De signis tempestatum

Theophrastus

Theophrastus, Concerning Weather Signs, Hort, Harvard, 1927

ΙΙΙ. Χειμῶνος δὲ τάδε. ἥλιος δυόμενος εἰς μὴ καθαρόν. καὶ ὡς ἂν μερισθῇ δυόμενος, οὕτως αἱ ἡμέραι ἐπιτελοῦνται. οἷον εἰ τὸ τρίτον μέρος ἀπολειφθείη ἢ τὸ ἥμισυ. τὸ σελήνιον ἐὰν ὀρὸν ᾖ μέχρι τετράδος καὶ εἰ εὔκυκλον, χειμάσει μέχρι διχοτόμου· γέρανοι ἐὰν πρωῒ πέτωνται καὶ ἀθρόοι, πρωῒ χειμάσει, ἐὰν δὲ ὀψὲ καὶ πολὺν χρόνον, ὀψὲ χειμάσει. καὶ ἐὰν ὑποστραφῶσι πετόμενοι, χειμῶνα σημαίνουσι.

Χῆνες βοῶντες μᾶλλον ἢ περὶ σῖτον μαχόμενοι χειμέριον. σπίνος στρουθὸς σπίζων ἕωθεν χειμέριον. ὄρχιλος ὡς εἰσιὼν καὶ εἰσδυόμενος εἰς ὀπὰς χειμῶνα σημαίνουσι καὶ ἐριθεὺς ὡσαύτως. κορώνη ἐὰν ταχὺ δὶς κρώζῃ καὶ τρίτον, χειμερία. καὶ κορώνη καὶ κόραξ καὶ κολοιὸς ὀψὲ ᾄδοντες χειμέριοι. στρουθὸς ἐὰν λευκὸς ἢ χελιδὼν ἢ ἄλλο τι τῶν μὴ εἰωθότων λευκῶν, χειμῶνα μέγαν σημαίνουσιν, ὥσπερ καί, μέλανες ἐὰν πολλοὶ φανῶσιν, ὕδωρ.

Καὶ ἐὰν ἐκ πελάγους ὄρνιθες φεύγωσι, χειμῶνα σημαίνουσι. καὶ σπίνος ἐν οἰκίᾳ οἰκουμένῃ φθεγγόμενος χειμέριον. ὅσα ὕδωρ σημαίνει, χειμῶνα ἄγει, ἐὰν μὴ ὕδωρ, χιόνα καὶ χειμῶνα. [*](¹ i.e. and the succeeding day will be more or less stormy in proportion. ἀπολειφθείη ? ἀποληφθείη =‘may be obscured.’) [*](² cf. 27. i.e. it is possible, more or less, to see the whole circle.)

420
κόραξ φωνὰς πολλὰς μεταβάλλων χειμῶνος χειμέριον. κολοιοὶ ἐκ τοῦ νότου πετόμενοι καὶ τευθίδες χειμέριαι. φωνὴ ἐν λιμένι ἀποψοφοῦσα καὶ πολύπλοκον ἠχοῦσα χειμέριον. καὶ οἱ πνεύμονες οἱ θαλάττιοι ἐὰν πολλοὶ φαίνωνται ἐν τῷ πελάγει. χειμερινοῦ ἔτους σημεῖον. πρόβατα ἐὰν πρωῒ ὀχεύηται, πρώϊον χειμῶνα σημαίνουσι.

Μετοπώρῳ ἐὰν πρόβατα ἢ βόες ὀρύττωσι καὶ κοιμῶνται ἀθρόοι πρὸς ἀλλήλους ἔχοντες τὰς κεφαλάς, τὸν χειμῶνα χειμέριον σημαίνει. ἐν δὲ τῷ Πόντῳ φασίν, ὅταν Ἀρκτοῦρος ἀνατείλῃ θᾶττον, ἐναντίους τῷ βορρᾷ νέμεσθαι. βόες μᾶλλον ἐσθίοντες τοῦ εἰωθότος καὶ ἐπὶ τὸ δεξιὸν κατακλινόμενοι χειμέριον. καὶ ὦτα κρούων ὄνος χειμέριον· καὶ μαχόμενα πρόβατα καὶ ὄρνιθες περὶ σίτου παρὰ τὸ ἔθος· προπαρασκευάζονται γάρ· καὶ μῦες τρίζοντες καὶ ὀρχούμενοι χειμέριον.

