Geographiae informatio

Agathemerus

Agathemerus, creator; Gronovius, Jacobus (1645-1716), editor and translator.

Τῶν Νήσων ἀναμέτρησις. Κεφ(άλαιον) εʹ. Λοιπὸν δὲ ἐροῦμεν τῶν καθ' ἡμᾶς νήσων τὰς περιμέτρους, λαβόντες παρ' Ἀρτεμιδώρου καὶ Μενίππου καὶ ἑτέρων ἀξιοπίστων. Γάδειρα μῆκος σταδίων ρηʹ. πλάτος σταδίων ιϛʹ. ὁ δὲ καθ' Ἡρακλέους στήλας πορθμὸς στενότατός ἐστι σταδίων πʹ. Ἐν δὲ τῷ Ἰβηρικῷ πελάγει νῆσοι, Πιτυοῦσα ἡ μείζων καὶ οἰκουμένη σταδίων τʹ, τὸ μῆκος, ἡ δὲ ἐλάττων σταδίων ρʹ. Τῶν δὲ Γυμνησίων, ἃς Καρχηδόνιοι Βαλιάριας καλοῦσιν (οἱ γὰρ σφεν

190
σφενδονίται οὕτω καλοῦνται οἱ Βαλιαρεῖς) ἡ μείζων μῆκος ἔχει σταδίων ͵ασʹ. πλάτος σταδίων υʹ. ἡ ἐλάττων σταδίων τʹ. Αἱ δὲ Στοιχάδες, αἱ φερώνυμοι ἑξῆς ἐπ' εὐθείας, κεῖνται πρὸ τῶν Μασσαλιακῶν πόλεων· αἱ μὲν μείζους τρεῖς, δύο δὲ μικραὶ αὐτῆς ἐγγὺς Μασσαλίας. Ἡ δὲ Σαρδὼ ἔχει σχῆμα ὡς πόλου ἴχνος, μεσόκοιλος, τὸ μῆκος Βσʹ. Κύρνος ἐγγὺς Σαρδοῦς, πολλῷ δὲ ἀγεννεστέρα, ἐλάττων ἢ ἥμισυ τῆς Σαρδοῦς, μῆκος ἔχει. --- Ἀφετήριον δ᾿ εἰς Σαρδῶ καὶ Κύρνον Ποπουλώνιον τῆς Τυρσηνίας, τὸ δὲ δίαρμα σταδίων ͵βσʹ. Τῆς Σικελίας κατὰ Τιμοσθένην περίμετρος σταδίων ͵δψμʹ. σχῆμα τρίγωνον σκαληνοειδές· δίαρμα δ᾿ ἔχει ἀπὸ Πελώρου ἄκρου
191
ἄκρου εἰς Ἰταλίαν σταδίων ιαʹ πορθμὸν, πλευρὰ νήσου ἀπὸ Πελώρου εἰς Πάχυνον στάδια ͵αλζʹ. ἀπὸ Παχύνου εἰς Λιλύβαιον στάδια ͵αχʹ. κατὰ Τιμοσθένην ἀπὸ Λιλυβαίου εἰς Πελωριάδα στάδια ͵αψʹ. ἀπὸ Λιλυβαίου διάπλους εἰς Ἀσπίδα τῆς Λιβύης ἐγγὺς στάδια ͵αχʹ.

Κέρκινα νῆσος μῆκος ἔχει στάδια οʹ. πλάτος δ' ὅπου δὲ στενοτάτη στάδια μʹ. ὑπέρκειται δὲ πόλεως ἠπειρωτικῆς Θήνης, ἣ κεῖται τῆς μικρᾶς Σύρτιδος ἐπὶ τῆς ἀρχῆς. Τῇ δὲ Κερκίνῃ παράκειται νῆσος Κερκινίτις γεφύρᾳ ζευχθεῖσα, μῆκος στάδια μʹ. πλάτος δὲ στάδια κεʹ.

ἀπὸ Κερκίνης ἐπὶ νῆσον Μήνιγγα τὴν Λωτοφαγιτίδος ὁ διάπλους στάδια χʹ. ὅσον τῆς μικρᾶς Σύρτιδος λέγεται τὸ στόμα. Ἡ δὲ Μῆνιγξ μῆκος σταδίων χʹ. πλάτος σταδίων ρπʹ. Με

193
Μεγάλαι δ' εἰσὶν περὶ αὐτὴν παλίῤῥοιαι.

Κεφαλληνία νῆσος τετράπολις, μῆκος σταδίων υʹ. Εἰσὶ δὲ καὶ ἐν τῷ Ἀδρίᾳ νῆσοι παρὰ τὴν Ἰλλυρίδα, ὧν ἐπισημέστεραι Ἴσση, καὶ ἡ Μέλαινα Κορκύρα, καὶ Φάρος καὶ Μελίτη, ὧν ἀγνοῶ τὰς περιμέτρους.

