Περὶ παρωνύμων

Aelius Herodianus

Aelius Herodianus, Περὶ παρωνύμων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

Ἐπίδαμνοϲ πόλιϲ Ἰλλυρίαϲ. τὸ ἐθνικὸν Ἐπιδάμνιοϲ. εὕρηται παρὰ Παρθενίῳ καὶ διὰ διφθόγγου.

Ἐπίδαυροϲ πόλιϲ πρὸϲ τῷ Ἄργει. ὁ πολίτηϲ Ἐπιδαύριοϲ. καὶ Ἑπιδαυριώτηϲ φαϲίν.

Εὐρύαμποϲ πόλιϲ Μαγνηϲίαϲ. ὁ πολίτηϲ Εὐρυάμπιοϲ. Λυκόφρων (900) «Ἀμφρυϲίων ϲκηπτοῦχον Εὐρυάμπιον».

Εὐρυμέδων ποταμὸϲ Παμφυλίαϲ. τὸ ἐθνικὸν Εὐρυμεδόντιοϲ. ἀπὸ δὲ Εὐρυμηδοῦντοϲ Εὐρυμηδούντιοϲ.

Ἔφεϲοϲ. τὸ ἐθνικὸν Ἐφέϲιοϲ. εὕρηται καὶ Ἐφέϲεια διὰ διφθόγγου. οὕτω γὰρ ἐν Ἀλεξάνδρῳ Ϲοφοκλῆϲ. λέγεται καὶ Ἐφεϲίτηϲ, ὡϲ Ἄβρων φηϲί, καὶ Ἐφεϲεύϲ ὡϲ Ταρϲόϲ Ταρϲεύϲ, Ἁλικαρναϲϲόϲ Ἁλικαρναϲϲεύϲ.

Ζάρηξ πόλιϲ Λακωνική. τὸ ἐθνικὸν Ζαρήκιοϲ ἀπὸ τῆϲ γενικῆϲ ὡϲ Θρᾴκιοϲ.

Ἠϲϲόϲ πόλιϲ Λοκρίδοϲ. τὸ ἐθνικὸν Ἤϲϲιοϲ. Θουκυδίδηϲ τρίτῃ (101).

Θρόμβοϲ ἀκρωτήριον Μακεδονίαϲ. τὸ τοπικὸν Θραμβούϲιοϲ. ὁ γὰρ διὰ τοῦ ϲιοϲ τύποϲ δύο ϲυλλαβαῖϲ, εἰ μή τιϲ βραχεῖα παραγωγὴ γένοιτο, [*](1. 33 Εὐρυμηδοῦντοϲ scripsi pro Εὐρυμήδουϲ, quod apud Meinekium legitur.)

880
τοῦ πρωτοτύπου περιττεύει. ϲεϲημείωται τὸ Περκώϲιοϲ καὶ Κριθώϲιοϲ ἀπὸ τοῦ Περκώτη καὶ Κριθώτη.

Θριοῦϲ πόλιϲ Ἠλείαϲ. τὸ ἐθνικὸν Θριούντιοϲ καὶ Θριάϲιοϲ.

Ἰθάκη νῆϲοϲ. τὸ ἐθνικὸν Ἰθακήϲιοϲ καὶ « Ἴθακοϲ Οδυϲϲεύϲ» ὁμοφώνωϲ τῷ οἰκιϲτῇ.

Ἴκαροϲ νῆϲοϲ. ὁ πολίτηϲ Ἰκάριοϲ «πόντου Ἰκαρίοιο» (Β 145).

Ἰξίαι χωρίον τῆϲ Ῥόδου. Ἴξιοϲ Ἀπόλλων ὡϲ Ἀρτεμίδωροϲ δεκάτῳ γεωγραφουμένων.

Ἱϲτόϲ νῆϲοϲ Λιβύηϲ. τὸ ἐθνικὸν Ἵϲτιοϲ τῷ λόγῳ τῶν εἰϲ οϲ διϲυλλάβων ἐπὶ νήϲων Ἴμβριοϲ, Ἄνδριοϲ.

Καβελλιών πόλιϲ Μαϲϲαλίαϲ. τὸ ἐθνικὸν κατὰ τὸν ἐπιχώριον τύπον Καβελλιωνήϲιοϲ ὡϲ Ταρρακωνήϲιοϲ, κατὰ δὲ τὸν Ἑλληνικὸν Καβελλιωνίτηϲ ὡϲ Ταρρακωνίτηϲ.

Καοῦϲ κώμη Ἀρκαδίαϲ. ὁ πολίτηϲ Καούϲιοϲ. ἐκεῖ γὰρ οὕτωϲ Ἀϲκληπιὸϲ τιμᾶται Καούϲιοϲ, ὡϲ Παυϲανίαϲ ὀγδόῳ (25, 1).

Καρία. Κάρ. λέγεται καὶ Κάριοϲ καὶ Καριάτηϲ.

Κάρυϲτοϲ πόλιϲ Εὐβοίαϲ. τὸ ἐθνικὸν Καρύϲτιοϲ «έν ῷ τὸ λατόμιον τῶν Καρυϲτίων κιόνων ».

Κάϲτνιον ὄροϲ τῆϲ Παμφυλίαϲ. τὸ ἐθνικὸν Κάϲτνιοϲ καὶ Κάϲτνιον, ἐξ οὗ καὶ Καϲτνιήτηϲ. ἔδει δὲ Καϲτνιώτηϲ ὡϲ Πηλιώτηϲ.

Κόριον τόποϲ ἐν Κρήτῃ ἀπὸ κόρηϲ τινόϲ. ὁ πολίτηϲ Κορήϲιοϲ. καὶ Ἀθηνᾶϲ ἱερὸν Κορηϲίαϲ. ταῦτα δὲ ἀπὸ τοῦ κόρη γέγονεν. ἀπὸ δὲ τοῦ Κόριον τὸ ἀνάλογον Κοριεύϲ.

Κυτώνιον πόλιϲ μεταξὺ Μυϲίαϲ καὶ Λυδίαϲ. τὸ ἐθνικὸν ὅμοιον τῷ ἡγουμένῳ.