Περὶ παρωνύμων

Aelius Herodianus

Aelius Herodianus, Περὶ παρωνύμων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

Αἶγυϲ πόλιϲ Λακωνικῆϲ. οἱ πολῖται Αἰγῦται, ὡϲ Παυϲανίαϲ (III 2 5). Λυκόφρων δὲ τὸ ἐθνικὸν Αἴγυοϲ τὸ θηλυκὸν λέγων οὕτωϲ (v. 903) « καὶ πάντα τλήϲεϲθ᾿ οὕνεκ᾿ Αἰγύαϲ κυνόϲ, τῆϲ θηλύπαιδοϲ καὶ τριάνοροϲ κόρηϲ». Θεόπομποϲ δὲ Αἰγυέαϲ αὐτούϲ φηϲιν.

Κῶβρυϲ πόλιϲ Θράκηϲ. τὸ ἐθνικὸν Κωβρύτηϲ ὡϲ Αἶγυϲ Αἰγύτηϲ.

Μῶλυϲ, Λίβυϲϲα πόλιϲ. τὸ ἐθνικὸν Μωλύτηϲ τῷ τύπῳ τῶν Λιβυϲϲῶν πόλεων καὶ Μωλυάτηϲ.

Περὶ τῶν εἰϲ ωτηϲ.

Ἀργέου νῆϲοϲ, νῆϲοϲ Αἰγύπτου. οἱ οἰκήτορεϲ Ἀργεῶται ὡϲ τῆϲ Νικίου Νικιῶται καὶ τῆϲ Χαιρέου Χαιρεῶται. καὶ αὗται γὰρ Αἰγύπτου πόλειϲ.

Αὐλαί ἐπίνειον Κιλίκων. οἱ οἰκοῦντεϲ Αὐλεῶται πρὸϲ τῶν ἐπιχωρίων ὀνομάζονται. τῶν δὲ εἰϲ αι οὐκ ἔϲτιν ὁ διὰ τοῦ ωτηϲ τύποϲ,

871
ἀλλ᾿ ἔοικεν ὡϲ ἀπὸ τοῦ Ῥάφεια Ῥαφειώτηϲ Ῥαφεῶται. εἰ δὲ ἑνικῶϲ ἐλέγετο, ὤφειλεν Αὐλέτηϲ ἢ Αὐλίτηϲ. τὰ γὰρ κτλ.

Ζεφύριον. τὸ ἐθνικὸν Ζεφυριώτηϲ. τὸ οὖν ζεφυρίτηϲ ἀπὸ τοῦ Ζεφυριώτηϲ ϲυγκοπῇ τοῦ ω ὡϲ τὸ Θρονίτηϲ.

Καρπαϲία πόλιϲ Κύπρου. λέγεται καὶ Καρπάϲεια. ὁ πολίτηϲ Καρπαϲεώτηϲ ὡϲ Μαρεώτηϲ. Θεόπομποϲ ἐν δεκάτῳ Καρπαϲεῖϲ αὐτούϲ φηϲιν, ἴϲωϲ ἀπὸ τοῦ Κάρπαϲοϲ ὡϲ Ἀντίοχοϲ Ἀντιοχεύϲ, ἀφ᾿ οὗ Καρπάϲεια.

Καϲταλία πόλιϲ Κιλικίαϲ. τὸ ἐθνικὸν Καϲταλιώτηϲ. ὁ τύποιϲ τοῖϲ Κίλιξι ϲυνήθηϲ.

πατρίϲ. τὸ ἐθνικὸν ὤφειλε πατρίτηϲ. ἄμεινον δὲ πατριώτηϲ.

Ῥαφάνεια πολίχνιον Ϲυρίαϲ. ὁ πολίτηϲ Ῥαφανεώτηϲ. τῶν δὲ εἰϲ ωτηϲ ἐθνικῶν τὰ πολλὰ τὸ ι πρὸ τοῦ ω ἔχει, Πηλιώτηϲ, Φθιώτηϲ. ϲπάνια δὲ τὸ ε καὶ ϲχεδὸν ἀπὸ τῆϲ ει ϲυϲταλέντα, Ἡρακλεώτηϲ. οὕτω καὶ Ῥαφανεώτηϲ.

Περὶ τῶν εἰϲ αιοϲ.

Ἀγάθυρνα πόλιϲ Ϲικελίαϲ. τὸ ἐθνικὸν Ἀγαθυρναῖοϲ. οὐ γὰρ ἀήθηϲ ὁ τύποϲ τοῖϲ τὴν Ϲικελίαν οἰκοῦϲιν· Ἱμεραῖοϲ γὰρ καὶ Ἐνναῖοϲ καὶ Καταναῖόϲ φαϲιν.

Ἄγυλλα πόλιϲ Τυρρηνίαϲ. ὁ πολίτηϲ Ἀγυλλαῖοϲ. Ῥιανὸϲ δὲ Ἀγύλλιον εἶπε χαλκόν.

