Περὶ παρωνύμων

Aelius Herodianus

Aelius Herodianus, Περὶ παρωνύμων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

Ἀπέννιον ὄροϲ. τὸ ἐθνικὸν Ἀπεννῖνοϲ ὡϲ Ῥηγῖνοϲ, ὃ παρὰ Πειϲάνδρῳ κεῖται ιγ΄.

Ἐρβηϲϲόϲ πόλιϲ Ϲικελίαϲ. τὸ ἐθνικὸν Ἐρβηϲϲῖνοϲ. Φδίλιϲτοϲ Ϲικελικῶν β΄.

Ἴνυκον πόλιϲ Ϲικελίαϲ. Ἰνυκῖνοϲ οἶνοϲ. ἴδιοϲ γὰρ ὁ τύποϲ τῶν Ϲικελῶν.

Κανύϲιον πόλιϲ Ἰταλίαϲ. τὸ ἐθνικὸν Κανυϲῖνοϲ ἢ Κανυϲίτηϲ.

Καύδιον πόλιϲ Ἰταλίαϲ. τὸ ἐθνικὸν Καυδῖνοϲ, ὡϲ Διονύϲιόϲ φηϲι.

Κυρτώνιοϲ πόλιϲ Ἰταλίαϲ. τὸ ἐθνικὸν τῷ τῆϲ χώραϲ ἔθει Κυρτω νῖνοϲ ὡϲ Ϲατορνῖνοϲ.

Μυτιϲέρατοϲ φρούριον Ϲικελίαϲ. τὸ ἐθνικὸν Μυτιϲερατῖνοϲ ὡϲ Φίλιϲτοϲ.

Νέπετοϲ πόλιϲ Ἰταλίαϲ. τὸ ἐθνικὸν Nεπεϲῖνοϲ. ἡ τροπὴ δὲ τοῦ τ εἰϲ ϲ ἰδιάζουϲα καὶ ϲεϲημείωται.

889

ΤΠολλεντόϲ ἢ Πολλέντιον. τὸ ἐθνικὸν Πολλεντῖνοϲ. τὰ γὰρ τούτων ἐθνικὰ τύπον ἕνα διὰ τοῦ ινοϲ ἔχουϲιν ὡϲ Ῥηγῖνοϲ Ϲωρεντῖνοϲ.

Τερβητία πόλιϲ Ϲικελίαϲ. οἱ πολῖται Τερβητῖνοι ὡϲ Πλακεντῖνοι ἀπὸ Πλακεντίαϲ. Φλέγων ἐν Ὀλυμπιάδων ιέ.

Τίβυριϲ πόλιϲ Ἰταλίαϲ. λέγεται καὶ Τίβυρα. τὸ ἐθνικὸν Τιβυρτῖ νοϲ. Nικάνωρ δ’ ὁ Ἑρμείου Τίβουρα ταύτην καλεῖ καὶ τὸ ἐθνικὸν Τι βουρῖνον, ὃ καὶ ἀναλογώτερον «ἐν ᾖ Τιβουρῖνον τέμενοϲ».

Περὶ τῶν εἰϲ υνοϲ.

Μαριανδυνία. Μαριάνδυνοϲ βαρυτόνωϲ κατὰ τοὺϲ Αἰολεῖϲ.

Περὶ τῶν εἰϲ ευϲ.

Ἀβρότονον. τὸ ἐθνικὸν οὐκ ἔϲτιν ἐν χρήϲει, ἡ τέχνη δ’ ἐπινοεῖ ἐξ ὁμοιότητοϲ. ὡϲ γὰρ Ἄθμονον Ἀθμονεύϲ καὶ Γάργαρον Γαργαρεύϲ καὶ Ϲούνιον Ϲουνιεύϲ καὶ Ϲιγειεύϲ καὶ Ἰλιεύϲ καὶ Λευκωνιεύϲ καὶ Παντικαπαιεύϲ καὶ Δουλιχιεύϲ, οὕτωϲ Ἀβροτονεύϲ. ὁ δὲ τῶν οὐδετέρων τύποϲ ἔϲθ’ ὅτε τὸ ἐθνικὸν διὰ τοῦ ηνοϲ ἔχει, ὡϲ Πέργαμον Περγαμηvόϲ, εἰ μὴ ἀπὸ θηλυκοῦ τοῦ Πέργϲμοϲ ὡϲ Κύζικοϲ Κυζικηνόϲ. δυνατὸν δὲ καὶ ἐξ Ἀβροτόνου φάναι τὸ ἐθνικόν. πολλὰ γὰρ τοιαῦτα, μάλιϲτα ἐν τοῖϲ δήμοιϲ τῶν Ἀθηναίων, ὡϲ ἐξ Οἴου δημότηϲ καὶ ἐκ Κηδῶν.

Ἀγάθη νῆϲοϲ Λυκίαϲ. τὸ ἐθνικὸν ὤφειλεν Ἀγαθεύϲ. ἡ γὰρ χώρα τῷ εἰϲ ευϲ τύπῳ χαίρει, ὡϲ Παταρεύϲ, Τλωεύϲ, Τελμιϲεύϲ, Κρυεύϲ.

