Περὶ παρωνύμων

Aelius Herodianus

Aelius Herodianus, Περὶ παρωνύμων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

Ϲκίδροϲ πόλιϲ Ἰταλίαϲ. τὸ ἐθνικὸν Ϲκιδρανόϲ, ὡϲ Λύκοϲ ἐν τῷ περὶ Ἀλξάνδρου.

[*](1. 19 legendum videtur «ἐπὶ Βρεττιανὴν . . » κατὰ τὸν ἐπιχώριον τύπον.)
886

Ταῦροϲ ὄροϲ. τὸ ἐθνικὸν Ταυριανόϲ πλεοναϲμῷ τοῦ ῑ ὡϲ Ζυγιανόϲ.

Τίνδιον πόλιϲ Λιβύηϲ. τὸ ἐθνικὸν Τινδανόϲ. ἐχρῆν δὲ Τινδιεύϲ ὡϲ Ϲουνιεύϲ. ἀλλὰ μᾶλλον ἀπὸ τοῦ Τίνδα Τινδανόϲ. τοῦ δὲ Τίνδα τὸ Τίνδιον.

Φερέντιον πόλιϲ Ϲαυνιτῶν. τὸ ἐθνικὸν Φερεντανόϲ. λέγεται καὶ. Φερέντιοι, ὡϲ Διονύϲιοϲ ιζ τῆϲ Ῥωμαϊκῆϲ ἀρχαιολογίαϲ.

Φοῦνδα πόλιϲ Ἰταλίαϲ. οἱ πολῖται Φουνδανοί, Διονύϲιοϲ πεν τεκαιδεκάτῳ Ῥωμαικῆϲ ἀρχαιολογίαϲ.

Φουρνίτα πόλιϲ Λιβύηϲ. οἱ οἰκήτορεϲ Φουρνιτανοί. Φλέγων ιε’ τῶν Ὀλυμπιάδων.

Φρέγελλα πόλιϲ Ἰταλίαϲ. τὸ ἐθνικὸν Φρεγελλανόϲ ὡϲ Διονύϲιοϲ ιϛ′ τῆϲ Ῥωμαϊκῆϲ ἀρχαιολογίαϲ καὶ ἄλλοι πλεῖϲτοι.

Φρεντανόν πόλιϲ Ἰταλίαϲ. τὸ ἐθνικὸν Φρεντανοί. Ϲτράβων πέμπτῃ (p. 241).

Ὠριϲία πόλιϲ Ἰβηρίαϲ. τὸ ἐθνικὸν Ὠριτανόϲ. Ἀρτεμίδωροϲ ἐν δευτέρῳ γεωγραφουμένων «ἀμφότεροι γὰρ κατοικοῦϲι τὴν παραλίαν καί τινα τῆϲ μεϲογείου, πρῶτον μὲν Ὠριτανοί, πόλειϲ δ’ ἐν αὐτοῖϲ εἰϲι μεγάλαι Ὀρϲία καὶ Καϲτάλων».

Ὠϲτία πόλιϲ Ἰταλίαϲ. τὸ ἐθνικὸν δύναται καὶ ϲτιανόϲ καὶὨϲτιάτηϲ. ϲυνήθηϲ γὰρ ὁ τύποϲ τοῖϲ Ἰταλοῖϲ. Φλέγων δ’ Ὠϲτίουϲ αὐτοὺϲ καλεῖ λέγων «κπαρέλαβε δὲ τὴν Ὠϲτίων πόλιν ».

Περὶ τῶν εἰϲ ηνοϲ.

Ἀβαϲηνοί ἔθνοϲ Ἀραβίαϲ. ὁ τύποϲ ὀξὺϲ καὶ ἐπιχώριοϲ τοῖϲ Ἄραψιν ὡϲ Μηδαβηνοί, Ὀβοδηνοί, Ἀδριηνοί, ἀλλὰ καὶ τοῖϲ Ἀϲιανοῖϲ ἅπαϲιν, ὡϲ Ἀπολλώνιοϲ ὁ τεχνικὸϲ ἐν τῷ περὶ παρωνύμων φηϲί δι’ ἔθουϲ εἰϲὶ ταῦτα τοῖϲ ἐπὶ τῆϲ Ἀϲίαϲ κατοικοῦϲιν, ἀλλότρια δὲ τῶν Εὐρωπαίων. οὐ γὰρ ἀπὸ πόλεωϲ ἢ δήμου κατὰ τοῦτον ὠνόμαϲται τὸν τύπον».

