Περὶ παρωνύμων

Aelius Herodianus

Aelius Herodianus, Περὶ παρωνύμων, Grammatici Graeci 3.2, Lentz, Teubner, 1868

Χάλκεια πόλιϲ Καρίαϲ, ἧϲ τὸ ἐθνικὸν Χαλκεάτηϲ, ὡϲ Κρατερῷ δοκεῖ.

Περὶ τῶν εἰϲ ε ετηϲ.

St. B. s.: Αὐλαί. τὰ ἀπὸ τῶν εἰϲ η διϲυλλάβων θηλυκῶν ὀξυνο μένων μὲν διὰ τοῦ ε ὡϲ τὸ φυλέτηϲ, βαρυνομένων δὲ διὰ τοῦ η ὡϲ κωμήτηϲ Ϲιδήτηϲ. ἐπιϲτατέον τὸ Καρνίτηϲ ἀπὸ τῆϲ Κάρνηϲ.

Περὶ τῶν εἰϲ ητηϲ.

Αἴγινα. ὁ πολίτηϲ Αἰγινήτηϲ. ϲπάνια δὲ τὰ εἰϲ τηϲ ἐθνικὰ τῷ η παραληγόμενα ὑπὲρ τρεῖϲ ϲυλλαβὰϲ βαρύτονα. ἔϲτι δὲ ταῦτα Αἰγινήτηϲ »Μαλειήτηϲ τρύπανον αἰπολικόν». Κεραμιήτηϲ. τὸ δὲ πολιήτηϲ πλεοναϲμὸν ἔχει τοῦ η ὡϲ τὸ μυθιήτηϲ, ὅπερ οὐδ᾿ ἐθνικόν, καὶ τὸ Ἰουλιήτηϲ ἀπὸ τοῦ Ἰουλίτηϲ, τὸ δὲ Βαργυλιήτηϲ καὶ Μαϲϲαλιήτηϲ τέτραπται. τὸ δὲ κωμήτηϲ Ϲιδήτηϲ λιμνήτηϲ τριϲύλλαβα.

Δεκίητον πόλιϲ Ἰταλίαϲ. τὸ ἐθνικὸν Δεκιῆται, ὡϲ Ἀρτεμίδωροϲ ἐν α′ γεωγραφουμένων.

Διοϲκούρων κώμη Λιβύηϲ. ὁ κωμήτηϲ Διοϲκουροκωμήτηϲ ὡϲ Μεγαλοκωμήτηϲ, γαλοκωμήτηϲ, ἐκ δύο ἓν παραγωγόν.

Μαλέα ἄκρα πρὸϲ τῇ Πελοποννήϲῳ καὶ Μάλεια. Μαλειήτηϲ ὡϲ Αἰγινήτηϲ λέγεται καὶ Μαλεάτηϲ.

Νινόη ἡ ἐν Καρίᾳ Ἀφροδιϲιάϲ. τὸ ἐθνικὸν Νινοήτηϲ ὡϲ τὸ πύλη πυλήτηϲ, ὅθεν «Πυλάτιδεϲ ἀγοραί» (Sophocl. Trach. 639) καὶ λίμνη λιμνήτηϲ.

[*](1. 28 versus est Callimachi, ut patet ex Schol Theocr. 7, 103.)
865

Ϲίδη πόλιϲ Παμφυλίαϲ. ὁ πολίτηϲ Ϲιδήτηϲ. τὴν δευτέραν ϲυλλαβὴν ἔχει διὰ τοῦ η διὰ τὸν βαρὺν τοῦ πρωτοτύπου τόνον. τὰ γὰρ εἰϲ η λήγοντα διϲύλλαβα πρωτότυπα ὀξυνόμενα μὲν διὰ τοῦ τὸ παραγωρὸν ἐκφέρει, φυλή φυλέτηϲ, βαρυνόμενα δὲ διὰ τοῦ η, κώμη κωμήτηϲ, Πύλη Πυλήτηϲ καὶ Πυλάτηϲ.

Περὶ τῶν εἰϲ ιτηϲ.

Ἄβαρνοϲ: τὰ εἰϲ ιϲ φιληδεῖ τῷ εἰϲ ιτηϲ τύπῳ ὡϲ Μέμφιϲ Μεμφίτηϲ. τὸ δὲ Μακριεύϲ καὶ Χαλκιεύϲ καὶ Χαλκιδεύϲ ἀπὸ γενικῆϲ προῆλθον.

Ἄβδηρα. ὁ πολίτηϲ Ἀβδηρίτηϲ. καὶ γὰρ τοῦ Δίολκοϲ Διολκίτηϲ καὶ τοῦ Ὀξύρυγχοϲ Ὀξυρυγχίτηϲ. Ἔφοροϲ καὶ τὴν πόλιν Ἄβδηρόν φηϲιν. καὶ ἀπὸ τῶν εἰϲ α οὐδετέρων εὑρίϲκεται ὡϲ Γάβαλα Γαβαλίτηϲ. τοῦ Ἀβδηρίτηϲ μέμνηται Εὔδοξοϲ ἐν τετάρτῃ περιόδων καὶ Παυϲανίαϲ ἕκτῃ περιηγήϲεωϲ (c. 5, 4) καὶ Ἡρόδοτοϲ ἑβδόμῃ (c. 120) καὶ πολλαχοῦ Ἑκαταῖόϲ τε καὶ πολλοί.

