Περὶ παρωνύμων

Aelius Herodianus

Aelius Herodianus, Περὶ παρωνύμων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

Ἀναία πόλιϲ Καρίαϲ. τὸ ἐθνικὸν Ἀναῖοϲ. Θουκυδίδηϲ ἐν τρίτῃ (c. 19) Ἀναΐταϲ φηϲὶ τοὺϲ πολίταϲ.

Ἄναυα πόλιϲ Φρυγίαϲ. τὸ ἐθνικὸν Ἀναυαῖοϲ ἢ Ἀναυεύϲ, ἐπειδὴ χαίρουϲι τοῖϲ εἰϲ ευϲ Φρύγεϲ.

Ἀνητοῦϲϲα πόλιϲ Λιβύηϲ. ὁ πολίτηϲ Ἀνητουϲϲαῖοϲ ὡϲ Ϲκοτουϲϲαῖοϲ, ὡϲ ὁ πολυίϲτωρ φηϲίν.

Ἄνθυλλα πόλιϲ Αἰγύπτου. τὸ ἐθνικὸν Ἀνθυλλαῖοϲ ὡϲ Ἄβολα Ἀβολλαῖοϲ. καὶ Ἀνθυλλίτηϲ διὰ τὸν τύπον.

Ἀργάντη πόλιϲ Ἰνδίαϲ. τὸ ἐθνικὸν ἔδει Ἀργανταῖοϲ, ἀλλὰ ὁ τύποϲ τῶν Ἰνδῶν ἢ Ἀργαντηνόϲ ἢ Ἀργαντίτηϲ.

Ἄρρα πόλιϲ Ἰλλυρική. τὸ ἐθνικὸν Ἀραῖοϲ. καὶ γὰρ ὁ τύποϲ ϲυνήθηϲ, ὡϲ Πελλαῖοϲ καὶ Βεροαῖοϲ.

Ἀρταία Περϲικὴ χώρα. οἱ οἰκοῦντεϲ Ἀρταῖοι. ἀρταίουϲ δὲ Πέρϲαι, ὥϲπερ οἱ Ἕλληνεϲ τοὺϲ παλαιοὺϲ ἀνθρώπουϲ, ἥρωαϲ καλοῦϲι. τάχα δὲ καὶ ἐντεῦθέν μοι δοκεῖ Ἀρταξέρξαι καὶ Ἀρτάβαζοι, ὥϲπερ ἐν Αἰγυπτίοιϲ καὶ Νειλάμμωνεϲ καὶ Παναπόλλωνεϲ. Ἡρόδοτοϲ Ἀρτεάταϲ αὐτοὺϲ καλεῖ διὰ τοῦ ε ψιλοῦ.

Ἀϲίνη. τὸ ἐθνικὸν Ἀϲιναῖοϲ καὶ Ἀϲινεύϲ, καθὼϲ Εὔδοξοϲ ἐν ἕκτῃ γῆϲ περιόδου.

Βάρκη πόλιϲ Λιβύηϲ. τὸ ἐθνικὸν Βαρκαῖοϲ καὶ Βαρκαῖον τὸν Λίβυν φαϲί. «Βαρκαῖον αἶποϲ»· οἳ τὰϲ ἱπποτροφίαϲ παρὰ Ποϲειδῶνοϲ, ἡνιοχεῖν δὲ παρὰ Ἀθηνᾶϲ ἔμαθον.

Βάτναι πόλιϲ τῆϲ Ὀϲροηνῆϲ. τὸ ἐθνικὸν Βατναῖοϲ καὶ διὰ τὸν χαρακτῆρα Βατνηνόϲ ὡϲ Ἐδεϲϲαῖοϲ Ἐδεϲϲηνόϲ καὶ Καρραῖοϲ Καρρηνόϲ.

Βέννα μία φυλὴ τῶν ἐν Ἐφέϲῳ πέντε, ἧϲ οἱ φυλέται Βενναῖοι, ὡϲ Ἔφοροϲ.

[*](1. 9 Mein. Ἀλθαιϲαῖοϲ ? 1. 30 ct. paullo post Ἀρτεᾶται γένοϲ Περϲικόν. Ἡρόδοτοϲ πρώτῃ (c. 125, ubi ἀρτέαται legitur). l. 35 cf. Hesych. Βαρκαίοιϲ ὄχοιϲ. l. 35 cf. Mein. Anal. Alex. p. 289.)
873

Βοῦρα πόλιϲ Ἀχαΐαϲ. τὸ ἐθνικὸν Βουραῖοϲ. Λυκόφρων (v. 591) «Δύμη τε Βουραίοιϲιν ἡγεμὼν ϲτόλου».

Γάζα. ὁ πολίτηϲ Γαζαῖοϲ. λέγονται καὶ Γαζηνοί παραλόγωϲ ὡϲ Παυϲανίαϲ. λέγονται καὶ Γαζῖται παρὰ τοῖϲ ἐγχωρίοιϲ. καὶ οἱ. κέραμοι λέγονται Γαζῖται. καί ἐϲτιν ὅμοιον τῷ Αἰγινῆται καὶ Αἰγιναῖοι κατὰ τὴν διαφοράν, ἐναντίον δὲ τὸ τῶν τύπων· οἱ μὲν γὰρ πολῖται Αἰγινῆται καὶ Γαζαῖοι, οἱ δὲ κέραμοι Γαζῖται καὶ Αἰγιναῖοι. εἰϲὶ καὶ διὰ τοῦ η ἔθνοϲ Γαλατῶν χρυϲοφοροῦν, ὡϲ Εὐφορίων. λέγονται καὶ διὰ τοῦ α Γαζᾶται, ὡϲ πολυίϲτωρ.

