Enquiry into Plants

Theophrastus

Theophrastus, Enquiry into Plants, Hort, Heinemann, 1916

XIV. Διαφέρει δὲ τὰ δένδρα καὶ τοῖς τοιούτοις κατὰ τὴν καρποτοκίαν· τὰ μὲν γὰρ ἐκ τῶν νέων βλαστῶν φέρει τὰ δ᾿ ἐκ τῶν ἔνων τὰ δ᾿ ἐξ ἀμφοτέρων. ἐκ μὲν τῶν νέων συκῆ ἄμπελος· ἐκ δὲ τῶν ἔνων ἐλάα ῥόα μηλέα ἀμυγδαλῆ ἄπιος μύρρινος καὶ σχεδὸν τὰ τοιαῦτα πάντα· ἐκ δὲ τῶν νέων ἐὰν ἄρα τι συμβῇ κυῆσαι καὶ ἀνθῆσαι (γίνεται γὰρ καὶ ταῦτ᾿ ἐνίοις, ὥσπερ καὶ τῷ μυρρίνῳ καὶ μάλισθ᾿ ὡς εἰπεῖν περὶ τὰς βλαστήσεις τὰς μετ᾿ Ἀρκτοῦρον) οὐ δύναται τελεοῦν ἀλλ᾿ ἡμιγενῆ φθείρεται· ἐξ ἀμφοτέρων δὲ καὶ τῶν ἔνων καὶ τῶν νέων εἴ τινες ἄρα μηλέαι τῶν διφόρων ἢ εἴ τι ἄλλο κάρπιμον· ἔτι δὲ ὁ ὄλυνθος ἐκπέττων καὶ σῦκα φέρων ἐκ τῶν νέων.

Ἰδιωτάτη δὲ ἡ ἐκ τοῦ στελέχους ἔκφυσις. ὥσπερ τῆς ἐν Αἰγύπτῳ συκαμίνου· ταύτην γάρ φασι φέρειν ἐκ τοῦ στελέχους· οἱ δὲ ταύτῃ τε καὶ ἐκ τῶν ἀκρεμόνων, ὥσπερ τὴν κερωνίαν· αὕτη γὰρ καὶ ἐκ τούτων φέρει πλὴν οὐ πολύν· καλοῦσι δὲ κερωνίαν ἀφ᾿ ἧς τὰ σῦκα τὰ Αἰγύπτια καλούμενα. [*](¹ ? i. e. that, like the ‘female’ date-palm, they have no flower.) [*](² τοιαῦτα πάντα· ἐκ δὲ τῶν νέων ἐὰν ἄρα τι conj. W, ; τοιαῦτα· πάντα γὰρ ἐκ τῶν ἔνων· ἐὰν δὲ ἄρα τι MSS. 3 cf. 3. 5. 4.) [*](4 διφόρων conj. Sch. from G; διαφόρων U Ald.)

98
ἔστι δὲ καὶ τὰ μὲν ἀκρόκαρπα τῶν δένδρων και ὅλως τῶν φυτῶν τὰ δὲ πλαγιόκαρπα τὰ δ᾿ ἀμφοτερως. πλείω δ᾿ ἀκρόκαρπα τῶν ἄλλων ἢ τῶν δένδρων, οἷον τῶν τε σιτηρῶν τὰ σταχυώδη καὶ τῶν θαμνωδῶν ἐρείκη καὶ σπειραία καὶ ἄγνος καὶ ἄλλ᾿ ἄττα καὶ τῶν λαχανωδῶν τὰ κεφαλόρριζα. ἐξ ἀμφοτέρων δὲ καὶ τῶν δένδρων ἔνια καὶ τῶν λαχανωδῶν, οἷον βλίτον ἀδράφαξυς ῥάφανος· ἐπεὶ καὶ ἐλάα ποιεῖ πως τοῦτο, καί φασιν ὅταν ἄκρον ἐνέγκῃ σημεῖον εὐφορίας εἶναι. ἀκρόκαρπος δέ πως καὶ ὁ φοῖνιξ· πλὴν τοῦτό γε καὶ ἀκρόφυλλον καὶ ἀκρόβλαστον· ὅλως γὰρ ἐν τῷ ἄνω πᾶν τὸ ζωτικόν. τὰς μὲν οὖν κατὰ τὰ μέρη διαφορὰς πειρατέον ἐκ τούτων θεωρεῖν.

