Περὶ παρωνύμων

Aelius Herodianus

Aelius Herodianus, Περὶ παρωνύμων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

Ωρωπόϲ πόλιϲ Βοιωτίαϲ. τὸ ἐθνικὸν Ὠρωπεύϲ ὡϲ Ἀπολλόδωροϲ ἐν νεῶν καταλόγου πρώτῃ «ἔϲτι δ’ ἡΓραῖα τόποϲ, τῶν Ὠρωπέων πόλιϲ». Ϲτράβων δ’ ἐν τῇ ἐνάτῃ (p. 391) φηϲίν «ἀπὸ τῆϲ Ὠρωπίαϲ ἐπὶ τὴν δύϲιν » ὡϲ ἀπὸ τοῦ Ὠρώπιοϲ· εἰ γὰρ ἦν ἀπὸ τοῦ Ὠρωπιεύϲ, Ὠρωπιάϲ ἄν εἶπε. Παυϲανίαϲ δὲ ἐν τῷ ἑβδόμῳ (c. 11, 4) φηϲὶν τὸ ἐθνικὸν οὕτωϲ «καταφεύγουϲιν ἐπὶ τὴν Ῥωμαίων βουλὴν οἱ Ὠρώπιοι ». [*](1. 12 καὶ Θεόπομποϲ ex articulo Ὑπερηϲία huc retuli, ubi τὸ ἐθπκὸν τῆϲ Ὑπερηϲίαϲ Ὑπερηϲιεύϲ. Θεόπομποϲ δὲ περαϲιεῖϲ φηϲι διὰ τοῦ α 1. 24 Φοριεὺϲ pro Φοριαεύϲ Mein.)

897
καὶ Θουκυδίδηϲ δευτέρᾳ (c. 23) «παριόντεϲ Ὠρωπὸν τὴν γῆν Γραϊκὴν καλουμένην, ἣν νέμονται Ὠρώπιοι Ἀθηναίων ὑπήκοοι, ἐδήωϲαν ». καὶ Θεόπομποϲ ἐν Ϛ’ Ἑλληνικῶν «ἀνακοινοῦνται τῶν Ὠρωπίων Τηλέφῳ καὶ τοῖϲ μετ’ ἐκείνου βουλομένοιϲ καὶ τὸν Ὠρωπὸν ὑπάρχειν αὐτοῖϲ ».

Περὶ τῶν εἰϲ ωϲ.

Ἕλοϲ πόλιϲ Αακωνική. οἱ πολῖται Εἵλωτεϲ. τῇ ἐκτάϲει καὶ τῷ γένει καὶ τῇ προϲθέϲει τοῦ ι διαφέρει. λέγονται καὶ Εἱλῶται καὶ Ἕλειοι καὶ Ἑλεῖται.