Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

VΙΙ. Αὐξάνεσθαι δὲ πάντων δοκοῦσιν αἱ ῥίζαι πρότερον τῶν ἄνω· καὶ γὰρ φύεται εἰς βάθος· οὐδεμία δὲ καθήκει πλέον ἢ ὅσον ὁ ἥλιος ἐφικνεῖται· τὸ γὰρ θερμὸν τὸ γεννῶν· οὐ μὴν ἀλλὰ [*](¹ οὔϊγγον mBas. H.; οὔϊον MV; ουϊτον Ald.; cf. 1. 1. 7; Plin. 21. 88 (oetum).) [*](² μεγάλα: text doubtful (W.).) [*](³ διαφέρει: text doubtful (Sch.).) [*](4 στρέφοντες τὰς βώλους conj. Coraes; στέφοντες βωμούς UM VAld. 5 ἐν ins. Sch.)

52
ταῦτα μεγάλα συμβάλλεται πρὸς βαθυρριζίαν καὶ ἔτι μᾶλλον πρὸς μακρορριζίαν, ἡ τῆς χώρας φύσις ἐὰν ᾖ κούφη καὶ μανὴ καὶ εὐδίοδος· ἐν γὰρ ταῖς τοιαύταις πορρωτέρω καὶ μείζους αἱ αὐξήσεις. φανερὸν δὲ ἐπὶ τῶν ἡμερωμάτων· ἔχοντα γὰρ ὕδωρ ὁπουοῦν δίεισιν ὡς εἰπεῖν, ἐπειδὰν ὁ τόπος ᾖ κενὸς καὶ μηδὲν τὸ ἀντιστατοῦν. ἤγουν ἐν τῷ Λυκείῳ ἡ πλάτανος ἡ κατὰ τὸν ὀχετὸν ἔτι νέα οὖσα ἐπὶ τρεῖς καὶ τριάκοντα πήχεις ἀφῆκεν ἔχουσα τόπον τε ἄμα καὶ τροφήν.

Δόξειε δὲ ὡς εἰπεῖν ἡ συκῆ μακρορριζότατον εἶναι καὶ ὅλως δὲ μᾶλλον τὰ μανὰ καὶ εὐθύρριζα. πάντα δὲ τὰ νεώτερα τῶν παλαιῶν, ἐὰν εἰς ἀκμὴν ἥκωσιν, ἤδη βαθυρριζότερα καὶ μακρορριζότερα. συμφθίνουσι γὰρ καὶ αἱ ῥίζαι τῷ ἄλλῳ σώματι. πάντων δὲ ὁμοίως οἱ χυλοὶ τοῖς φυτοῖς δεινότεροι. τοῖς δὲ ὡς ἐπίπαν· δι᾿ ὃ καὶ ἐνίων πικραὶ ὧν οἱ καρποὶ γλυκεῖς· αἱ δὲ καὶ φαρμακώδεις· ἔνιαι δ᾿ εὐώδεις, ὥσπερ αἱ τῆς ἴριδος.

Ἰδία δὲ ῥίζης φύσις καὶ δύναμις ἡ τῆς Ἰνδικῆς συκῆς· ἀπὸ γὰρ τῶν βλαστῶν ἀφίησι, μέχρι οὗ ἂν συνάψῃ τῇ γῇ καὶ ῥιζωθῇ, καὶ γίνεται περὶ τὸ δένδρον κύκλῳ συνεχὲς τὸ τῶν ῥιζῶν οὐχ ἁπτόμενον τοῦ στελέχους ἀλλ᾿ ἀφεστηκός.

[*](¹ ταῦτα before μέγαλα om. W.)[*](² ἡμερωμάτων conj. Sch.; ἡμερωτάτων UP2Ald.: cf. C. P. 5. 6. 8.)[*](³ ὁπουοῦν MSS.; ὁποσονοῦν conj. W. from G, in quantum libeat. 4 ἐπειδὰν conj. Sch.; ἐπεὶ κἂν UMVPAld.)[*](5 Quoted by Varro, 1. 37. 5.)[*](6 conj. Sch.; παρὰ P2; περὶ Ald.)[*](7 συμφθίνουσι: συμφωνοῦσι conj. St.)
54

Παραπλήσιον δὲ τούτῳ μᾶλλον δὲ τρόπον τινὰ θαυμασιώτερον εἴ τι ἐκ τῶν φύλλων ἀφίησι ῥίζαν, οἷόν φασι περὶ Ὀποῦντα ποιάριον εἶναι, ὃ και ἐσθίεσθαί ἐστιν ἡδύ. τὸ γὰρ αὖ τῶν θέρμων θαυμαστὸν ἧττον, ὅτι ἂν ἐν ὕλῃ βαθείᾳ σπαρῇ διείρει τὴν ῥίζαν πρὸς τὴν γῆν καὶ βλαστάνει διὰ τὴν ἰσχύν. ἀλλὰ δὴ τὰς μὲν τῶν ῥιζῶν διαφορὰς ἐκ τούτων θεωρητέον.