Αἱ δὲ τοιαῦται τῆς ὅλης οὐσίας φαίνονται· δῆλον ὅτι τὰ μὲν ἥμερα τὰ δ᾿ ἄγρια· καὶ τὰ μὲν κάρπιμα τὰ δ᾿ ἄκαρπα· καὶ ἀείφυλλα καὶ φυλλοβολα, καθάπερ ἐλέχθη, τὰ δ᾿ ὅλως ἄφυλλα· καὶ τὰ μὲν ἀνθητικὰ τὰ δ᾿ ἀνανθῆ· καὶ πρωιβλαστῆ δὲ καὶ πρωΐκαρπα τὰ δὲ ὀψιβλαστῆ καὶ ὀψίκαρπα· ὡσαύτως δὲ καὶ ὅσα παραπλήσια τούτοις. και πως τά γε τοιαῦτα ἐν τοῖς μέρεσιν ἢ οὐκ ἄνευ τῶν μερῶν ἐστιν. ἀλλ᾿ ἐκείνη ἰδιωτάτη καὶ τροπόν τινα μεγίστη διάστασις, ἥπερ καὶ ἐπὶ τῶν ζώων, ὅτι τὰ μὲν ἔνυδρα τὰ δὲ χερσαῖα· καὶ γὰρ τῶν φυτῶν [*](1 Plin. 16. 112.) [*](2 τοῦτο conj. Sch.; τούτου UA ld.; τοῦτον M.) [*](3 τὰ add. W.; cf. 1. 13. 1.)

100
ἔστι τι τοιοῦτον γένος ὃ οὐ δύναται φύεσθαι μὴ ἐν ὑγρῷ· τὰ δὲ φύεται μέν, οὐχ ὅμοια δὲ ἀλλὰ χείρω.

πάντων δὲ τῶν δένδρων ὡς ἁπλῶς εἰπεῖν καὶ τῶν φυτῶν εἴδη πλείω τυγχάνει καθ᾿ ἕκαστον γένος· σχεδὸν γὰρ οὐδέν ἐστιν ἀπλοῦν· ἀλλ᾿ ὅσα μὲν ἥμερα καὶ ἄγρια λέγεται ταύτην ἐμφανεστάτην καὶ μεγίστην ἔχει διαφοράν, οἷον συκῆ ἐρινεός, ἐλάα κότινος, ἄπιος ἀχράς· ὅσα δ᾿ ἐν ἑκατέρῳ τούτων τοῖς καρποῖς τε καὶ φύλλοις καὶ ταῖς ἄλλαις μορφαῖς τε καὶ τοῖς μορίοις. ἀλλὰ τῶν μὲν ἀγριων ἀνώνυμα τὰ πλεῖστα καὶ ἔμπειροι ὀλίγοι· τῶν δὲ ἡμέρων καὶ ὠνομασμένα τὰ πλείω καὶ ἡ αἴσθησις κοινοτέρα· λέγω δ᾿ οἷον ἀμπέλου συκῆς ῥόας μηλέας ἀπίου δάφνης μυρρίνης τῶν ἄλλων· ἡ γὰρ χρῆσις οὖσα κοινὴ συνθεωρεῖν ποιεῖ τὰς διαφοράς.

Ἴδιον δὲ καὶ τοῦτ᾿ ἐφ᾿ ἑκατέρων· τὰ μὲν γὰρ ἄγρια τῷ ἄρρενι καὶ τῷ θήλει ἢ μόνοις ἢ μάλιστα διαιροῦσι, τὰ δὲ ἥμερα πλείοσιν ἰδέαις. ἔστι δὲ τῶν μὲν ῥᾷον λαβεῖν καὶ διαριθμῆσαι τὰ εἴδη, τῶν δὲ χαλεπώτερον διὰ τὴν πολυχοίαν.

Ἀλλὰ δὴ τὰς μὲν τῶν μορίων διαφορὰς καὶ τῶν ἄλλων οὐσιῶν ἐκ τούτων πειρατέον θεωρεῖν. περὶ δὲ τῶν γενέσεων μετὰ ταῦτα λεκτέον· τοῦτο γὰρ ὥσπερ ἐφεξῆς τοῖς εἰρημένοις ἐστίν.