Περὶ παρωνύμων

Aelius Herodianus

Aelius Herodianus, Περὶ παρωνύμων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

Ἑλένη νῆϲοϲ τῆϲ Ἀττικῆϲ. τὸ ἐθνικὸν Ἑλεναῖοϲ ὡϲ Καϲμεναῖοϲ Ἑλενίτηϲ ἢ Ἑλένειοϲ.

Ἐπιπολαί χωρίον προϲεχὲϲ Ϲυρακούϲαιϲ. τὸ ἐθνικὸν Ἐπιπολαῖοϲ τῷ κοινῷ τύπῳ.

Ἐρυϲίχη πόλιϲ Ἀκαρνανίαϲ. τὸ ἐθνικὸν Ἐρυϲιχαῖοϲ, περὶ οὗ Ἡρωδιανόϲ φηϲιν ὅτι ϲεϲημαίωται τὸ Ἐρυϲίχαιοϲ προπαροξυνόμενον ἐν τοῖϲ ἐθνικοῖϲ. μήποτε οὖν τὸ χαῖον ἐγκεῖϲθαι, ὅ ἐϲτιν ἡ βουκολικὴ ῥάβδοϲ καὶ τὸν ἐρύϲω μέλλοντα. διχῶϲ οὖν ἔϲται, ὥϲ ἐϲτι δῆλον παῤ Ἀλκμᾶνι ἐν ἀρχῇ τοῦ δευτέρου τῶν παρθενείων ϲμάτων· φηϲὶ γάρ

  • οὐκ ἦϲ ἀνὴρ ἄγροικοϲ οὐδέ
  • ϲκαιὸϲ οὐδὲ παρὰ ϲυφοῖϲιν, οὐδὲ Θεϲϲαλὸϲ γένοϲ,
  • οὐδ᾿ Ἐρυϲιχαῖοϲ οὐδὲ ποιμήν.
  • εἰ γὰρ τῷ «Θεϲϲαλὸϲ γένοϲ» ϲυναπτέον, ἐθνικόν ἐϲτι καὶ προπεριϲπάϲθω.

    Εὐθηνοί πόλιϲ Καρίαϲ. τὸ ἐθνικὸν καθ᾿ ἡμᾶϲ Εὐθηναῖοϲ, κατ᾿ ἐκείνουϲ δὲ Εὐθηνεύϲ. Πολέμων δὲ καὶ Εὐθηνίταϲ φηϲίν.

    Ἐχῖναι νῆϲοι περὶ τὴν Αἰτωλίαν. λέγονται καὶ Ἐχινάδεϲ. τὸ ἐθνικὸν τοῦ Ἐχῖναι Ἐχιναῖοϲ, τοῦ δ’ Ἐχινάδεϲ Ἐχιναδεύϲ ὡϲ Ἀρκαδεύϲ ἢ Ἐχινάδιοϲ.

    Ἐχῖνοϲ πόλιϲ Ἀκαρνανίαϲ. ὁ πολίτηϲ Ἐχιναῖοϲ ὡϲ χέρϲοϲ χερϲαῖοϲ, Ἄπροϲ Ἀπραῖοϲ, Κύφοϲ Κυφαῖοϲ. καὶ ἀπὸ τοῦ Ἐχιναῖοϲ Ἐχιναιεύϲ ὡϲ Κρηταῖοϲ Κρηταιεύϲ.

    Θύμβρα πόλιϲ Τρῳάδοϲ. Ἀπόλλων Θυμβραῖοϲ. λέγεται καὶ διὰ τοῦ ζ Ζζυμβραῖοϲ. λέγεται καὶ Θύμβριοϲ. Ἑλλάνικοϲ δὲ Δύμβριόϲ φηϲι διὰ τοῦ δ καὶ Δυμβριεύϲ.

