τὰ μὲν ἄλλα ὅμοιος, μέλας δὲ καὶ στρυφνὸς καὶ ὥσπερ ἄβρωτος· διαμένει δ᾿ εἰς ἐνιαυτόν, εἶθ᾿ ὅταν ἄλλος ἐπιφυῇ ὁ περυσινὸς ἀποπίπτει. ὡς δὲ οἱ ἐν Ἀρκαδίᾳ λέγουσι, τρεῖς ἅμα καρποὺς ἴσχει, τόν τε περυσινὸν οὔπω πέπονα καὶ τὸν προπερύσινον ἤδη πέπονα καὶ ἐδώδιμον καὶ τρίτον τὸν νέον ὑποφαίνει. ἔφη δὲ Σάτυρος καὶ κομίσαι τοὺς ὀρεοτύπους αὐτῷ ἀνανθεῖς ἄμφω. τὸν δὲ φλοιὸν ὅμοιον ἔχει κυπαρίττῳ τραχύτερον δέ· ῥίζας δὲ μανὰς ἀμφότεραι καὶ ἐπιπολαίους. φύονται περὶ τὰ πετρώδη καὶ χειμέρια καὶ τούτους τοὺς τόπους ζητοῦσι.

Μεσπίλης δ᾿ ἐστὶ τρία γένη, ἀνθηδὼν σατάνειος ἀνθηδονοειδής, ὡς οἱ περὶ τὴν Ἴδην διαιροῦσι. φέρει δὲ ἡ μὲν σατάνειος τὸν καρπὸν μείζω καὶ λευκότερον καὶ χαυνότερον καὶ τοὺς πυρῆνας ἔχοντα μαλακωτέρους· αἱ δ᾿ ἕτεραι [*](¹ παρασήμως τὴν κέδρον U; π. τὸν κέδρον M; Ald. omits the article; παρασημασίᾳ κέδρου conj W.) [*](² μήτρν conj. Sch.: μᾶλλον UMVAld. Plin., 16. 198, sup- ports μήτραν: he apparently read μήτραν δ᾿ ἡ μὲν ἀ. ἔχει μᾶλλον)

238
ἐλάττω τέ τι καὶ εὐωδέστερον καὶ στρυφνότερον. ὥστε δύνασθαι πλείω χρόνον θησαυρίζεσθαι. πυκνότερον δὲ καὶ τὸ ξύλον τούτων καὶ ξανθότερον. τὰ δ᾿ ἄλλα ὅμοιον. τὸ δ᾿ ἄνθος πασῶν ὅμοιον ἀμυγδαλῇ, πλὴν οὐκ ἐρυθρὸν ὥσπερ ἐκεῖνο ἀλλ᾿ ἐγχλωρότερον---μεγέθει μέγα τὸ δένδρον καὶ περίκομον. φύλλον δὲ τὸ μὲν ἐπὶ --- πολυσχιδὲς δὲ καὶ ἐν ἄκρῳ σελινοειδές, τὸ δ᾿ ἐπὶ τῶν παλαιοτέρων πολυσχιδὲς σφόδρα καὶ ἐγγωνοειδὲς μείζοσι σχίσμασι, τετανὸν ἰνῶδες λεπτότερον σελίνου καὶ προμηκέστερον καὶ τὸ ὅλον καὶ τὰ σχίσματα, περικεχαραγμένον δὲ ὅλον· μίσχον δ᾿ ἔχει λεπτὸν μακρόν· πρὸ τοῦ φυλλορροεῖν δ᾿ ἐρυθραίνεται σφόδρα. πολύρριζον δὲ τὸ δένδρον καὶ βαθύρριζον· δι᾿ ὃ καὶ χρόνιον καὶ δυσώλεθρον. καὶ τὸ ξύλον ἔχει πυκνὸν καὶ στερεὸν καὶ ἀσαπές.

φύεται δὲ καὶ ἀπὸ σπέρματος καὶ ἀπὸ παρασπάδος. νόσημα δὲ αὐτῶν ἐστιν ὥστε γηράσκοντα σκωληκόβρωτα γίνεσθαι· καὶ οἱ σκώληκες μεγάλοι καὶ ἴδιοι ἢ οἱ ἐκ τῶν δένδρων τῶν ἄλλων.

Τῶν δ᾿ οἰῶν δύο γένη ποιοῦσι, τὸ μὲν δὴ καρποφόρον θῆλυ τὸ δὲ ἄρρεν ἄκαρπον· οὐ μὴν ἀλλὰ διαφέρουσι τοῖς καρποῖς, τῷ τὰς μὲν στρογγύλον τὰς δὲ προμήκη τὰς δ' ὠοειδῆ φέρειν. διαφέρουσι δὲ καὶ τοῖς χυλοῖς· ὡς γὰρ ἐπὶ τὸ [*](¹ ἐλάττω τέ τι conj. W.; ἐλάττω εἰε? UAld.) [*](² W. suggests that some words are missing here, as it does not appear to which kind of μεσπίλη the following descrip- tion belongs; hence various dificulties. See Sch.) [*](³ Probably a lacuna in the text. W. thus supplies the sense : he suggests σικυοειδές for σελινοειδές.)