Ἀθῆναι. ὁ πολίτηϲ Ἀθηναῖοϲ. ἐλέγοντο δὲ καὶ πατρωνυμικῷ τύπῳ, ὡϲ Ἅβρων ἐν τῷ περὶ παρωνύμων, ὅτι εἰϲὶ διτταὶ προϲηγορίαι παρὰ ποιηταῖϲ, ἀπό τε τῆϲ πατρίδοϲ καὶ τοῦ ϲυνοικιϲτοῦ. Ἁλικαρναϲϲεῖϲ γὰρ Ἀνθεάδαι καὶ Φαλαντιάδαι οἱ Ταραντῖνοι ἐλέγοντο ἀπὸ τῶν διαϲημοτάτων παῤ αὐτοῖϲ, Ἀθηναῖοι δὲ Κοδρίδαι καὶ Κεκροπίδαι Θηϲεῖδαι Ἐρεχθεῖδαι. καὶ ταύταϲ γε κλήϲειϲ τῶν ἀπὸ τῆϲ πατρίδοϲ ἐντιμοτέραϲ ἐνόμιζον.

Ἀθύραϲ ἐπίνειον καὶ ποταμὸϲ περὶ τὸ Βυζάντιον. τὸ ἐθνικὸν διὰ τῆϲ αι διφθόγγου Ἀθυραῖοϲ ὡϲ Ῥήβαϲ Ῥηβαῖοϲ.

Αἴβουρα πόλιϲ Ἰβηρίαϲ. ὁ πολίτηϲ Αἰβουραῖοϲ ὡϲ ἀρουραῖοϲ, Κόλουρα Κολουραῖοϲ, Ἄργουρα Ἀργουραῖοϲ, Ἴουρα Ἰουραῖοϲ, καὶ ϲχεδὸν πάντα τὰ εἰϲ ρα. δύναται καὶ Αἰβουράτηϲ ὡϲ Αἴγειρα Αἰγειράφτηϲ Κίβυρα Κιβυράτηϲ.

Ἀκάνναι ἐμπόριον περὶ τὴν Ἐρυθρὰν θάλαϲϲαν. τὸ ἐθνικὸν Ἀκανναῖοϲ ὡϲ Ϲαβαῖοϲ καὶ Γερραῖοϲ καὶ Ἐρυθραῖοϲ παῤ αὐτοῖϲ.

Ἀκραιφία πόλιϲ Βοιωτίαϲ. τὸ ἐθνικὸν Ἀκραιφιαῖοϲ καὶ Ἀκραίφιοϲ (οὕτω γὰρ Ἀπόλλων τιμᾶται) καὶ Ἀκραιφιεύϲ καὶ Αἰκραιφιάϲ ὡϲ Ϲουνιεύϲ Ϲουνιάϲ καὶ Ἀκραιφίϲ λίμνη. ’Ἑφοροϲ δὲ Ἀλκραιφνίουϲ καὶ Ἀκραιφνιώταϲ. Θεόπομποϲ δὲ τὰ Ἀκραίφνια φηϲὶ καὶ τὸ ἐθνικὸν Ἀκραιφνιεύϲ.

[*](1. 2 cf. sub ετηϲ terminatione. l. 36 Mein. παρὰ τοῖϲ Ἄραψιν.)
872

Ἀκτή ἡ Ἀττική. τὸ ἐθνικὸν Ἀκταῖοϲ καὶ Ἀκταία καὶ Ἀκταιίϲ καὶ Ἀτθίϲ καὶ Ἀκτίτηϲ, ἐξ οὐ τὸ Ἀκτίτου πέτρα ἐν τῇ τραγῳδίᾳ ἀντὶ τοῦ Ἀττικοῦ, ὡϲ αὐλή αὐλίτηϲ. ἔϲτι καὶ «Ἄκτιοϲ Αἰγεύϲ», ὡϲ Εὐφορίων Διονύϲῳ. ἔϲτι καὶ Ἀκτιάϲ καὶ τὸ Ἄκτιον, ἀφ᾿ οὗ τὸ Ἀκτιώτηϲ, ὡϲ Πηλιώτηϲ Ζεφυριώτηϲ. ἄμεινον δὲ τοῦτο εἶναι ἀπὸ τοῦ Ἀκτία τοῦ δηλοῦντοϲ τήν τε χώραν καὶ τὴν γυναῖκα, ὡϲ Πελαϲγία Πελαϲγιώτηϲ. ἔϲτι καὶ Ἀττικόϲ καὶ Ἀττική κατὰ τροπὴν διὰ τὴν εὐφωνίαν.

Ἀλθαία πόλιϲ Ὀλκάδων. τὸ ἐθνικὸν Ἀλθαῖοϲ ὡϲ Αἰαῖοϲ ἢ Ἄλθαιάτηϲ θαιάτηϲ ἢ Ἀλθαιανόϲ. εὕρομεν δὲ ἐν ταῖϲ ϲυγγραφαῖϲ Δημητρίου Ἀλθαιέα.

Ἀμύκλαι πόλιϲ Λακωνική. τὸ ἐθνικὸν τοῦ Ἀμύκλαι Ἀμυκλαῖοϲ καὶ Ἀμυκλαιεύϲ ἐξ αὐτοῦ ὡϲ Κρηταῖοϲ Κρηταιεύϲ. λέγεται καὶ Ἀμυκλαῖτηϲ ὡϲ Θηβαΐτηϲ.