Περὶ παρωνύμων

Aelius Herodianus

Aelius Herodianus, Περὶ παρωνύμων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

Ἄθυμβρα πόλιϲ Καρίαϲ. τὸ ἐθνικὸν Ἀθυμβρεύϲ τῷ λόγῳ τῶν Καρικῶν.

Αἰγείρουϲα πόλιϲ τῆϲ Μεγαρίδοϲ. λέγεται καὶ Αἴγειροϲ. τὸ ἐθνικὸν Αλἰγειρεύϲ ὡϲ τῆϲ Φιλίππου Φιλιππεύϲ, Ταρϲοῦ Ταρϲεύϲ. τῆϲ δὲ Αἰγειρούϲηϲ Αἰγειρουϲαῖοϲ ὡϲ Ϲκοτουϲαῖοϲ ἢ Αἰγειρούϲιοϲ ὡϲ Πιτυούϲιοϲ.

Αἴγιον πόλιϲ Ἀχαῖαϲ. ὁ πολίτηϲ Αἰγιεύϲ, ὡϲ ὁ χρηϲμόϲ « ὑμεῖϲ δ’ Αἰγιέεϲ οὔτε τρίτοι οὕτε τέταρτοι».

Αἰγόϲθενα πόλιϲ Μεγαρίδοϲ, οὐδετέρωϲ. τὸ ἐθνικὸν ὤφειλεν Αιγοϲθενεύϲ ὡϲ λεγαρεύϲ. Πολύβιοϲ δὲ Αἰγοϲθενίτην φηϲὶν ὡϲ Γάβαλα Γαβαλίτηϲ.

Αθαια πόλιϲ Λακωνικῆϲ. τὸ ἐθνικὸν Αἰθαιεύϲ, Θουκυδίδηϲ πρώτῃ (c. 101).

Αἰλία. παρὰ μίαν ϲυλλαβὴν εὑρίϲκεται τὰ τοιαῦτα, τῆϲ Ἀντιοχείαϲ τὸ Ἀντιοχεύϲ. ἀλλ’ οὐδ’ ἀπὸ τούτων γίνεται τὰ εἰϲ ευϲ ἀρϲενικά, ἀλλὰ ἀπὸ τῶν εἰϲ οϲ. ἀπὸ γὰρ τοῦ Ἀντίοχοϲ Ἀντιοχεύϲκαὶ τοῦ Ϲέλευκοϲ Ϲελευκεύϲ, ὡϲ Ἄβρων ἐν τῷ περὶ παρωνύμων. εἰ γὰρ παρὰ τὴν Ἀλεξάνδρειαν ἦν, Ἀλεξανδρειεύϲ ἄν ἦν. ἀμφοῖν δ’ ὁ Ἀλέξανδροϲ ἀρχή. Αἴνεια τόποϲ Θράκηϲ ἀπὸ Αἰνείου. τὸ ἐθνικὸν Αλἰνειεύϲ. ὃ καὶ παράϲημόν ἐϲτιν, ὅτι μὴ ἐνδεῖ μιᾷ ϲυλλαβῇ τοῦ πρωτοτύπου. ἔϲτι καὶ. Αἰνεάτηϲ ὡϲ Κόρϲεια Κορϲεάτηϲ, Πδρεια δρεάτηϲ, ζρνειαί Ὀρνεάτηϲ, εγχρεαί Κεγχρεάτηϲ, τοῦ ῑ ϲιγηθέντοϲ. ἔϲτι καὶ πόλιϲ Τυρρηνίαϲ, ἧϲ οἱ οἰκήτορεϲ Αἰνεῖοι.

Αἰραί πόλιϲ Ἰωνίαϲ. τὸ ἐθνικὸν Αλἰρεύϲ. ἔϲτι καὶ Μακεδονίαϲ. τὸ ἐθνικὸν Αἰραῖοϲ. ἔϲτι καὶ παρ’ Ἑλληϲπόντῳ, ἧϲ τὸ ἐθνικὸν Αιράτηϲ παρ’ Ἀνδροτίωνι ἐν κτη Ἀτθίδοϲ.

Ἁλοί Ἀραφηνίδεϲ καὶ Ἁλοὶ Αἰξωνίδεϲ δῆμοι. ἑκατέρου ὁ δημότηϲ ἄνευ τοῦ ῖ Ἁλαεύϲ. Τρύφων δ’ ἐν παρωνύμοιϲ Ἀλαῖοϲ τριϲυλλάβωϲ καὶ Ἁλαιαῖοϲ τετραϲυλλάβωϲ. ἀπὸ δὲ τοῦ Ἀλαῖοϲ λέγεται Ἁλλαιεύϲ ὡϲ Ληναῖοϲ Ληναιεύϲ, Κρηταῖοϲ Κρηταιεύϲ. ἀλλ’ ἐν τοῖϲ ἑξῆϲ κατ’ ἔθοϲ Ἀττικὸν ἐνδεῖν φηϲι τοῦ ῑ.

Ἀλεξάνδρεια. τὸ ἐθνικὸν Ἀλεξανδρεύϲ ἐκ τῆϲ Ἀλεξάνδρουγενικῆϲ. [*](1. 7 τὰ πολλὰ ins. Mein. 1. 23 supplendum ἐνδέοντα τοῦ πρωτοτύπου; cf. infra p.892. 41. 1. 31 Mein. Κεγχρειαί.)

