Περὶ παρωνύμων

Aelius Herodianus

Aelius Herodianus, Περὶ παρωνύμων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

Ἀντιόχεια. τὸ ἐθνικὸν Ἀντιοχεύϲ καὶ Ἀντιόχειοϲ.

Ἄργοϲ. τὸ ἐθνικὸν Ἀλργεῖοϲ. λέγεται καὶ Ἀργόλαϲ. καὶ Ἀρ γείωνyϲ λέγονται ὡϲ Καδμείωνεϲ καὶ Ἀργειώνη ὡϲ Ἀντίμαχοϲ, καὶ Ἀργειώτηϲ παρὰ τὸ Ἀργεῖοϲ καὶ Ἀργειῶτιϲ τὸ θηλυκόν.

Ἀρεία κρήνη ἐν Θήβαιϲ καὶ τόποϲ ὃν οἱ κατοικοῦντεϲ Ἄρειοι καλοῦνται. καί ἐϲτιν ἀπὸ δύο ἓν ἐθνικόν, ὡϲ τοῦ Μόψου ἑϲτία λοψεάτηϲ καὶ τῆϲ μητρὸϲ τῶν θεῶν τὸ μητρῷον.

Ἄρεοϲ νῆϲοϲ. τὸ ἐθνικὸν Ἄρειοϲ ἐξ ἑνὸϲ τῶν δυοῖν παρηγμένον.

Ἕρμοϲ δῆμοϲ. ὁ δημότηϲ Ἕρμειοϲ.

Ἠετιώνεια ἡ ἑτέρα τοῦ Πειραιέωϲ ἄκρα. τὸ ἐθνικὸν Ἠετιώνειοϲ.

Ηλιϲ. ὁ πολίτηϲ ἀπὸ τῆϲ Ἤλιδοϲ γενικῆϲ ἀναλόγωϲ λίθειοϲ ὡϲ Ἀδωνίδειοϲ καὶ Εὐπολίδειοϲ κτητικῷ τύπῳ καὶ καθ’ ὕφεϲιν τοῦ δ Ἠλίειοϲ καὶ Ἠλεῖοϲ. ἀφ’ οὗ «. Ἀλεῖοϲ ὁ Ζεόϲ » (Callim. fr. 99). Τρύφων δέ φηϲιν ὅτι Ἠλίεοϲ καὶ Ἠλέϊοϲ καὶ Ἠλεῖοϲ. Ὅμηροϲ δ’ ἐπειοὺϲ αὐτούϲ φηϲι.

Ἠτιϲ δῆμοϲ Λακωνικῆϲ καὶ τῆϲ Κρήτηϲ πόλιϲ, ὅθεν ἦν λύϲων εἷϲ τῶν ἑπτὰ ϲοφῶν, οὗ μέμνηται Πλάτων ἐν τῷ Πρωταγόρᾳ (p. 343a) Χηνέα τοῦτον εἰπών. Δίδυμοϲ δὲ ϲυμποϲιακῶν δεκάτῳ Ἠτεῖον αὐτὸν καλεῖ.

Λυκόζεια πόλιϲ Θράκηϲ. τὸ ἐθνικὸν Λυκόζειοι, ὡϲ Πείϲανδροϲ τεϲϲαρεϲκαιδεκάτῃ.

Μηδία. τὸ ἐθνικὸν Μῆδοϲ ὁμοφώνωϲ τῷ πρωτοτύπῳ. καὶ Μήδειοι λέγονται.

Μοψοπία ἡ Ἀττική. ὁ πολίτηϲ Μο ψόπειοϲ διὰ διφθόγγου καὶ διὰ τοῦ ι. Ἡρακλείδηϲ δ’ ὁ Ποντικὸϲ ἐν α Λέϲχῃ Μοψοπίτηϲ φηϲί, καὶ ἔδει Μοψοπιώτηϲ. ἴϲωϲ δὲ καθ’ ὕφεϲιν τοῦ ω.

Νεμέα χώρα τῆϲ Ἀργολίδοϲ. τὸ ἐθνικὸν Νέμεοϲ καὶ Nεμεαῖοϲ. [*](1. 24 Mein. Ἠετιωνεύϲ?)

884
Ϲτράβων ὀγδόῃ (p. 37 7) καὶ Νεμέα λέγεται κα Nεμεήτηϲ ὁ Ζεύϲ καὶ Nεμεῆται. οἱ πολῖται τῆϲ Λοκρίδοϲ πόλεωϲ Νέμειοι.

γκειον χωρίον Ἀρκαδίαϲ. ὁ οἰκήτωρ Ὄγκειοϲ.

Ϲίγειον πόλιϲ Τρῳάδοϲ. ὁ πολίτηϲ Ϲιγειεύϲ. ἔϲτι καὶ ἄλλο ἐθικὸν Ϲίγειοϲ.

Περὶ τῶν εἰϲ υοϲ.

Δίρφυϲ ὄροϲ Εὐβοίαϲ. τὸ ἐθνικὸν Δίρφυοϲ καὶ Διρφύα ἡ Ἥρα τιμᾶται.

Περὶ τῶν εἰϲ ωοϲ.

Ἄθωϲ ὄροϲ. τὸ τοπικὸν Ἄθωοϲ χωρὶϲ τοῦ ῑ καὶ Ἀθώουϲ τοὺϲ ἐνοικοῦνταϲ, τὸ δὲ δηλοῦν τὸ ἀζήμιον προπεριϲπᾶται καὶ διὰ τοῦ ῑ ἐκ τῆϲ θῳῆϲ. ἔϲτι καὶ Ἄθωϲ πόλιϲ ἐπὶ τῷ Ἄθῳ. ὁ πολίτηϲ Ἀθωΐτηϲ.

Γέλα πόλιϲ Ϲικελίαϲ. τὸ ἐθνικὸν Γελῶοϲ, οὐ Γελοῖοϲ, ὡϲ Ἄβρων καὶ ἡ ϲυνήθεια. καὶ ἴϲωϲ ἀπὸ τοῦ γέλωϲ τὸ Γελῶοϲ.

ἐλβώ νῆϲοϲ. τὸ ἐθνικὸν Ἐλβῷοϲ ὡϲ Ϲαρδῷοϲ.

Ηρώ πόλιϲ Αἰγυπτία. ὁ πολίτηϲ Ἡρῷοϲ ὡϲ Κῷοϲ.

Κῶϲ. τῆϲ Κῶ μονοϲυλλάβου Κῷοϲ καὶ Κώϊοϲ ὡϲ Μινῷοϲ.