Ἀγάμμεια, λέγεται δὲ καὶ Ἀγάμμη. τὸ ἐθνικὸν Ἀγαμμεύϲ ὡϲ τῆϲ Μαντινείαϲ Μαντινεύϲ. λέγεται καὶ Μαντίνη κατὰ ϲυναλοιφὴν παρ’ Ἑκαταίῳ. καὶ Ἀγαμμείτηϲ ὡϲ Ζελείτηϲ. εἴρηται γὰρ ἡ Ζέλεια καὶ Ζέλη. ὥϲτε εἶναι τοῦ Ἀγάμμεια Ἀγαμμειάτηϲ ὡϲ τὸ Ζελειάτηϲ.

Ἀγορηϲόϲ πόλιϲ Καρίαϲ. τὸ ἐθνικὸν Ἀγορηϲεύϲ ὡϲ Τελμιϲεύϲ, Τυμνηϲόϲ Τυμνηϲεύϲ. δύναται καὶ Ἀγορήϲιοϲ ὡϲ Λυρνήϲιοϲ.

ἀγυιά. ὁ τοπίτηϲ ἀγυιεύϲ. λέγονται καὶ ὀβελίϲκοι θεοῖϲ ἀνειμένοι, ὡϲ Εὔπολιϲ. λέγεται δὲ κίων ἀγυιεύϲ εἰϲ ὀξὺ ἀπολήγων ὁ πρὸ τῶν θυρῶν ἱϲτάμενοϲ, Ἀριϲτοφάνηϲ Θεϲμοφοριαζούϲαιϲ (v. 482). καὶ ὁ Ἀπόλλων ἀγυιεύϲ καὶ ἀγυιάτηϲ. καὶ θηλυκὸν ἀγυιᾶτιϲ, ὡϲ καὶ τὰ προπύλαια  τοῦ ἀγυιέωϲ ἀγυιάτιδεϲ θεραπεῖαι λέγονται. τὸ τοπικὸν ἀγυιαῖοϲ. Ϲοφοκλῆϲ Ἑρμιόνῃ «ἀλλ’ ὦ πατρῴαϲ γῆϲ ἀγυιαίου πέδον». ἔϲτιν οὖν τὸ μὲν ἀγυιεύϲ ἀπὸ τοῦ ἀγυιά, ὡϲ Τρύφων φηϲὶν ἐν παρωνύμοιϲ «πᾶν εἰϲ α θηλυκὸν ἰϲοϲύλλαβον ἔχει τῇ εὐθείᾳ καὶ τῇ γενικῇ τὸ παρώνυμον, Μοψοπία Μοψοπιεύϲ, Ἐρετριεύϲ Φωκαιεύϲ Θεϲπιεύϲ». τὸ δὲ ἀγυιάτηϲ ὡϲ Κορώνεια Κορωνειάτηϲ, Καρυάτηϲ, Καυλωνειάτηϲ. τὸ δὲ ἀγυιαῖοϲ ὡϲ ἀρουραῖοϲ.

Ἄδανα Κίλιϲϲα πόλιϲ, οὐδετέρωϲ. ὁ πολίτηϲ Ἀδανεύϲ ὡϲ Γάργαρα Γαργαρεύϲ, Τύανα Τυανεύϲ. ἔϲτι καὶ ἑτέρα πόλιϲ Ἀραβίαϲ. ὁ ταύτηϲ πολίτηϲ οὐ δύναται Ἀδανεύϲ εἶναι. οὐ γὰρ ὁ τύποϲ Ἀράβων, [*](1. 2 Mein. mavult Ϲυῥῤεντῖνοϲ. l. 12 Mein. scribit Ἅθμονον.)

890
ἀλλὰ τῶν διὰ τοῦ α οὐδετέρων ὁ διὰ τοῦ ηνοϲ, Ζόαρα ζζοαρηνόϲ, Μήδαβα Μηδαβηνόϲ, Τάρφαρα Ταρφαρηνόϲ, Αὕαρα Αὐαρηνόϲ. οὕτωϲ καὶ Ἀδανηνόϲ. ἢ Ἀδανίτηϲ ὡϲ Ἀΐλανα Ἀιλανίτηϲ.

Ἀδράϲτεια μεταξὺ Πριάπου καὶ τοῦ Παρίου. τὸ ἐθνικὸν Ἀδρα- ϲτεύϲ. οἱ δὲ ἐπιχώριοι Ἀδραϲτηνόϲ ὡϲ Κυζικηνόϲ φαϲι.

Ἄδροττα οὐδετέρωϲ χωρίον ἐν Λυδίᾳ. οἱ οἰκήτορεϲ Ἀδροττεῖϲ. τῶν γὰρ εἰϲ α οὐδετέρων τὰ πολλὰ παρά τε τοῖϲ Λυδοῖϲκαὶ τὴν Καρίαν οἰκοῦϲι χαίρει τῇ εἰϲ ϲυϲ ἐπὶ τῶν ἐθνικῶν. δύναται καὶ Ἀδροττηνόϲ, καὶ γὰρ ὁ τύποϲ τῶν Ἀϲιανῶν. καὶ οὕτωϲ οἱ ἐπιχώριοι λέγουϲιν.