Περὶ παρωνύμων
Aelius Herodianus
Aelius Herodianus, Περὶ παρωνύμων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868
Βηρυτόϲ πόλιϲ Φοινίκηϲ. ὁ πολίτηϲ Βηρύτιοϲ ὡϲ Αἰζώτιοϲ Αἰγύπτιοϲ. ϲεϲημείωται τὸ Μιλήϲιοϲ ἐν τοῖϲ τοπικοῖϲ, ὅτι ἐτράπη ὡϲ τὸ Θεοδόϲιοϲ Ἀθανάϲιοϲ Ἀμβρόϲιοϲ. τὸ γὰρ θεόδοτοϲ καὶ ἀθάνατοϲ καὶ. ἄμβροτοϲ ϲύνθετα. τὸ δὲ χαρίϲιοϲ οὐ τοπικόν.
Βίεννοϲ πόλιϲ Κρήτηϲ. ὁ πολίτηϲ Βιέννιοϲ «οἱ δὲ τιμὰϲ ἀποπέμπειω τῷ τε μιλίῳ Διῒ καὶ Βιεννίῳ». ἔϲτι καὶ ἑτέρα πόλιϲ ἐν Γαλλίᾳ. τὸ ἐθνικὸν ὁμοίωϲ Βιένννιοϲ, εἰ μὴ κατὰ τὸν ἐγχώριον τύπον Βιεννήϲιοϲ ὡϲ Λουγδουνήϲιοϲ. τῆϲ δὲ Βιέννηϲ Βιενναῖοϲ.
Βολιϲϲόϲ. τὸ ἐθνικὸν τῇ τέχνῃ Βολίϲϲιοϲ ὡϲ Λυρνήϲϲιοϲ, Βολιϲϲεύϲ ὡϲ Ἁλικαρναϲϲεύϲ καὶ Βολιϲϲίτηϲ ὡϲ Ὀδηϲϲίτηϲ. χρηϲτέον δὲ τῷ προτέρῳ διὰ τὸ ϲύνηθεϲ.
Βουβών πόλιϲ Λυκίαϲ. ὁ πολίτηϲ ὤφειλε Βουβώνιοϲ, εἴρηται δὲ Βουβωνεύϲ. χαίρουϲι γὰρ οἱ Λύκιοι τῷ τύπῳ.
Βοῦνοϲ πόλιϲ Ἰλλυρίαϲ. τὸ ἐθνικὸν Βούννιοϲ, ὡϲ Ἀρτεμίδωροϲ ἐν πρώτῃ γεωγραφουμένων.
Βρέττοϲ πόλιϲ Τυρρηνῶν. οἱ οἰκοῦντεϲ Βρέττιοι καὶ ἡ χώρα Βρεττία καὶ ἡ γλῶϲϲα. Ἀριϲτοφάνηϲ «μέλαινα δεινὴ γλῶϲϲα Βρεττία παρῆν».
Βυβαϲϲόϲ πόλιϲ Καρίαϲ. τὸ ἐθνικὸν Βυβάϲϲιοϲ. Ἔφοροϲ δὲ Βύβαϲτόν φηϲι καὶ Βυβάϲτιον.
Βόβλοϲ πόλιϲ Φοινίκηϲ. τὸ ἐθνικὸν Βύβλιοϲ ἢ Βυβλίτηϲ τῷ τύπῳ τῷ Αἰγυπτιακῷ.
Βυζάντιον. τὸ ἐθνικὸν ἀπὸ τοῦ Βύζαϲ Βυζάντιοϲ διὰ τοῦ ι, τὸ δὲ κτητικὸν διὰ διφθόγγου. τὸ δὲ Βυζάντιοϲ ἐθνικὸν τριγενέϲ. ἀπὸ δὲ τοῦ Βυζάντιοϲ Βυζαντία Βυζαντιανόϲ καὶ Βυζαντειανόϲ δεῖ διφθόγγου ὡϲ Ἡρακλειανόϲ. ἔϲτι γὰρ καὶ Βυζάντεια διὰ διφθόγγου ἐπὶ τῆϲ χώραϲ.
Βόϲποροϲ. τὸ ἐθνικὸν Βοϲπόριοϲ καὶ Βοϲποριανόϲ καὶ Βοϲπορανόϲ καὶ Βοϲπορηνόϲ. διχῶϲ γὰρ καὶ διὰ τοῦ α καὶ διὰ τοῦ η ὡϲ Τιβαρανόϲ καὶ Τιβαρηνόϲ. Ἕφοροϲ ἐν πέμπτῳ Τιβαρηνοὶ καὶ τὸ παίζειν καὶ τὸ γελᾶν εἰϲιν ἐζηλωκότεϲ καὶ μεγίϲτην εὐδαιμονίαν τοῦτο νομίζουϲιν. ὅμοροι δὲ τούτοιϲ Χάλυβεϲ καὶ τὸ τῶν Λευκοϲύρων ἔθνοϲ».