Ἀβρεττηνἤ χώρα Μυϲίαϲ. τὸ ἐθνικὸν Ἀβρεττηνόϲ, ὡϲ Ἀρριανόϲ φηϲιν.

Ἄβυδοϲ. Τένεδοϲ Τενέδιοϲ καὶ Τενεδεύϲ καὶ Λέβεδοϲ Λεβέδιοϲ. τοῦ δὲ Ἄβυδοϲ Ἀβυδηνόϲ. ἴϲωϲ διὰ τὸ πληϲιόχωρον, Κυζικηνόϲ κά τὰ ὅμοια.

Ἀγβάτανα. Ἀγβατανηνόϲ. τοῖϲ Πέρϲαιϲ γὰρ ϲυνήθηϲ ὁ τύποϲ. λέγουϲι γὰρ Καμβυϲηνούϲ, Παραιτακηνούϲ, Ϲωφηνούϲ· καθ’ Ἕλληναϲ δὲ Ἀγβατανεύϲ.

Ἀμιϲόϲ πόλιϲ ἐν Πόντῳ. τὸ ἐθνικὸν Ἀμιϲηνόϲ. λέγεται καὶ Ἀμίϲιοϲ, ὡϲ Φίλων ἐν τῷ περὶ πόλεων.

Ἀρτάκη πόλιϲ Φρυγίαϲ. τὸ ἐθνικὸν Ἀρτακηνόϲ. Ϲοφοκλῆϲ δὲ ἀπὸ τοῦ Ἀρτακεύϲ εἶπε «τί μέλλετ’ Αρτακῆϲ τε καὶ Περκώϲιοι;» καὶ Ἀρτάκιοϲ [*](1. 6 Φερέντιον pro Φερεντῖνοϲ Mein. 1. 16 Ὠρία Casaubonus.)

887
εἶπε Δημοϲθένηϲ ἐν ἐνάτῳ Βιθυνιακῶν «νάϲϲατο δ’ Ἀλρτακίοιϲιν ἐφέϲτιοϲ αἰγιαλοῖϲιν ».

Ἀρτεμίτα νῆϲοϲ Τυρρηνική. τὸ ἐθνικὸν Ἀρτεμιτηνόϲ. Ἀπολ λόδωροϲ δ’ Ἀρταμιτηνόϲ φηϲι διὰ τοῦ α. ἔϲτι καὶ πληϲίον τῶν Ὀξειῶν νήϲων νῆϲοϲ Ἀρτεμίτα. τὸ ἐθνικὸν τὸ αὐτό, ἢ Ἀρτεμιταῖοϲ διὰ τὸ τὸν τύπον τοῖϲ Πέρϲαιϲ ἀναλογεῖν.

Ἀϲτακόϲ πόλιϲ Βιθυνίαϲ. τὸ ἐθνικὸν Ἀϲτακηνόϲ ὡϲ Ῥυνδακηνόϲ Πριαπηνόϲ καὶ Ἀϲτάκιοϲ καὶ Ἀϲτακία, ἀφ’ οὗ Ἀϲτακιεύϲ ὡϲ Οἰχαλία Οἰχαλιεύϲ καὶ Ἀϲτακιήτηϲ.

Βάργαϲα πόλιϲ Καρίαϲ. τὸ ἐθνικὸν Βαργαϲηνόϲ, ὡϲ Ἀπολλώνιοϲ Καρικῶν ἑκκαιδεκάτῳ, ὡϲ Ἔδεϲϲα Ἐδεϲϲηνόϲ, Γεραϲηνόϲ, Ἐμεϲηνόϲ.

Βόρϲιππα πόλιϲ Χαλδαίων. οἱ πολῖται Βορϲιππηνοί. Ἀρριανὸϲ δὲ Βορϲιππεῖϲ αὐτούϲ φηϲιν.