Καὶ κύων τοῖς ποσὶν ὀρύττουσα καὶ ὀλολυγὼν ᾄδουσα μόνη ἀκρωρίας χειμέριον. γῆς ἔντερα πολλὰ φαινόμενα χειμῶνα σημαίνει. καὶ ἐὰν πῦρ μὴ θέλῃ ἅπτεσθαι, χειμέριον· καὶ ἐὰν λύχνος ἅπτεσθαι μὴ ἐθέλῃ, χειμῶνα σημαίνει· καὶ τέφρα πηγνυμένη νιφετόν. λύχνος εὐδίας ἡσυχαῖος καιόμενος χειμῶνα σημαίνει· καὶ ἐὰν χειμῶνος ὄντος μύκαι μέλαιναι ἐπιγίνωνται, χειμῶνα σημαίνει· καὶ ἐὰν ὥσπερ κέγχροις πολλοῖς κατάπλεως [*](¹ τευθίδες. The word is perhaps corrupt and conceals the name of a bird) [*](2 cf. 21, 29. πολύπλοκον is Furlanus’ conj. for Vulg. πολύποδον.) [*](³ πνεύμονες. Plin. 18. 359. pulmones: cf. 9. 154.)

422
ᾖ, χειμερίσει· καὶ ἐὰν κύκλῳ περὶ τὸ λαμπρὸν ὦσιν εὐδίας οὔσης, χιονικόν.

Ἡ τοῦ ὄνου Φάτνη εἰ συνίσταται καὶ ζοφερὰ γίνεται, χειμῶνα σημαίνει. καὶ ἐὰν ἀστραπὴ λαμπρὰ μὴ ἐν τῷ αὐτῷ μένῃ, χειμέριον. ἐπὶ Πλειάδι δυομένῃ ἐὰν λάμψῃ κατὰ Πάρνηθα καὶ Bρίληττον καὶ Ὕμηττον, ἐὰν μὲν ἅπαντα καταλάμψῃ. μέγαν χειμῶνα σημαίνει, ἐὰν δὲ τὰ δύο, ἐλάττω, ἐὰν δὲ Πάρνηθα μόνον, εὐδιεινόν· καὶ ἐὰν χειμῶνος ὄντος νεφέλη μακρὰ ἐπὶ τὸν Ὕμηττον ᾖ, χειμῶνος ἐπίτασιν σημαίνει. Ἄθως καὶ Ὄλυμπος καὶ ὅλως ὀρέων κορυφαὶ κατεχόμεναι ὑπὸ νεφελῶν χειμέριον. ἐὰν εὐδίας γινομένης νεφέλιον φαίνηται ἐν τῷ ἀέρι παρατεταμένον καὶ τιλλόμενον, οὔπω παύεται ὁ χειμών.

Ἐὰν τὸ μετόπωρον εὐδιεινὸν παρὰ τὸ εἰκὸς γένηται, τὸ ἔαρ γίνεται ψυχρὸν ὡς τὰ πολλά. ἐὰν πρωὶ χειμάζειν ἄρξηται, πρωῒ παύεται καὶ ἔαρ καλόν, ἐὰν δὲ τοὐναντίον, καὶ ἔαρ ὄψιον ἔσται. ἐὰν χειμὼν ὑέτιος, τὸ ἔαρ αὐχμηρόν, ἐὰν δ᾿ αὐχμηρὸς ὁ χειμών, τὸ ἔαρ καλόν. ἐὰν ἡ ὄπωρα γίνηται ἐπιεικής, τὰ πολλὰ γίνεται τοῖς προβάτοις λιμός. ἐὰν τὸ ἔαρ καὶ τὸ θέρος ψυχρὰ γίνηται, ἥ τε ὄπωρα γίνεται καὶ μετόπωρον πνιγηρὸν καὶ οὐκ ἀνεμῶδες.