    Ἰθώμη πόλιϲ Μεϲϲήνηϲ. τὸ ἐθνικὸν Ἰθωμαῖοϲ καὶ Ἰθωμήτηϲ διὰ τοῦ η καὶ Δωρικῇ τροπῇ Ἰθωμάταϲ, ἀφ᾿ οὗ ὁ πολίτηϲ Ἰθωμάταϲ καὶ Ζεὺϲ Ἰθωμάταϲ.

    Ἰτέα δῆμοϲ. ὁ δημότηϲ Ἰτεαῖοϲ. Ἀνδροτίων δὲ τριϲυλλάβωϲ ἔφη.

    Κάλυδνα νῆϲοϲ. ὁ πολίτηϲ Καλυδναῖοϲ καὶ Καλυδνεὺϲ ὁ Ἀπόλλων καὶ Καλύδνιοϲ, ὡϲ Ἀνδροτίων ἕκτη Ἀτθίδοϲ.

    Καρήνη πόλιϲ Μυϲίαϲ. τὸ ἐθνικὸν Καρηναῖοϲ, ὡϲ Κρατερὸϲ γ΄ περὶ ψηφιϲμάτων «Γρυνεῖϲ Πιταναῖοι Καρηναῖοι».

    Κορόπη πόλιϲ Θεϲϲαλίαϲ. ὁ πολίτηϲ Κοροπαῖοϲ. Νίκανδροϲ ἐν Θηριακοῖϲ (613) «ᾗ ἐν Ἀπόλλων μαντείαϲ Κοροπαῖοϲ ἐθήκατο καὶ θέμιν ἀνδρῶν». λέγεται δὲ κατ᾿ ἔλλειψιν τοῦ κ Ὀροπαῖοϲ.

    Κρῆϲϲα πόλιϲ Παφλαγονίαϲ. Δημοϲθένηϲ γράφει --- τὸ ἐθνικὸν Κρηϲϲαῖοϲ.

    [*](1. 1 προϲέοικαϲ Meinek. l. l.)
    875

    Κρηϲτώνη πόλιϲ Θράκηϲ. ὁ πολίτηϲ Κρηϲτωναῖοϲ παρὰ Πινδάρῳ. Ῥιανὸϲ δὲ Κρηϲτωνίουϲ αὐτούϲ φηϲιν. Ἑκαταῖοϲ δὲ Κρηϲτῶναϲ αὐτοὺϲ ἐν Εὐρώπῃ.

    Κύφοϲ πόλιϲ Περραιβίαϲ. ὁ πολίτηϲ Κυφαῖοϲ. Λυκόφρων (v. 897) «ἐν ᾧ Κυφαίων δύϲμορον ϲτρατηλάτην».

    Λάμπη πόλιϲ Κρήτηϲ. τὸ ἐθνικὸν Λαμπαῖοϲ. Κλαύδιοϲ δὲ Ἰούλιοϲ Λαμπέαϲ αὐτούϲ φηϲι.

    Λῆνοϲ χωρίον τῶν Πιϲατῶν. ὁ πολίτηϲ Ληναῖοϲ. Φλέγων μη΄ ὀλυμπιάδι.

    Λίγγοϲ φρούριον Καϲϲανδρέων. τὸ ἐθνικὸν Λιγγαῖοϲ. Ἀπολλόδωροϲ ἐν χρονικῶν τρίτῳ. ἔϲτι δὲ καὶ Λίγγιοϲ καὶ Λίγγιοϲ κόλποϲ.

    Λίμναι πόλιϲ ἐν Ἑλληϲπόντῳ, ἔνθα ὁ Διόνυϲοϲ ἐτιμᾶτο· Καλλίμαχοϲ «Λιμναίῳ δὲ χοροϲτάδαϲ ἦγον ἑορτάϲ».

    Λογγώνη Ϲικελίαϲ πόλιϲ. ὁ πολίτηϲ Λογγωναῖοϲ. Φίλιϲτοϲ δεκάτῳ.