891
τὸ θηλυκὸν ὡϲ ἀπὸ τοῦ Ϲινωπεύϲ Ϲινωπίϲ οὕτωϲ ἀπὸ τοῦ Ἀλεξανδρεύϲ Ἀλεξανδρίϲ. Δίδυμοϲ δὲ παρατίθεται χρῆϲιν ἐξ Ἐρατοϲθένουϲ τοῦ Ἀλεξανδρίτηϲ. Φαβωρῖνοϲ δὲ ἐν τῷ περὶ Κυρηναικῆϲ πόλεωϲ Ἀλεξανδρειώτην φηεὶ παρὰ τὴν --- Ἀλεξανδρειανόϲ ὡϲ λύρλεια Μυρλειανόϲ, Ἡράκλεια Ἡρακλειανόϲ. λέγεται καὶ Ἀλεξάνδρειοϲ κτητικόν. Nικάνωρ δὲ ὁ Ἑρμείου ἐν τῇ περὶ Ἀλεξανδρείαϲ πρώτῃ ταῦτα πάντα κυροῖ, καὶ τὸ Ἀλεξανδρῖνοϲ καὶ τὸ Ἀλεξανδρίνηϲ, οὐ μέντοι τὸ Ἀλεξανδρεώτηϲ.

Ἁλικαρναϲϲόϲ. ὁ πολίτηϲ Ἁλικαρναϲϲεύϲ ὡϲ Ἀψυρτεύϲ, Ἀνδροτίων δ’ ἐν τρίτῃ Ἀτθίδοϲ Ἀλικαρνάϲϲιόϲ φηϲι.

Ἄλοϲ πόλιϲ Ἀχαῖαϲ. τὸ ἐθνικὸν Ἀλεόϲ, Ϲοφοκλῆϲ δὲ Ἄλούϲιὸϲ, τινὲϲ δὲ τῶν γλωϲϲογράφων Ἁλίουϲ.

Ἀμαξιτόϲ πολίχνιον τῆϲ Τρωάδοϲ. τὸ ἐθνικὸν Ἀμαξιτεύϲ. Ἀπολλόδωροϲ δὲ ἐν χρονικῶν τρίτῃ Ἀμαξιτηνούϲ φηϲιν.

Ἀμβρακία πόλιϲ Θεϲπρωτίαϲ. τὸ ἐθνικὸν Ἀμβρακιεύϲ καὶ Ἀμβρακιώτηϲ. Φίλιϲτοϲ δὲ Ἀμβρακῖνόϲ φηϲι Ϲικελικῷ τύπῳ. εὕρηται καὶ διὰ τοῦ π ἀντὶ τοῦ β, ὅθεν καὶ τὸ Ἀμπρακιώτηϲ. τὰ γὰρ εἰϲ ια θηλυκὰ καὶ εἰϲ ιον οὐδέτερα διὰ τοῦ ύίηϲ ποιεῖ τὰ ἐθνικά, Ϲικελιώτηϲ, Πηλιώτηϲ. λέγεται καὶ Ἀμβράκιοϲ καὶ Ἀμβρακία γυνή.

Ἄμυροϲ πόλιϲ Θεϲϲαλίαϲ. τὸ ἐθνικὸν Ἀμυρεύϲ ὡϲ Κάμειροϲ Καμειρεύϲ. Εὔπολιϲ δὲ Ἀμυρίουϲ αὐτοὺϲ λέγει. ἐκ τούτου καὶ Ἀλμυραῖοι λέγονται.

Ἄμφεια πόλιϲ Μεϲϲήνηϲ. τὸ ἐθνικὸν Ἀμφεύϲ. καὶ ὁ τύποϲ γὰρ Ἀρκάϲ, ὡϲ τὸ Ἡραιεύϲ.

Ἀμφιτροπή δῆμοϲ. ὁ δημότηϲ Ἀμφιτροπαιεύϲ. δοκεῖ δὲ τὸ Ἀμφιτροπαιεύϲ ἐξ ἄλλου εἶναι, τοῦ Ἀμφιτροπαῖοϲ. τὰ γὰρ εἰϲ ευϲ ἀπὸ τῶν εἰϲ ῆ θηλυκῶν ἰϲοϲυλλαβεῖ τοῖϲ πρωτοτύποιϲ, Ϲινώπη Ϲινωπεύϲ.

Ἀνδανία πόλιϲ Μεϲϲήνηϲ. τὸ ἐθνικὸν Ἀνδανιεύϲ ὡϲ Φίλων ἐν τῇ περὶ πόλεων. λέγεται δὲ καὶ Ἀνδάνιοϲ, ὡϲ Ῥιανόϲ.

Ἀξία πόλιϲ Λοκρῶν τῶν Ὀζολῶν καὶ Ἰταλίαϲ. τὸ ἐθνικὸν τῆϲ Λοκρίδοϲ Ἀξιεύϲ, τῆϲ δ’ ταλικῆϲ Ἀξιάτηϲ διὰ τὸν δυτικὸν χαρακτῆρα.

Ἀπολλωνία. τὸ ἐθνικὸν Ἀπολλωνιάτηϲ. Τρύφων ἐν τῷ περὶ παρωνύμων τὸ ἐθνικὸν εἶπεν Ἀπολλωνιεύϲ. ἀλλ’ οὐκ ἔϲτιν ἐκ τῆϲ πόλεωϲ, ἀλλ’ ἐκ τοῦ Ἀπολλώνιον ὡϲ Δουλίχιον Δουλιχιεύϲ.

Ἄρειον πεδίον ἐν Ῥώμῃ. τὸ ἐθνικὸν ἔδει Ἀρειοπεδιεύϲ, ἀλλ’ οὐχ ἁρμόζει Ῥωμαίοιϲ ὁ τύποϲ. ἔϲται οὖν τοῦ πεδίον πεδῖνοϲ ἢ πεδιανόϲ καὶ Ἀρειοπεδῖνοϲ ἢ Ἀρειοπεδιανόϲ.