Οἱ πρῖνοι ἐὰν εὐκαρπῶσι, χειμῶνες πολλοὶ σφόδρα γίνονται. ἐὰν ἐπὶ κορυφῆς ὄρους νέφος ὀρθὸν στῇ, χειμῶνα σημαίνει, ὅθεν καὶ Ἀρχίλοχος ἐποίησε “ Γλαῦχ᾿ ὅρα· βαθὺς γὰρ ἤδη κύμασιν [*](¹ ὄνου φάτνη. cf. 23, 51. See LS, s.ν. ὄνοs ; Theocr. 22.) [*](21. Plin. 18. 353, sunt in signo Cancri duae stellae parvae)

424
ταράσσεται Πόντος ἀμφὶ δ᾿ ἄκρα Γυρῶν ὀρθὸν ἵσταται νέφος Σῆμα χειμῶνος.” ἐὰν δ᾿ ὁμόχρων ᾖ ὑμένι λευκῷ, χειμέριον. ὅταν ἑστώτων νεφῶν ἕτερα ἐπιφέρηται τὰ δ᾿ ἠρεμῇ, χειμέρια.

Ὁ ἥλιος ἐὰν χειμῶνος διαλάμψας πάλιν ἀποκρυφθῇ καὶ τοῦτο ποιήσῃ δὶς ἢ τρίς, ἡμέρα χειμέριος δίεισιν. ὁ τοῦ Ἑρμοῦ ἀστὴρ χειμῶνος μὲν φαινόμενος ψύχη σημαίνει θέρους δὲ καῦμα. ὅταν μέλιτται μὴ ἀποπέτωνται μακρὰν ἀλλ᾿ αὐτοῦ ἐν τῇ εὐδίᾳ πέτωνται, χειμῶνα ἐσόμενον σημαίνει. λύκος ὠρυόμενοος χειμῶνα σημαίνει διὰ τριῶν ἡμερῶν. λύκος ὅταν πρὸς τὰ ἔργα ὁρμᾷ ἢ εἴσω χειμῶνος ὥρᾳ, χειμῶνα σημαίνει εὐθύς.

Ἔστι δὲ σημεῖον χειμώνων μεγάλων καὶ ὄμβρων καὶ ὅταν γένωνται ἐν τῷ μετοπώρῳ πολλοὶ σφῆκες, καὶ ὅταν ὄρνιθες λευκοὶ πρὸς τὰ ἐργάσιμα πλησιάζωσι, καὶ ὅλως τὰ ἄγρια θηρία ἐὰν πρὸς τὰ ἐργάσιμα, βόρειον καὶ χειμῶνος μέγεθος σημαίνει. τῆς Πάρνηθος ἐὰν τὰ πρὸς ζέφυρον ἄνεμον καὶ τὰ πρὸς Φύλης φράττηται νέφεσι βορείων ὄντων, χειμέριον τὸ σημεῖον.

Ὅταν πνίγη γίνηται ἰσχυρά, ὡς τὰ πολλὰ ἀνταποδίδωσι καὶ γίνεται χειμὼν ἰσχυρός. ἐὰν ὕδατα ἐαρινὰ πολλὰ γένηται, καύματα ἰσχυρὰν ἐν τοῖς πεδινοῖς καὶ κοίλοις γίνεται. δεῖ οὖν τὴν ἀρχὴν ὁρᾶν. ἐὰν τὸ μετόπωρον εὐδιεινὸν γίνηται [*](¹ Γυρῶν. γυροῦν W, Heraclides gives γυρεὸν, Plut. γυρεῦον; but one MS. of Plut. gives γύρων with a marginal gloss ‘sc. πετρῶν,’ which suggests that the word is a proper name. Od. 4. 500 mentions the Γὐραι (i.e. the ‘round-backed rocks’))

426
σφόδρα, τὸ ἔαρ ὡς τὰ πολλὰ γίνεται ψυχρόν· ἐὰν δὲ τὸ ἔαρ ὄψιον γένηται καὶ ψυχρόν, ἡ ὄπωρα ὀψία γίνεται καὶ τὸ μετόπωρον ὡς τὰ πολλὰ πνιγηρόν.

Οἱ πρῖνοι ὅταν εὐκαρπῶσι σφόδρα, ὡς μὲν τὰ πολλὰ χειμῶνα ἰσχυρὸν σημαίνουσιν, ἐνίοτε δὲ καὶ αὐχμούς φασι γίνεσθαι. καὶ ἐάν τις σπάλακα λαβὼν ὑποπάσας ἄργιλον εἰς πιθάκνην θῇ, σημαίνει ταῖς φωναῖς αἷς ἀφίησιν ἄνεμον καὶ εὐδίαν. καὶ τὸ πανταχοῦ δὲ λεγόμενον σημεῖον δημόσιον χειμέριον, ὅταν μῦες περὶ φορυτοῦ μάχωνται καὶ φέρωσιν.