De partibus animalium

Aristotle

Aristotle. Aristotelis De partibus animalium libri quattuor. Langkavel, Bernhard. Leipzig: Teubner, 1868.

Πλεύμονα μὲν σὖν ἔχει διὰ τὸ πεξὸν εἶναί τι 6 γένος τῶν ζῴόων. ἀναγκαῖον μὲν γὰρ γίνεσθαι τῷ θερμῷ κατάψυξιν, ταύτης δὲ δεῖται θύραθεν τὰ [*](669,a) ἔναιμα τῶν ζῴων· θερμὸτερα γάρ. τὰ δὲ μὴ ἔναιμα καὶ τᾧ συμφύτῳ πνεύματι δύναται καταψύχειν. ἀνάγκη δὲ καταψύχειν ἔξωθεν ἢ ὕδατι ἤη ἀέρι. διόπερ τν μὲν ἰχθύων οὐδεὶς ἔχει πλεύμονα, ἀλλʼ ἀντὶ τούτου βράγχια, καθάπερ εἴρηται ἐν τοῖς περὶ ἀναπνοῆς· ὕδατι γὰρ ποιεῖται τὴν κατάψυξιν, τὰ δʼ ἀναπνέοντα τῷ ἀέρι, διόπερ πάντα τὰ ἀναπνέοντα ἔχει πλεύμονα.

ἀναπνεῖ δὲ τὰ μὲν πεζὰ πάντα, ἔυια δὲ 2 καὶ τῶν ἐνύδρων, οἷον φάλαινα καὶ δελφὶς καὶ τὰ ἀναφυσῶντα κήτη πάντα. πολλὰ γὰρ τῶν ζῴων ἐπαμφοτερίζει τὴν φύσιν, καὶ τῶν τε πεζν καὶ τὸν ἀέρα δεχομένων διὰ τὴν τοῦ σώματος κρἀσιν ἐν ὑγρῷ διατελεῖ τὸν πλεῖστον χρόνον, καὶ τῶν ἐν τῷ ὑγρῷ μετέχει τοσούτον ἔνια της πεζῆς φύσεως ὥστʼ ἐν τῷ πνεύματι αὐτῶν εἶναι τὸ τέλος τού ζῆν.

τοῦ δʼ ἀναπνεῖν 3

78
ὁ πλεύμων ὄργανόν ἐστι, τὴν μὲν ἀρχὴν τῆς κινήσεως ἔχων ἀπὸ τῆς καρδίας, ποιὧν δʼ εὐρυχωρίαν τῇ εἰσόδῳ τού πνεύματος διὰ τὴν αὑτοὺ σομφὸτητκ καὶ τὸ μέγεθοςʼ αἰρομένου μὲν γὰρ εἰσρεῖ τὸ πνεύμα, συνιόντος δʼ ἐξέρχεται πάλιν.

4 τὸ δὲ πρὸς τὴν ἅλσιν εἶναι τὸν πλεύμονα τὴς καρδίας οὐκ εἴρηται καλῶς ἐν ἀνθρωπφ τε γὰρ συμβαίνει μόνον ὡς εἰπεῖν τὸ τῆς πηδήσεως διὰ τὸ μόνον ἐν ἐλπίδι γίνεσθαι καὶ προσδοκίᾳ το μέλλοντος, ἀπέχει τʼ ἐν τοῖς πλείστοις πολὺν τόπον καὶ κεῖται τὴν θέσιν ἀνωτέρω τοὺ πλεύμονος, ὥστε μηδὲν συμβάλεσθαι τὸν πλεύμονα πρὸς τὴν ἅλσιν τῆς καρδίας.

5 διαφέρει δʼ ὁ πλεύμων πολὺ τοῖς ζῴοις. τὰ μὲν γὰρ ἔναιμον ἔχει καὶ μέγαν, τὰ δʼ ἐλάττω καὶ σομφόν, τὰ μὲν ζῳοτόκα διὰ τὴν θερμὸτητα τῆς φύσεως μείζω καὶ πολύαιμον, τὰ δʼ ῴοτόκα ξηρὸν καὶ μικρὸν. δυνάμενον δὲ μεγάλα διίστασθαι ἐν τῷ ἐμφυσἅσθαι, ὥσπερ τὰ τετράποδα μὲν ῴὸοτόκα δὲ τῶν πεζῶν, οἷον ο τε σαῦροι καὶ αἱ χελῶναι καὶ πᾶν τὸ τοιοῦτον γένος, ἔτι δὲ πρὸς τούτοις ἡ τῶν πτηνῶν φύσις καὶ καλουμένων ὀρνίθων. πάντων γὰρ τούτων σομφὸς ὁ πλεύμων καὶ ὅμοιος ἀφρῷ· καὶ γὰρ ὁ ἀφρὸς ἐκ πολλοῦ μικρὸς γίνεται συγχεὸμενος, καὶ ὁ τούτων πλεύμων μικρὸς καὶ ὑμμενώὸδης. διὸ καὶ ἅδιψψα καὶ ὁλιγὸποτα ταύτα πάντα, καὶ δύναται πολὺν ἐν τῷ ὑγρῷ ἀνέχεσθαι χρόνον· ἅτε γὰρ ὀλίγον ἔχοντα θερμὸν ίκανῶς ἐπὶ πολύν χρόνον καταψύχεται [*](b) ὑπʼ αύτὴς τὴς τοῦ πλεύμονος κινήσεως, οὔσης ἀερύδους καὶ κενῆς.

6 συμβέβηκε δὲ καὶ τὰ μεγέθη τούτων ἐλάττω τῶν ζῴων ὡς ἐπίπαν εἰπεῖν· τὸ γὰρ θερμὸν αὺξητικόν, ἡ δὲ πολυαιμίκ θερμότητος σημεῖον. ἔτι δʼ ὀρθοῖ τὰ σώματα μιᾶλλον, διόπερ ἄνθρωπος μὲν τῶν ἄλλων ὁρθὸτατον, τὰ δὲ ζῳοτόκα

79
τῶν ἄλλων τετραπόδων· οὐδὲν γὰρ ὁμοίως τρωγλοδυτεῖ τῶν ζῳοτὸκων, οὕτʼ ἄπουν οὕτε πεζεῦον.

ὅλως 7 μὲν οὖν ὁ πλεύμων ἐστὶν ἀναπνοῆς χέριν, ἄναιμος δὲ καὶ τοιοτος γένους τινὸς ἕνεκεν ζῷόων· ἀλλʼ ἀνώνυμον τὸ κοινὸν ἐπʼ οὐτων, καὶ οὐχ ὥσπερ ὁ ὄρνις ὧνὸμασται ἐπί τινος γένους. διὸ ὥσπερ τὸ ὄρυιθι εἶναι ἔκ τινός ἐστιʼ καὶ ἐκείνων ἐν τῇ οὐσίᾳ ὑπάρχει τὸ πλεύμονα ἔχειν.