Περὶ παρωνύμων

Aelius Herodianus

Aelius Herodianus, Περὶ παρωνύμων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

ρουϲίϲ μοῖρα τῆϲ Μυγδονίαϲ. τὸ τοπικὸν ἔδει Κρουϲιδεύϲ ὡϲ Χαλκιδεύϲ. ἔϲτι δὲ Κρουϲιεύϲ.

ρύα πόλιϲ υκίαϲ. Ἀρτεμίδωροϲ. τὸ ἐθνικὸν Κρυεύϲ εἰϲὶ δὲ καὶ ἄλλαι νῆϲοι Κρυέων, άρυϲιϲ καὶ Ἄλινα ».

Κυδαθήναιον δῆμοϲ. ὁ δημότηϲ Κυδαθηναιεύϲ. καὶ «κύων Κυδαθηναιεύϲ» (Arist. Vesp. 890).

Κυνέτεια πόλιϲ Ἄργουϲ. οἱ πολῖται Κυνετεῖϲ καὶ Κυνετειᾶται. οἱ τύποι γὰρ οὐ ἀήθειϲ τῶν Ἀργείων.

Κυνόϲϲημα τόποϲ ιβύηϲ. τὸ ἐθνικὸν ἀπὸ γενικῆϲ Κυνοϲϲηματεύϲ. Αάρανδα πόλιϲ Λυκαονίαϲ. ὁ πολίτηϲ αρανδεύϲ. Χάραξ τρίτῳ χρονικῶν.

Ληψίμανδοϲ πολίχνιον Καρίαϲ. τὸ ἐθνικὸν Κρατερὸϲ ἐνάτῳ περὶ ψηφιϲμάτων Λη ψιμανδεύϲ.

Μελίβοια πόλιϲ Θετταλίαϲ. τὸ ἐθνικὸν Μελιβοεύϲ ὡϲ Θεόπομποϲ.

Μεϲϲαπέαι χωρίον Λακωνικῆϲ. τὸ ἐθνικὸν Μεϲϲαπεεύϲ. οὕτω γὰρ ὁ ζεὺϲ ἐκεῖ τιμᾶται. Θεόπομποϲ πεντηκοϲτῷ ἑβδόμῳ.

Μύλαϲα πόλιϲ Καρίαϲ. τὸ ἐθνικὸν Μυλαϲεύϲ — ὡϲ Μένανδροϲ Καταψευδομένῳ.

Nάρμαλιϲ πόλιϲ Πιϲιδίαϲ. οἱ πολῖται Nαρμαλεῖϲ ὡϲ Καβαλεῖϲ, ὡϲ Ἕφορόϲ φηϲι.

Ναυπλία πόλιϲ Ἄργουϲ. οἱ οἰκοῦντεϲ Ναυπλιεῖϲ ὡϲ Ϲτράβων (VΙΙΙ ρ. 373).

Nεάνδρεια πόλιϲ Τρῳάδοϲ. ὁ πολίτηϲ Nεανδρεύϲ ὡϲ Ϲτράβων (XIII p. 606).

Νῦϲα. Nυϲεύϲ. λέγεται καὶ Νυϲαῖοϲ καὶ ἐξ αὐτοῦ Nυϲαιεύϲ τριϲυλλάβωϲ καὶ Nυϲαεύϲ ἄνευ τοῦ ῑ.

πόλιϲ. ὁ οἰκήτωρ πολίτηϲ καὶ πολιεύϲ. Πολιεύϲ γὰρ ὁ Ζεὺϲ τιμᾶται ἀπὸ τῆϲ πόλιοϲ γενικῆϲ καὶ κατὰ τροπὴν τοῦ οϲ εἰϲ ευϲ.

[*](1. 5 Pausam. X 18, 7 et 22, 3 Callienses memorans de Callio urbo Αetcliae dicit quare Meinek. excidisse suspicatur ἔϲτι καὶ Αἰτωλίαϲ πόλιϲ Κάλλιον. 1. 21 ef. Πάϲϲα, ubi excidit Πάϲϲανδα πόλιϲ Καρίαϲ, ad quam pertinent verba: τὸ ἐθνικὸν Παϲϲανδεύϲ τῷ τῆϲ χώραϲ τύπῳ. Ἑφοροϲ  εὀλίγοι δέ τινεϲ εἰϲ τὸ τῶν Παϲϲανδέων χωρίον ἔφυγον».)
895

Πύρινδοϲ πόλιϲ Καρίαϲ. τὰ εἰϲ οϲ καὶ εἰϲ α εἰϲ ἑῦϲ ἔχει τὸ ἐθνικόν.

Ϲαμάρεια πόλιϲ τῆϲ ουδαίαϲ. καὶ Ἐπαφρόδιτοϲ μὲν τὸ ἐθνικὸν αὐτῆϲ Ϲαμαρεύϲ εἶπε καὶ τὴν πρώτην ϲυλλαβὴν ἐμήκυνεν, ὁ δ’ Ἄντίοχοϲ Ϲαμαρείτηϲ.

Ϲέϲτιον πόλιϲ ἐν μεϲογείᾳ Ϲίνωτρῶν. τὸ ἐθνικὸν Ϲεϲτιεύϲ, ὡϲ τὰ εἰϲ ον οὐδέτερα.

Ϲκόλιϲ Ἀχαῖαϲ πόλιϲ. ὁ πολίτηϲ Ϲκολιεύϲ ὡϲ Ῥιανὸϲ ἐν τετάρτῳ Ἀχαικῶν.

Ϲύμαιθα πόλιϲ Θετταλίαϲ. ὁ πολίτηϲ Ϲυμαιθεύϲ, ὡϲ Θεόπομποϲ Φιλιππικῶν εἰκοϲτῷ δευτέρῳ.

Ϲχοῖνοϲ χώρα τῆϲ Θηβαικῆϲ, καὶ Ϲχοινεύϲ ποταμὸϲ ἀπὸ Ϲχοινέωϲ τοῦ Ἀθάμαντοϲ. Τρύφων ἐν τῷ περὶ παρωνύμων ὦδέ φηϲι «κτὰ εἰϲ ὲυϲ λήγοντα παρώνυμα οὐδέποτε τῆϲ γενικῆϲ τοῦ πρωτοτύπου μιᾷ πλεονάζει. ὁ γοῦν Φωκαεύϲ οὐ παρὰ τὸν Φῶκον γέγονε, παρὰ μέντοι τὴν Φώκαιαν, καὶ ὁ παρὰ Καλλιμάχῳ Ἐλλοπιεύϲ παρὰ τὴν λλοπίαν, οὐ παρὰ τὸν Ἔλλοπα. ὁ δὲ παραρρέων τὸν Ϲχοῖνον ποταμὸϲ Ϲχοινεύϲ καλεῖται ἤτοι παρὰ τοὺϲ ϲχοίνουϲ ἢ παρὰ τὸν Ϲχοινέα τὸν τῆϲ Ἀταλάντηϲ πατέρα». ὁ πολίτηϲ μέντοι Ϲχοινεύϲ (ὁ γὰρ ποταμὸϲ καὶ ὁ οἰκιϲτὴϲ Ϲχοινεύϲ) ὡϲ Ταρϲοῦ Ταρϲεύϲ.