Περὶ παρωνύμων

Aelius Herodianus

Aelius Herodianus, Περὶ παρωνύμων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

Δοκίμειον πόλιϲ Φρυγίων. τὸ ἐθνικὸν Δοκιμεύϲ κατὰ τέχνην, κατὰ δὲ τὴν ϲυνήθειαν Δ οκιμηνόϲ.

Δουλίχιον μία τῶν Ἐχινάδων νήϲων. ὁ πολίτηϲ Δουλιχιεύϲ καὶ Δουλιχιώτηϲ ἀπὸ τοῦ Δουλιχίη κατὰ τροπὴν καὶ Δουλιχιήτηϲ.

Δυϲπόντιον πόλιϲ Πιϲαίαϲ. μέμνηται δ’ αὐτῆϲ καὶ Τρύφων ἐν παρωνύμοιϲ γράφων οὕτωϲ τὸ ἐθνικὸν «κοἱ δὲ Δυϲποντεῖϲ οὐ παρὰ τὴν πόλιν Δυϲπόντιον καλοῦνται (ἐλέγοντο γὰρ Δυϲποντιεῖϲ), παρὰ δὲ τὸν Πλοποϲ υἱὸν Δύϲποντον ».

Δώτιον πόλιϲ Θεϲϲαλίαϲ. ὁ πολίτηϲ Δωτιεύϲ. Ϲοφοκλῆϲ αριϲαίοιϲ «καί μοι τρίτον ῥίπτοντι Δωτιεὺϲ ἀνὴρ ἀγχοῦ προϲῆψεν Ἔλατοϲ ἐν διϲκήματι». καὶ ἐν Λημνίαιϲ προτέραιϲ « «Φερητίδηϲ τ’ Ἄδμητοϲ ἠδ’ ὁ Δωτιεὺϲ Λαπίθηϲ Κόρωνοϲ».

Ἑλευθεραί πόλιϲ Βοιωτίαϲ. ὁ πολίτηϲ Ἐλευθερεύϲ ἢ λευθεραῖοϲ, ὡϲ Ἡρακλείδηϲ.

Ἐρύθεια νῆϲοϲ. ὁ νηϲιώτηϲ Ἐρυθεύϲ ὡϲ Μαντινεύϲ ἢ Ἐρυθεί ἢ κατὰ περίφραϲιν ὁ κατοικῶν τὴν Ἐρύθειαν.

Ἑϲτίαια πόλιϲ Εὐβοίαϲ. τὸ ἐθνικὸν ϲτιαιεύϲ. λέγεται καὶ τριϲυλλάβωϲ. ἔϲτι καὶ ἄλλη Ἀκαρνανίαϲ. ὁ πολίτηϲ Ἑϲτιαιεύϲ καὶ Ἑϲτιαιώτηϲ.

Εὔβοια. τὸ ἐθνικὸν Εὐβοιεύϲ καὶ Εὐβοεύϲ χωρὶϲ τοῦ ῑ, καίτοι τὰ ἀπὸ τῶν εἰϲ α παραγόμενα εἰϲ ευϲ φυλάττει τὴν παραλήγουϲαν· διὸ καὶ τὸ Ἀλεξάνδρεια οὐ προυπάρχει τοῦ Ἀλεξανδρεύϲ, ἔδει γὰρ Ἀλεξᾶνδρειεύϲ, ἀλλ’ ἀπὸ τοῦ Ἀλέξανδροϲ, ὡϲ Ταρϲόϲ Ταρϲεύϲ.

Εὐκάρπεια δῆμοϲ τῆϲ μικρᾶϲ Φρυγίαϲ. ἔϲτι καὶ Εὐκαρπία φρούριον Ϲικελίαϲ. τὸ ἐθνικὸν Εὐκαρπεύϲ. δυνατὸν δὲ τὸ τῆϲ Ϲικελίαϲ εὐκαρπιανόϲ καὶ Εὐκαρπιάτηϲ καὶ Εὐκαρπίτηϲ.

Εὐπατρία πόλιϲ Λυδῶν. οἱ πολῖται Εὐπατρίδαι, μᾶλλον δὲ εὐπατρεῖϲ. Ξάνθοϲ ἐν γ’ Λυδιακῶν.

Εὔρωμοϲ πόλιϲ Καρίαϲ. τὸ ἐθνικὸν Εὐρωμεύϲ. Ἀπολλώνιοϲ ἑπτακαιδεκάτῳ Καρικῶν.

Zοίτειον πόλιϲ Ἀρκαδίαϲ. τὸ ἐθνικὸν παρὰ τὸ Zοίτειον Zοιτειεύϲ,  παρὰ δὲ τὴν ζοίτειαν Ζοιτεύϲ.

Ἠλακαταῖον ὄροϲ Θεϲϲαλίαϲ. τὸ ἐθνικὸν Ἡλακαταιεὺϲ Ζεύϲ. καὶ Ἡλακατεύϲ.

Θύμβραρ πόλιϲ Ἀϲίαϲ. τὸ ἐθνικὸν Θυμβραρεύϲ ἔδει. Ξενοφῶν δὲ (Cyrop. VI 2, 11) Θϲωβραραῖόϲ φηϲι.

Θύριον Ἀκαρνανίαϲ. τὸ ἐθνικὸν Θυριεύϲ ὡϲ Ϲουνιεύϲ. Ἀνδροτίων  δὲ Θύριόϲ φηϲι.

[*](1. 2 ἢ Δεραιάτηϲ addit Mein. 1. 41 Θόριοϲ pro Θούριοϲ Mein.)
894

Ἴλιον πόλιϲ Τρῳάδοϲ. τὸ ἐθνικὸν Ἰλιεύϲ «Ἰcλιεὺϲ ὁ Ἀπόλλων ἐν Τροίᾳ ».

Ἱϲτίαια πόλιϲ ὐβοίαϲ. ὁ πολίτηϲ Ἱϲτιαιεύϲ. Ἕφοροϲ δὲ τὸ ἐθικὸν Ἑϲτιαῖόϲ φηϲι. καὶ ϲτιώτηϲ ὁ τῆϲ Θεϲϲαλικῆϲ.

Καλλίαι πόλιϲ Ἀρκαδίαϲ. ὁ πολίτηϲ Καλλιεύϲ, ὡϲ Παυϲανίαϲ.

Κάλυνδα πόλιϲ Καρίαϲ. τὸ ἐθνικὸν Καλυνδεύϲ. Ἡρόδοτοϲ ὀγδόῃ (c. 87).

Καρίϲ καὶ Καρίδεϲ πόλιϲ Φρυγίαϲ. τὸ ἐθνικὸν Καριδεύϲ ὡϲ Ἀρκαδεύϲ, τὸ ἀπὸ τῆϲ τέχνηϲ Καρίτηϲ.