Πελοπονήσου δὲ ὁ περίπλους καὶ τῶν κόλπων συμμετρουμένων στάδια ͵ηχκζʹ. χωρὶς δὲ τοῦ κατακολπίσαι ὁ περίπλους στάδια ͵δʹ. Μῆκος δὲ ἀπὸ Μαλέας ἕως Αἰγαίου στάδια ͵αυʹ. Ἔχει δὲ ὅμοιον σχῆμα φύλλῳ πλατάνου, κόλποις μεγάλοις τεμνομένη. Συνάγεται μὲν εἰς τὸν Κορίνθιον Ἰσθμὸν, πλάτος σταδίων μʹ. Ἀπὸ τοῦ Κορινθίου κόλπου καὶ Σαρωνικοῦ ἐπὶ τὸ Σκύλλαιον ἄκρον ἐξ εὐωνύμων ἔνθα πρόκειται νῆσος Καλαυρία Ποσειδῶνος

194
δῶνος ἱερά. Εἶτα ὁ Ἑρμιονικὸς κόλπος. Ἑξῆς δὲ ὁ Ἀργολικὸς κόλπος μέχρι Μαλέας ἄκρου, ὃ πολὺ προπέπτωκεν εἰς πέλαγος. Ἑξῆς δὲ μετὰ Μαλέαν Λακωνικὸς κόλπος ἕως Ταινάρου ἐκ δεξιῶν, ὃς περιορίζει ἐξ εὐωνύμων τὸν Μεσσενιακὸν κόλπον, οὗ ἐκ δεξιῶν Ἀκρίτας ἄκρα. Εἶτα προπέπτωκεν ἄκρον Ἰχθὺς, καθ' ὃν κεῖται Ζάκυνθος, καὶ ἕτερον ὁ Χελωνάτας. τελευταῖον δὲ ἄκρον Ἄραξος ἀντιπρόσωπον Ἀκαρνανίᾳ. μεθ' ὃν ὁ Κορινθιακὸς ἀναχεῖται κόλπος, ζʹ σταδίων συγκλειόμενος στόματα, κατὰ τὸ Ῥιανὸν ἄκρον, ὅ ἐστι τῆς Πελοποννήσου, τὸ δ' Ἀντίῤῥιον Λοκρίδος. Ἀπὸ Ταινάρου ἐπὶ Φυκοῦντα Λιβύης τὸ δίαρμα στάδια ͵Γʹ.

Αἴγινα νῆσος προμήκης στάδια ρξʹ. ἐξ ἐναντίας κεῖται τῆς Ἀττικῆς. Σαλαμὶς μῆκος στάδια οʹ. Ἡ Κείος ρκʹ. Τῶν δὲ Κυκλάδων κρατίστη ἐστὶν ἡ Νάξος, διὸ μικρὰ λέγεται Σικελία

195
λία. Ἐκ δεξιῶν δὲ αἱ Σποράδες. ἡ δὲ Εὔβοια γεφύρᾳ πρὸς τὴν Βοιωτίαν ἔζευκται· παρατείνει δὲ Βοιωτίδα, Φωκίδα, Λοκροὺς, ἐκ δὲ θατέρου ἐπί πόσον καὶ τῇ Ἀττικῇ. Ἔστι γὰρ μακρὰ, διὸ Μάκρις ὠνομάσθη, μῆκος σταδίων ͵αψʹ.

Ἡ δὲ Κρήτη κατὰ Μαλέαν πλησιάζει Πελοποννήσῳ· περίμετρος δὲ αὐτῆς σταδίων ͵δρʹ. μῆκος ͵βτʹ. κατὰ πολὺ γὰρ μεμήκυται. Κύθηρα μέσον Κρήτης καὶ Λακωνικῆς. Κύπρος βύρσῃ τὸ σχῆμα ὁμοῖα, περίπλους στάδια ͵γυκʹ. μῆκος δὲ ͵ατʹ. Ἀπὸ Πάφου εἰς Ἀλεξάνδρειαν δίαρμα Βορέου σταδίων ͵γωʹ. Ῥόδου περίμετρος στάδια ͵ατʹ. Κῶ περίμετρος στάδια φνʹ. Σάμου στάδια χλʹ. Ἰκαρία δέ ἐπὶ μακρὰ τραχεῖα, μῆκος σταδίων τʹ. Χίου περίμετρος στάδια χξʹ. Λέσβου περίμετρος ͵αρʹ.