Περὶ παρωνύμων

Aelius Herodianus

Aelius Herodianus, Περὶ παρωνύμων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

Ἀρκεϲίνη μία τῶν τριῶν πόλεων τῶν ἐν Ἀμοργῷ τῇ νήϲῳ. τὸ ἐθνικὸν Ἀρκεϲινεύϲ. Ἀνδροτίων ἕκτῃ Ἀτθίδοϲ «Ἀλμοργίοιϲ λινωίταιϲ καὶ Ἀρκεϲινεῦϲιν ».

[*](1. 4 Mein. suspicatur παρὰ τὸ Ἡρακλειώτηϲ, fort. ὧϲ Ἡράκλεια Ἡρακλειώτηϲ 1. 21 Ἀμυρίουϲ pro Ἀμύρουϲ Mein.)
892

Ἅρμα πόλιϲ Βοιωτίαϲ. τὸ ἐθνικὸν Ἀρματεύϲ. ἔϲτι καὶ Ἅρματα πόλιϲ πληθυντικῶϲ Ἰνδικῆϲ. ἐθνικὸν τὸ αὐτὸ ἢ διὰ τὸ τῆϲ χώραϲ ἔθοϲ Ἀρματηνόϲ ἢ Ἁρματίτηϲ.

Ἄρωμα πόλιϲ Αἰθιόπων. ὁ πολίτηϲ Ἀρωμεύϲ. ἔϲτι καὶ Ἀρόματα κατοικία Λυδίαϲ. Ϲτράβων (XIV p. 650) ὄριϲτοϲ Μεϲωγίτηϲ οἶνοϲ ὁ Ἀροματεύϲ ».

Βοίβη πόλιϲ Θεϲϲαλίαϲ. τὸ ἐθνικὸν Βοιβεύϲ. εἰ δὲ καὶ Βοιβαῖοϲ, οὐ κωλύει.

Βολογεϲϲιάϲ πόλιϲ πρὸϲ τῷ Εὐφράτῃ. τὸ ἐθνικὸν ὤφειλε Βολογεϲϲιεύϲ ὡϲ Ἀφροδιϲιεύϲ, ἀλλ’ ἀνοίκειοϲ ὁ τύποϲ τῇ χώρᾳ. λεκτέον οὖν Βολογεϲϲιηνόϲ.

Βολογεϲίφορα πόλιϲ Περϲική. τὸ ἐθνικὸν τύπῳ Περϲῶν Βολογεϲιφορηνόϲ. λεκτέον δὲ Βολεγεϲιφορεύϲ.

Βοὸϲ Κεφαλαί. οἱ κατοικοῦντεϲ Βουκεφαλεῖϲ, ἐπειδὴ ὁ δημότηϲ Κεφαλεύϲ τοῦ Κεφαλή.

Βουπράϲιον πόλιϲ Ἤλιδοϲ. τὸ ἐθνικὸν Βουπραϲιεύϲ καὶ Βουπράϲιοϲ ἀπὸ Βουπραϲίου τοῦ ἄρξαντοϲ αὐτῶν καὶ Βουπραϲίωνεϲ ὡϲ Καδμείωνεϲ.

Βωμοί λόφοι Αἰτωλίαϲ. οἱ κατοικοῦντεϲ Βωμιῆϲ. Θουκυδίδηϲ τρίτῃ (c. 96) «Βωμιῆϲ καὶ Καλλιῆϲ ἐπεβοήθηϲαν ». ἀλλ’ ἔϲτιν ἀπὸ τοῦ Βώμιοϲ ὡϲ ἀπὸ τοῦ λήϲιοϲ Χηϲιεύϲ.

Γάδειρα καὶ ἡ Γάδειροϲ. ὁ πολίτχ Γαδειρεύϲ. λέγεται καὶ Γαδειρίτηϲ, ὡϲ Ἀλέξανδροϲ ὁ πολυῖϲτωρ. λέγεται καὶ Γαδειραῖοϲ ὡϲ ἀπὸ τῆϲ ἡ Γάδειρα εὐθείαϲ καὶ Γαδειρανοί.

Γάμαλα κατοικία Ϲυρίαϲ. ὁ οἰκήτωρ Γαμαλεύϲ. Ἰώϲηποϲ ἐν τετάρτῳ τῆϲ Ἰουδαικῆϲ ἀρχαιολογίαϲ.

Γάμβρειον πόλιϲ Ἰωνίαϲ. τὸ ἐθνικὸν Γαμβρειεύϲ ὡϲ Ϲιγειεύϲ. γράφεται δὲ διὰ διφθόγγου, ὡϲ δηλοῖ τὸ Γαμβρήϊον.

Γεράνεια πόλιϲ Φρυγίαϲ. τὸ ἐθνικὸν Γερανεύϲ ἢ Γερανειάτηϲ τῷ τύπῳ τῆϲ χώραϲ.

Γερηνία πόλιϲ Μεϲϲηνίαϲ. ἐκ τῆϲ εὐθείαϲ τῆϲ ἡΓέρηνοϲ τὸ Γερηνεύϲ ὡϲ Ἄλοϲ Ἀλεόϲ καὶ ἐξ αὐτοῦ Γερήνιοϲ.

Γλαυκία πολίχνιον Ἰωνίαϲ. τὸ ἐθνικὸν  Γλαυκιεύϲ καὶ Γλαυκιώτηϲ. βέλτιον δὲ Γλαύκιοϲ ὡϲ τῆϲ Πλακίαϲ Πλάκιοϲ.

Γορδίειον πόλιϲ Φρυγίαϲ. τὸ ἐθνικὸν Γορδιεύϲ ὡϲ Κοτιάειον Κοτιαεύϲ, Δορυλάειον Δορυλαεύϲ. ἐχρῆν δ’ ἰϲοϲύλλαβον. ἀλλὰ τὰ παρὰ τοῖϲ Φρυξὶ ϲημειώδη.

Γρῦνοι πολίχνιον λυριναίων. τὸ ἐθνικὸν Γρυνεύϲ. λέγεται καὶ. «Γρύνειοϲ Ἀπόλλων» ὡϲ Παρθένιοϲ Δήλῳ, καὶ Γρυνήῖοϲ.

Δαρίειον πόλιϲ τῆϲ Φρυγίαϲ. τὸ ἐθνικὸν τῷ λόγῳ τῶν Φρυγίων παρὰ μίαν ϲυλλαβὴν (sc. ἐνδεῖ τοῦ πρωτοτύπου) Δαριεύϲ ὡϲ Κοτιάειον Κοτιαεύϲ, ἢ τῷ λόγῳ τοῦ Ῥοίτειον καὶ Ϲίγειον Δαριειεύϲ.

893

Δέραια πόλιϲ Ἀρκαδίαϲ. τὸ ἐθνικὸν Δεραιεύϲ ὡϲ Ἡραιεύϲ ἢ Δεραιάτηϲ. Ἀρκαδίαϲ γὰρ ἀμφότερα.

Διοβούλιον, πολίχνιον πληϲίον τοῦ Πόντου. τὸ ἐθνικὸν Διοβουλιεύϲ, ὡϲ τὰ τῶν Φρυγίων πόλεων ἐθνικά.