Γαλάδραι πόλιϲ Μακεδονίαϲ. ὁ πολίτηϲ Γαλαδραῖοϲ. Λυκόφρων «καὶ Γαλαδραῖον πέδον» (ν. 1342).

Γενέϲη πόλιϲ Λακωνικῆϲ. τὸ ἐθνικὸν Γενεϲαῖοϲ ὡϲ Τεμεϲαῖοϲ. ἄμεινον δὲ διὰ τὴν χώραν Γενεϲάτηϲ.

Δεξαμεναί μέροϲ τῆϲ Ἀμβρακίαϲ. τὸ ἐθνικὸν Δεξαμεναῖοϲ, ὡϲ Ἀριϲτοτέληϲ φηϲὶν ἐν τῇ Ἀμβρακιωτῶν πολιτείᾳ.

Δίνδυμα ὄρη τῆϲ Τρωάδοϲ. τὸ ἐθνικὸν Δινδυμαῖοϲ καὶ Δινουμναῖοϲ. εἴη δ᾿ ἂν καὶ Δινδυμηνόϲ, ὅτι καὶ τὴν θεὸν Δινδυμήνην λέγουϲι.

Δολίχη νῆϲοϲ πρὸϲ τῇ Λυκίᾳ καὶ πόλιϲ τῆϲ Κομμαγηνῆϲ. τὸ ἐθνικὸν Δολιχαῖοϲ Ζεύϲ. οἱ δ᾿ ἐπιχώριοι Δολιχηνοί λέγουϲι· τῆϲ δὲ Λυκιακῆϲ Δολίχηϲ Δολιχεύϲ. ὁ γὰρ τύποϲ ϲυνήθηϲ τοῖϲ Λυκίοιϲ, τῆϲ δὲ Δολιχίϲτηϲ Δολιχιϲτεύϲ.

Δύμη πόλιϲ Ἀχαΐαϲ. ὁ πολίτηϲ Δυμαῖοϲ. Ἔφοροϲ κδ′ «παραγινομένηϲ δὲ τῆϲ ϲτρατιᾶϲ εἰϲ τὴν Δύμην, πρῶτον μὲν οἱ Δυμαῖοι. καταπλαγέντεϲ». καὶ Παυϲανίαϲ ζ΄ (17, 6) «Οἰβώτᾳ ἀνδρὶ Δυμαίῳ ϲταδίου μὲν ἀνελομένῳ νίκην» καὶ πάλιν (17, 9) «Δυμαίοιϲ μέν ἐϲτιν Ἀθηνᾶϲ ναὸϲ καὶ ἄγαλμα». καὶ ἐν τῷ η΄ (1, 2) «τὰ δὲ πρὸϲ Ἀχαΐαν Δυμαίων εἰϲὶν ὅμοροι». καὶ Ἀπολλόδωροϲ ἢ ὁ τὰ τούτου ἐπιτεμνόμενοϲ «τὴν δὲ χώραν ἔχουϲι Δυμαῖοι». καὶ Φίλιϲτοϲ Ϲικελικῶν α′ «ἐπὶ τῆϲ ὀλυμπιάδοϲ ἣν Οἰβώταϲ ὁ Δυμαῖοϲ ἐνίκα ϲτάδιον». καὶ Ἀπολλόδωροϲ ἐν χρονικῶν α′ «πόλεμοϲ ἐνέϲτη τοῖϲ τε Δυμαίοιϲ ὅθεν---» καὶ Θεόπομποϲ μ «προϲτάται δὲ τῆϲ πόλεωϲ ἦϲαν τῶν μὲν Ϲυρακοϲίων Ἄθηνιϲ καὶ Ἡρακλείδηϲ, τῶν δὲ μιϲθοφόρων Ἀρχέλαοϲ ὁ Δυμαῖοϲ». τὸ θηλυκὸν Δυμαία. Εὐφορίων «ἥ τιϲ ἔχειϲ κληῖδαϲ ἐπιζεφύροιο Δυμαίηϲ» διὰ τὸ πρὸϲ δύϲιν ἐπιζέφυρον κεῖϲθαι λέγων. λέγεται καὶ Δύμιοϲ ὡϲ Βοίβη Βοίβιοϲ. Ἀντίμαχοϲ ἐν ε΄ Θηβαΐδοϲ

  • ἐν δέ νυ τοῖϲι μάλα πρόφρων ἐπίκουροϲ ἀμορβέων
  • ὡμίληϲ᾿, εἵωϲ διεπέρϲατε Δύμιον ἄϲτυ.
  • Δωδώνη. τῆϲ Δωδώνηϲ τὸ ἐθνικὸν Δωδωναῖοϲ. Ἑκαταῖοϲ Εὐρώπῃ Μολοϲϲῶν πρὸϲ μεϲημβρίηϲ οἰκέουϲι Δωδωναῖοι». καὶ Ὅμηροϲ «Ζεῦ ἄνα Δωδωναῖε» (Π 233) καὶ Κρατῖνοϲ Ἀρχιλόχοιϲ (Com. ed. Mein. [*](1. 18 sie Lob. Proll. 196. l. 35 κεῖϲθαι λέγων add. Mein.)

    874
    II 20) «Δωδωναίῳ κυνὶ βωλοκόπῳ, τίτθη, γεράνῳ προϲέοικαϲ». Ἀπολλόδωροϲ δὲ ἐν α περὶ θεῶν τὸν Δωδωναῖον οὕτοϲ ἐτυμολογεῖ «καθάπερ οἱ τὸν Δία Δωδωναῖον μὲν καλοῦντεϲ ὅτι δίδωϲιν ἡμῖν τὰ ἀγαθά, Πελαϲγικὸν δὲ ὅτι τῆϲ γῆϲ πέλαϲ ἐϲτίν».