240
πᾶν εὐωδέστερα και γλυκύτερα τὰ στρογγύλα, τὰ δ᾿ ὠοειδῆ πολλάκις ἐστὶν ὀξέα καὶ ἧττον εὐώδη.

φύλλα δ᾿ ἀμφοῖν κατὰ μίσχον μακρὸν ἰνοειδῆ πεφύκασι στοιχηδὸν ἐκ τῶν πλαγίων πτερυγοειδῶς, ὡς ἑνὸς ὄντος τοῦ ὅλου λοβοὺς δὲ ἔχοντος ἐσχισμένους ἕως τῆς ἰνός· πλὴν διεστᾶσιν ἀφ᾿ ἑαυτῶν ὑπόσυχνον τὰ κατὰ μέρος· φυλλοβολεῖ δὲ οὐ κατὰ μέρος ἀλλὰ ὅλον ἅμα τὸ πτερυγῶδες. εἰσὶ δὲ περὶ μὲν τὰ παλαιότερα καὶ μακρότερα πλείους αἱ συζυγίαι, περὶ δὲ τὰ νεώτερα καὶ βραχύτερα ἐλάττους, πάντων δὲ ἐπ᾿ ἄκρου τοῦ μίσχου φύλλον περιττόν, ὥστε καὶ πάντ᾿ εἶναι περιττά. τῷ δὲ σχήματι δαφνοειδῆ τῆς λεπτοφ ύλλου, πλὴν χαραγμὸν ἔχοντα καὶ βραχύτερα καὶ οὐκ εἰς ὀξὺ τὸ ἄκρον συνῆκον ἀλλ᾿ εἰς περιφερέστερον. ἄνθος δὲ ἔχει βοτρυῶδες ἀπὸ μιᾶς κορύνης ἐκ πολλῶν μικρῶν καὶ λευκῶν συγκείμενον.

καὶ ὁ καρπὸς ὅταν εὐκαρπῇ βοτρυώδης· πολλὰ γὰρ ἀπὸ τῆς αὐτῆς κορύνης. ὥστ᾿ εἶναι καθάπερ κηρίον. σκωληκόβορος ἐπὶ τοῦ δένδρου ὁ καρπὸς ἄπεπτος ὢν ἔτι γίνεται μᾶλλον τῶν μεσπίλων καὶ ἀπίων καὶ ἀχράδων· καίτοι πολὺ στρυφνότατος. γίνεται δὲ καὶ αὐτὸ τὸ δένδρον σκωληκόβρωτον καὶ οὕτως αὐαινεται γηράσκον· καὶ ὁ σκώληξ ἴδιος ἐρυθρὸς δασύς. καρποφορεῖ δ᾿ ἐπιεικῶς νέα· τριετὴς γὰρ εὐθὺς φύει. τοῦ μετοπώρου δ᾿ ὅταν ἀποβάλῃ τὸ φύλλον, εὐθὺς ἴσχει τὴν καχρυώδη κορύνην λιπαρὰν καὶ [*](¹ φύλλα . . . στοιχηδὸν conj. W,; φύλλον δ᾿ ἀμφοῖν τὸ μὲν μίσχον μακρὸν ἰνοειδῆ· πεφ. [δὲ] στοιχηδὸν UMVAld.) [*](2 ἀφ᾿ ἑαυτῶν (= ἀπ᾿ ἀλλήλων) conj. Scal.; ἀπ᾿ αὐτῶν U : so W,, who however renders inter se.)

242
ἐπωδηκυῖαν ὡσὰν ἤδη βλαστικόν, καὶ διαμένει τὸν χειμῶνα.

ἀνάκανθον δέ ἐστι καὶ ἡ οἴη καὶ ἡ μεσπίλη· φλοιὸν δ᾿ ἔχει λεῖον ὑπολίπαρον. ὅσαπερ μὴ γεράνδρυα, τὴν δὲ χρόαν ξανθὸν ἐπιλευκαίνοντα· τὰ δὲ γεράνδρυα τραχὺν καὶ μέλανα. τὸ δὲ δένδρον εὐμεγεθες ὀρθοφυὲς εὔρυθμον τῇ κόμῃ· σχεδὸν γὰρ ὡς ἐπὶ τὸ πολὺ στροβιλοειδὲς σχῆμα λαμβάνει κατὰ τὴν κόμην. ἐὰν μή τι ἐμποδίσῃ. τὸ δὲ ξύλον στερεὸν πυκνὸν ἰσχυρὸν εὔχρουν, ῥίζας δὲ οὐ πολλὰς μὲν οὐδὲ κατὰ βάθους, ἰσχυρὰς δὲ καὶ παχείας καὶ ἀνω- λέθρους ἔχει. φύεται δὲ καὶ ἀπὸ ῥίζης καὶ ἀπὸ παρασπάδος καὶ ἀπὸ σπέρματος· τόπον δὲ ζητεῖ ψυχρὸν ἔνικμον, φιλόζωον δ᾿ ἐν τούτῳ καὶ δυσώλεθρον· οὐ μὴν ἀλλὰ καὶ φύεται ἐν τοῖς ὄρεσιν.