Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

X. Ὀξύη δ᾿ οὐκ ἔχει διαφορὰς ἀλλ᾿ ἐστὶ μονογενές· ὀρθοφυὲς δὲ καὶ λεῖον καὶ ἄνοζον καὶ πάχος καὶ ὕψος ἔχον σχεδὸν ἴσον τῇ ἐλάτῃ· καὶ τἆλλα δὲ παρόμοιον τε τὸ δένδρον· ξύλον δὲ εὔχρουν ἰσχυρὸν εὔινον καὶ φλοιὸν λεῖον καὶ παχύν, φύλλον δ᾿ ἀσχιδὲς προμηκέστερον ἀπίου καὶ ἐπακάνθιζον ἐξ ἄκρου, ῥίζας οὔτε πολλὰς οὔτε κατὰ βάθους· ὁ δὲ καρπὸς λεῖος βαλανώδης ἐν ἐχίνῳ [*](¹ cf. Εur. I. A. 99; Hipp. 1254.) [*](² τὰ δ᾿ conj. Scal.; καὶ Ald.) [*](³ πεύκης conj. Scal. from G; ἐλάτης Ald.) [*](⁴ ἐλάτης conj. Scal. from G; πεύκης Ald.)

222
πλὴν οὐκ ἀνακάνθῳ καὶ λείῳ, καὶ οὐχ ὡς ἡ διοσβάλανος ἀκανθώδει, προσεμφερὴς δὲ καὶ κατὰ γλυκύτητα καὶ κατὰ τὸν χυλὸν ἐκείνῳ. γίνεται δὲ καὶ ἐν τῷ ὄρει λευκή, ἣ καὶ χρήσιμον ἔχει τὸ ξύλον πρὸς πολλά· καὶ γὰρ πρὸς ἁμαξουργίαν καὶ πρὸς κλινοπηγίαν καὶ εἰς διφρουργίαν καὶ εἰς τραπεζίαν καὶ εἰς ναυπηγίαν· ἡ δ᾿ ἐν τοῖς πεδίοις μέλαινα καὶ ἄχρηστος πρὸς ταῦτα· τὸν δὲ καρπὸν ἔχουσι παραπλήσιον.

Μονογενὴς δὲ καὶ ἡ μίλος, ὀρθοφυὴς δὲ καὶ εὐαυξὴς καὶ ὁμοία τῇ ἐλάτῃ, πλὴν οὐχ ὑψηλὸν οὕτω, πολυμάσχαλον δὲ μᾶλλον. ὅμοιον δὲ καὶ τὸ φύλλον ἔχει τῇ ἐλάτῃ, λιπαρώτερον δὲ καὶ μαλακώτερον. τὸ δὲ ξύλον ἡ μὲν ἐξ Ἀρκαδίας μέλαν καὶ φοινικοῦν, ἡ δ᾿ ἐκ τῆς Ἴδης ξανθὸν σφόδρα καὶ ὅμοιον τῇ κέδρῳ, δι᾿ ὃ καὶ τοὺς πωλοῦντάς φασιν ἐξαπατᾶν ὡς κέδρον πωλοῦντας· πᾶν γὰρ εἶναι καρδίαν, ὅταν ὁ φλοιὸς περιαιρεθῇ· ὅμοιον δὲ καὶ τὸν φλοιὸν ἔχειν καὶ τῇ τραχύτητι καὶ τῷ χρώματι τῇ κέδρῳ, ῥίζας δὲ μικρὰς καὶ λεπτὰς καὶ ἐπιπολαίους. σπάνιον δὲ τὸ δένδρον περὶ τὴν Ἴδην, περὶ δὲ Μακεδονίαν καὶ Ἀρκαδίαν πολύ· καὶ καρπὸν φέρει στρογγύλον μικρῷ μείζω κυάμου, τῷ χρώματι δ᾿ ἐρυθρὸν καὶ μαλακόν· φασὶ δὲ τὰ μὲν λόφουρα ἐὰν φάγῃ τῶν φύλλων ἀποθνήσκειν, τὰ δὲ μηρυκάζοντα οὐδὲν πάσχειν. τὸν δὲ καρπὸν ἐσθίουσι καὶ τῶν ἀνθρώπων τινὲς καὶ ἔστιν ἡδὺς καὶ ἀσινής.

