Περὶ παρωνύμων

Aelius Herodianus

Aelius Herodianus, Περὶ παρωνύμων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

Ἡλεκτρίδεϲ νῆϲοι. τὸ ἐθνικὸν Ἠλεκτρίτηϲ πρὸϲ τὸν τόπον τῶν εἰϲ ιϲ, Ἠλεκτρῖνοι δὲ διὰ τὸ ἐπιχώριον.

Θίϲ πόλιϲ Αἰγυπτία. ὁ πολίτηϲ Θινίτηϲ. Ἀλέξανδροϲ Αἰγυπτιακῶν πρώτῳ.

Ἰαγξούατιϲ πόλιϲ Λιβύων. ὁ πολίτηϲ Ἰαγξουατίτηϲ. Αἰγυπτίων γὰρ καὶ Αἰθιόπων ὁ χαρακτήρ.

Ἴδυροϲ πόλιϲ Παμφυλίαϲ, ἣ καὶ Ἰδυρίϲ. τὸ ἐθνικὸν Ἰδυρίτηϲ τῷ τύπῳ τῶν εἰϲ ιϲ.

Ἰώνη ἡ Ἀντιόχεια ἡ παρὰ Δάφνην. τὸ ἐθνικὸν Ἰωνίτηϲ ἢ Ἰωαῖοϲ ὡϲ Κλεωναῖοϲ «Κλεωναίοιο χάρωνοϲ».

Καλὴ ἀκτή πόλιϲ Ϲικελῶν. ἔϲτι δὲ ὡϲ Μεγάλη κώμη. ἐκ τῶν δύο δὲ ἡ παραγωγή, Μεγαλοκωμήτηϲ, Καλακτίτηϲ ἢ Καλοακτίτηϲ διὰ τοῦ ι, ἐπεὶ καὶ παρὰ τὸ Ἀκτή Ἀκτίτηϲ, ἢ Καλοακταῖοϲ ἢ Καλοάκτιοϲ ὡϲ Πανάκτιοϲ καὶ ἐπάκτιοϲ.

Κάμαρα πόλιϲ Κρήτηϲ. ὁ πολίτηϲ Καμαρίτηϲ ὡϲ Ξενίων ἐν Κρητικοῖϲ φηϲιν.

[*](1. 12 verba καὶ — καλεῖ ab epitomatore omissa monente Meinekio adieci. 1. 34 ef. Mein Anal Alex. p. 85.)
868

Κάρνη πόλιϲ Φοινίκηϲ. ὁ πολίτηϲ Καρνίτηϲ. Λυκόφρων (1291) «ὄλοιντο ναῦται πρῶτα Καρνῖται κύνεϲ». Ἀρτεμίδωροϲ δ᾿ ἐν τῷ δεκάτῳ βιβλίῳ φηϲίν «ἔϲτι Κάρνοϲ καὶ ϲυνεχῶϲ Πάλτοϲ, εἶτα Γάβαλα πόλιϲ». καὶ ἀναλογεῖ τὸ Καρνίτηϲ.

Καρὸϲ κῆποι χωρίον Θράκηϲ. τὸ ἐθνικὸν Καροκηπίτηϲ ὡϲ Θεόπομποϲ.

Κατακεκαυμένη χώρα τῆϲ Ἐφεϲίαϲ. τὸ ἐθνικὸν Κατακεκαυμενίτηϲ «ἄδενδροϲ ἅπαϲα πλὴν τῆϲ ἀμπέλου τῆϲ τὸν Κατακεκαυμενίτην φερούϲηϲ οἶνον. εἰκάζουϲι δέ τινεϲ ἐκ κεραυνοβολιῶν καὶ πρηϲτήρων ϲυμβῆναι» (Strab. p. 628).

Κορηϲϲόϲ πόλιϲ τῆϲ Ἐφεϲίαϲ. τὸ ἐθνικὸν Κορηϲϲίτηϲ. καὶ ἴϲωϲ ἀπὸ τοῦ Κόρηϲϲιϲ. λέγεται καὶ Κορηϲϲεύϲ.

Κύρου πόλιϲ ἣ καὶ Κυρέϲχατα καλεῖται. ὁ πολίτηϲ καθ᾿ ἡμᾶϲ Κυροπολίτηϲ, κατὰ δὲ Πέρϲαϲ Κυρεϲχατηνοί ὡϲ Ἀραξηνοί καὶ Καμβυϲηνοί.

Κῶπαι πόλιϲ Βοιωτική. ὁ πολίτηϲ Κωπαΐτηϲ, ὡϲ Ἐπαφρόδιτοϲ· ἔϲτι δὲ ἀπὸ τοῦ Κωπαῖοϲ ὡϲ Ἀθηναῖοϲ Ἀθηναΐτηϲ καὶ Κωπαιεύϲ.

Λάεια πόλιϲ Καρίαϲ. ὁ πολίτηϲ Λαΐτηϲ ὡϲ Παυϲανίαϲ φηϲὶ πέμπτῳ (24, 6).

Λίηβριϲ πόλιϲ Φοινίκων. τὸ ἐθνικὸν Λιηβρίτηϲ ὡϲ Ϲυβαρίτηϲ. Ἑκαταῖοϲ περιηγήϲει Αἰγύπτου.

Μαριαμμία πόλιϲ Φοινίκηϲ. οἱ πολῖται Μαριαμμῖται, ὡϲ Παυϲανίαϲ ἐν κτίϲει αὐτῆϲ.

Μαχαιροῦϲ φρούριον τῆϲ Ἰουδαίαϲ. τὸ ἐθνικὸν ὤφειλεν ὡϲ Ἱεριχούντιοϲ. Ἰώϲηποϲ δὲ Μαχαιρίταϲ αὐτούϲ φηϲι (B. I. II 36).

Μέϲϲωγιϲ ὄροϲ Λυδίαϲ. τὸ τοπικὸν Mεϲϲωγίτηϲ. Ϲτράβων τεϲϲαρεϲκαιδεκάτῃ (p. 648) «ὅθεν ἄριϲτοϲ Μεϲωγίτηϲ οἶνοϲ ὁ Ἀρομεύϲ».

Μιλητούπολιϲ πόλιϲ περὶ τὸν Ῥύνδακα. ὁ πολίτηϲ Μιλητοπολίτηϲ. Ϲτράβων δωδεκάτῃ (p. 575).

Μυλαί πόλιϲ Ϲικελίαϲ ὁ πολίτηϲ Μιλαΐτηϲ ὡϲ τῶν Θηβῶν Θηβαΐτηϲ, Ἀθῆναι Ἀθηναΐτηϲ. εἰϲὶ γὰρ οἳ οὕτω λέγονται.