De odoribus

Theophrastus

Theophrastus, Concerning Odours, Hort, Harvard, 1927

326

Ι. Αἱ ὀσμαὶ τὸ μὲν ὅλον ἐκ μίξεώς εἰσι καθάπερ οἱ χυμοί· τὸ γὰρ ἄμικτον ἅπαν ἄοδμον ὥσπερ ἄχυμον, διὸ καὶ τὰ ἀπλᾶ ἄοδμα, οἷον ὕδωρ ἀὴρ πῦρ· ἡ δὲ γῆ μάλιστ᾿ ἢ μόνη ὀδμὴν ἔχει διὸ μάλιστα μικτή.

Τῶν δ᾿ ὀδμῶν αἱ μὲν ὥσπερ ἀειδεῖς καὶ ὑδαρεῖς καθάπερ ἐπὶ τῶν χυμῶν, αἱ δ᾿ ἔχουσαί τινας ἰδέας. αἱ δ᾿ ἰδέαι δοκοῦσι μὲν ἀκολουθεῖν ταῖς τῶν χυμῶν, οὐ μὴν ἔχουσί γε πᾶσαι τὰς αὐτὰς προσηγορίας, ὥσπερ ἐν τοῖς πρότερον εἴπομεν, οὐδ᾿ ὅλως οὕτω διωρισμέναι τοῖς εἴδεσιν ὥσπερ οἱ χυμοὶ ἀλλ᾿ ὡς ἄν τοῖς γένεσιν, ὅτι τὰ μὲν εὔοσμα τὰ δὲ κάκοσμα.

τῆς δ᾿ εὐωδίας καὶ κακωδίας οὐκέτι τὰ εἴδη κατωνόμασται καίπερ ἔχοντα διαφορὰς μεγάλας ἐπί γ᾿ αὐτῶν τῶν γλυκέων καὶ πικρῶν, ἀλλὰ δριμεῖα λέγεται καὶ ἰσχυρὰ καὶ μαλακὴ καὶ γλυκεῖα καὶ βαρεῖα ὀδμή· κοιναὶ δ᾿ ἔνιαι τούτων καὶ τῶν κακωδῶν.

[*](¹ i.e. there is not one set of terms applied to the varieties of ‘good’ and another distinct set applied to the varieties of ‘evil’ odours, but we get a cross-division, some terms (such as ‘strong’) being applied to varieties of both classes. cf. 64—66.)
328

Ἡ δὲ καθόλου καὶ ὥσπερ ἐπὶ πᾶσι τοῖς διαφθειρομένοις σαπρότης. ἅπαν γὰρ τὸ σηπόμενον κακῶδες, εἰ μή τις τὴν ὀξύτητα λέγει τοῦ οἴνου σαπρότητα τῇ ὁμοιότητι τῆς φθορᾶς.

ἐν ἅπασι δ᾿ ἐστὶν ἡ τοῦ σαπροῦ κακωδία καὶ ἐν φυτοῖς καὶ ἐν ζώοις καὶ ἐν τοῖς ἀψύχοις· ἐν ἅπασι δὲ διαφθειρομένοις ὧν μὴ ἡ σύστασις εὐθὺς ἐκ τοιαύτης ὕλης· ἔχει γὰρ ἔνια καὶ τὴν τῆς ὕλης ὀσμήν, οὐ μὴν ἐπὶ πάντων γε τοῦτ᾿ ἀκολουθεῖ. πολλὰ γὰρ οὐ κακώδη τὰ ἐκ τῶν σαπρῶν, ὡς οὐδ᾿ οἱ μύκητες οἱ ἐκ τῆς κόπρου φυόμενοι· τὰ δ᾿ ἐκ σήψεως φυόμενα καὶ συνιστάμενα κακώδη. εὔοσμα μὲν οὖν ὡς ἀπλῶς εἰπεῖν τὰ πεπεμμένα καὶ λεπτὰ καὶ ἥκιστα γεώδη· τὸ γὰρ τῆς ὀσμῆς ἐν ἀναπνοῇ· κακώδη δὲ δηλονότι τἀναντία. πολλὰ δὲ ὥσπερ τῶν γλυκέων ἐμφαίνει τινὰ πικρότητα, καὶ τῶν εὐωδῶν βαρύτητα ταῖς ὀσμαῖς.