[*](¹ ἐχῖνος being otherwise used of a prickly case, such as that of the chestnut. πλὴν ὰνακ. καὶ λείω conj. W.; πλὴν οὐκ ἀνακάνθωι καὶ λείωι U; πλὴν οὐκ ἐν ἀκάνθῳ ΜVAld.)
224

Ἔστι δὲ καὶ ἡ ὄστρυς μονοειδής, ἣν καλοῦσί τινες ὀστρύαν, ὁμοφυὲς τῇ ὀξύᾳ τῇ τε φυτείᾳ καὶ τῷ φλοιῷ· φύλλα δὲ ἀπιοειδῆ τῷ σχήματι, πλὴν προμηκέστερα πολλῷ καὶ εἰς ὀξὺ συνηγμένα καὶ μείζω, πολύϊνα δέ, ἀπὸ τῆς μέσης εὐθείας καὶ μεγάλης τῶν ἄλλων πλευροειδῶς κατατεινουσῶν καὶ πάχος ἐχουσῶν· ἔτι δὲ ἐρρυτιδωμένα κατὰ τὰς ἶνας καὶ χαραγμὸν ἔχοντα κύκλῳ λεπτόν· τὸ δὲ ξύλον σκληρὸν καὶ ἄχρουν, ἔκλευκον· καρπὸν δὲ μικρὸν πρόμακρον ὅμοιον κριθῇ ξανθόν· ῥίζας δὲ ἔχει μετεώρους· ἔνυδρον δὲ καὶ φαραγγῶδες. λέγεται δὲ ὡς οὐκ ἐπιτήδειον εἰς οἰκίαν εἰσφέρειν· δυσθανατεῖν γάρ φασι καὶ δυστοκεῖν οὗ ἂν ᾖ

Τῆς δὲ φιλύρας ἡ μὲν ἄρρην ἐστὶ ἡ δὲ θήλεια· διαφέρουσι δὲ τῇ μορφῇ τῇ ὅλῃ καὶ τῇ τοῦ ξύλου καὶ τῷ τὸ μὲν εἶναι κάρπιμον τὸ δ᾿ ἄκαρπον. τὸ μὲν γὰρ τῆς ἄρρενος ξύλον σκληρὸν καὶ ξανθὸν καὶ ὀζωδέστερον καὶ πυκνότερόν ἐστι, ἔτι δ᾿ εὐωδέστερον, τὸ δὲ τῆς θηλείας λευκότερον. καὶ ὁ φλοιὸς τῆς μὲν ἄρρενος παχύτερος καὶ περιαιρεθεὶς ἀκαμπὴς διὰ τὴν σκληρότητα, τῆς δὲ θηλείας λεπτότερος καὶ εὐκαμπής, ἐξ οὖ τὰς κίστας ποιοῦσιν· καὶ ἡ μὲν ἄκαρπος καὶ ἀνανθής, ἡ δὲ θήλεια καὶ ἄνθος ἔχει καὶ καρπόν· τὸ μὲν ἄνθος καλυκῶδες παρὰ τὸν τοῦ φύλλου μίσχον καὶ παρὰ [*](1 cf. 1. 8. 2 (ὀστρυίς), 3. 3. 1; C.P. 5. 12. 9 (ὀστρύη); Plin 13. 117.) [*](² μέσης . . . κατατεινουσῶν conj. Sch.; μέσης πλευροειδῶς τεν ἄλλων εὐθειῶν καὶ μεγάλην κατατεινουσῶν Ald. cf. 1. 10. 2; 3. 17. 3.)

226
τὴν εἰς νέωτα κάχρυν ἐφ᾿ έτέρου μίσχου, χλοερὸν δὲ ὅταν ᾖ καλυκῶδες, ἐκκαλυπτόμενον δὲ ἐπίξανθον· ἡ δὲ ἄνθησις ἅμα τοῖς ἡμέροις.

ὁ δὲ καρπὸς στρογγύλος πρόμακρος ἡλίκος κύαμος ὅμοιος τῷ τοῦ κιττοῦ, γωνίας ἔχων ὁ ἁδρὸς πέντε οἷον ἰνῶν ἐξεχουσῶν καὶ εἰς ὀξὺ συναγομένων· ὁ δὲ μὴ ἁδρὸς ἀδιαρθρότερος· διακνιζόμενος δὲ ὁ ἁδρὸς ἔχει μίκρ᾿ ἄττα καὶ λεπτὰ σπερμάτια ἡλίκα καὶ ὁ τῆς ἀδραφάξυος. τὸ δὲ φύλλον καὶ ὁ φλοιὸς ἡδέα καὶ γλυκέα· τὴν δὲ μορφὴν κιττῶδες τὸ φύλλον, πλὴν ἐκ προσαγωγῆς μᾶλλον ἡ περιφέρεια, κατὰ τὸ πρὸς τῷ μίσχῳ κυρτότατον, ἀλλὰ κατὰ μέσον εἰς ὀξύτερον τὴν συναγωγὴν ἔχον καὶ μακρότερον, ἔπουλον δὲ κύκλῳ καὶ κεχαραγμένον. μήτραν δ᾿ ἔχει τὸ ξύλον μικρὰν καὶ οὐ πολὺ μαλακωτέραν τοῦ ἄλλου· μαλακὸν γὰρ καὶ τὸ ἄλλο ξύλον.