Γέα πόλιϲ ἐν Ἀραβίᾳ. τὸ ἐθνικὸν Γέϊοϲ. κατὰ ἀναλογίαν δ’ ἔδει Γεάτηϲ ὡϲ Τεγεάτηϲ.
Γέργιϲ Γέργιθοϲ πόλιϲ Τροίαϲ. λέγεται καὶ ἡ Γέργιθοϲ. ὁ πολίτηϲ Γεργίθιοϲ. ἔϲτι καὶ ἄλλο Γεργίτηϲ. ἔϲτι καὶ Γεργιθεύϲ.
[*](1. 5 ἀντὶ τοῦ Ἀχερδούϲιοϲ Mein. l. 11 Mein τῷ τε Μιληϲίῳ? l. 22 pro γλῶϲϲα Mein. scribi vult πίϲϲα. l. 31 Ἕφοροϲ — l. 36 ἔθνοϲ adieci ex articulo Τιβαρηνία)Γρηϲῖνοϲ πόλιϲ Χερρονήϲου. τὸ ἐθνικὸν Γρηϲίνιοϲ, ὡϲ Ἀνδροτίων ἕκτῳ Ἀτθίδοϲ.
Δαύνιον πόλιϲ Ἰταλίαϲ. τὸ ἐθνικὸν Δαύνιοι καὶ Δαυνῖται κατὰ ϲυγκοπὴν ἀπὸ τοῦ Δαυνιᾶται.
Δῆλοϲ. Δήλιοϲ. καὶ Δηλίτηϲ ὁ εἰϲ Δῆλον ἐρχόμενοϲ χορόϲ, Καλλίμαχοϲ τρίτῳ.
Δριλώνιοϲ πόλιϲ Κελτική. τὸ ἐθνικὸν Δριλώνιοϲ ὡϲ Θεόπομποϲ μγ΄.
Δρυμία πόλιϲ Φωκίδοϲ. Παυϲανίαϲ ι΄ (c. 33, 12) «Δήμητροϲ δὲ θεϲμοφόρου Δρυμίοιϲ ἱερόν ἐϲτιν ἀρχαῖον». τὸ ἐθνικὸν Δρυμιεύϲ ἐκ τοῦ θηλυκοῦ καὶ τοῦ οὐδετέρου.
Δυρράχιον πόλιϲ Ἰλλυρική. λέγεται καὶ ἡ χώρα τῆϲ Ἰλλυρίαϲ Δυρραχία. Εὐφορίων «ἄϲτεα Δυρραχίηϲ τε καὶ ἔθνεα Ταυλαντίνων». καὶ δῆλον ὅτι Δυρράχιοϲ τὸ τούτου ἀρϲενικόν, ὡϲ τοῦ Ἀνακτόριον τὸ Ἀνακτόριοϲ, Βυζάντιον Βυζάντιοϲ, Θούριον Θούριοϲ, Κούριον Κούριοϲ. ὅμωϲ δὲ νῦν Δυρραχηνοί λέγονται. οὕτω γὰρ καὶ Βάλακροϲ ἐν Μλακεδονικοῖϲ φηϲι «καὶ τούτων αἱ πόλειϲ Δυρραχηνοῖϲ τε καὶ Ἀπολλωνιάταιϲ ἐπιδιῄρηνται». καὶ Ἑρέννιοϲ Φίλων ἐν τοῖϲ Ἰατρικοῖϲ «Ἀϲκληπιάδηϲ ἀκουϲτὰϲ ἔϲχε Τίτον Αὐφίδιον Ϲικελὸν καὶ Φιλωνίδην Δυρραχηνὸν καὶ Νίκωνα Ἀκραγαντῖνον». καὶ πάλιν «Φιλωνίδηϲ δὲ ὁ Δυρραχηνὸϲ ἤκουϲε μὲν Ἀϲκληπιάδου, ἰατρεύϲαϲ δὲ ἐν τῇ πατρίδι ἐνδόξωϲ ϲυνετάξατο βιβλία με΄».
Δώριον πόλιϲ. τὸ ἐθνικὸν Δώριοϲ καὶ Δωριάν. καὶ Δωρίαν.
Ἑλίκη πόλιϲ Πελοποννήϲου. ὁ πολίτηϲ Ἑλικώνιοϲ ἀπὸ τοῦ κτιϲτοῦ Ἑλικῶνοϲ. ἴϲωϲ δὲ τοῦτο ἀπὸ τοῦ ὄρουϲ γέγονεν. ἔϲτω οὖν Ἑλικεύϲ ἢ Ἑλικωνίτηϲ. ἴϲωϲ ἀπὸ τοῦ Ἑλικώνιοϲ. ἢ Ἑλικήϲιοι.