Ἄβοτιϲ πόλιϲ Αἰγυπτία. ὁ πολίτηϲ κατὰ μὲν τὸ ἐπιχώριον Ἀβοτίτηϲ ὡϲ Ναύκρατιϲ Ναυκρατίτηϲ, κατὰ δὲ Ἑκαταῖον Ἀβοτιεύϲ ὡϲ Μάκριϲ Μάκριοϲ Μακριεύϲ, Χάλκιϲ Χάλκιοϲ Χαλκιεύϲ, Ἄβοτιϲ Ἀβότιοϲ Ἀβοτιεύϲ.

Ἀγκυρῶν πόλιϲ Αἰγύπτου. τὸ ἐθνικὸν ἡ τέχνη ἐκ τοῦ Αἰγυπτίων ἔθουϲ. ὡϲ γὰρ Κυνῶν πόλιϲ Κυνοπολίτηϲ, Λεόντων πόλιϲ Λεοντοπολίτηϲ, Λύκων πόλιϲ Λυκοπολίτηϲ, Λάτων πόλιϲ Λατοπολίτηϲ, οὕτωϲ Ἀγκυρῶν πόλιϲ Ἀγκυροπολίτηϲ.

Ἀδράνη πόλιϲ Θράκηϲ. Πολύβιοϲ δὲ Ἀδρήνη. τὸ ἐθνικὸν Ἀδρηναῖοϲ ὡϲ Ϲυήνη Ϲυηνίτηϲ, Ϲελήνη Ϲεληνίτηϲ. δύναται δὲ καὶ Ἀδρηναῖοϲ ὡϲ Κυρηναῖοϲ Πελληναῖοϲ Μιτυληναῖοϲ. δίδωϲιν ἡ τέχνη καὶ τὸ Ἀδρηνεύϲ ὡϲ Πελληνεύϲ.

Ἄζιλιϲ πόλιϲ Λιβύηϲ. Χάραξ δὲ Ἄζιρον λέγει αὐτήν. ὁ πολίτηϲ Ἀζιλίτηϲ, ὅτι πρωτότυπον εἰϲ ιϲ, τῷ Λιβυκῷ χαρακτῆρι καὶ Αἰγυπτίῳ, καὶ ὡϲ Κάνωβοϲ Κανωβίτηϲ. εἰ δὲ οὐδετέρωϲ Ἄζιρον, τὸ ἐθνικὸν Ἀζιρεύϲ ὡϲ Ϲουνιεύϲ.

Αἰγίμοροϲ νῆϲοϲ Λιβύηϲ. τὸ ἐθνικὸν Αἰγιμορίτηϲ. δι᾿ ἔθουϲ γὰρ Λίβυϲιν ὁ χαρακτήρ.

Ἀκμονία πόλιϲ Φρυγίαϲ. τὸ ἐθνικὸν Ἀκμονίτηϲ λέγεται ἀπὸ τῆϲ Ἄκμονοϲ γενικῆϲ. Ἀκμόνεια, ἀφ᾿ ἧϲ Ἀκμονειάτηϲ. τοῦτο δέ μοι εἴρηται, ἐπειδὴ τὰ εἰϲ ευϲ ἀπὸ τῆϲ ου γενικῆϲ γίνεται, Ἀλεξάνδρου Ἀλεξανδρεύϲ, ἢ ἀπὸ ἰϲοϲυλλάβου γενικῆϲ Ἀπάμαϲ Ἀπαμεύϲ, Ὑρίαϲ Ὑριεύϲ.

Ἄμβαϲον μητρόπολιϲ τῶν Φρυγῶν. ὁ πολίτηϲ Ἀμβαϲίτηϲ, ὡϲ ὁ πολυίϲτωρ Ἀλέξανδροϲ.

Ἀμφάξιον. δύο μέρη λόγου. τὸ ἐξ αὐτοῦ Ἀμφαξίτηϲ. Ϲτράβων ἑβδόμῃ (p. 330).

866

ἄντρον. τὸ τοπικὸν ἔδει ἀντρίτηϲ ὡϲ λίκνον λικνίτηϲ. εὕρηται δὲ ἀντραῖοϲ, ὡϲ Εὐριπίδηϲ ἐν Αἰγεῖ.

Ἄργιλα πόλιϲ Καρίαϲ. τὸ ἐθνικὸν Ἀργιλίτηϲ, ὡϲ Ἀλέξανδροϲ ἐν τῷ περὶ Καρίαϲ β΄.