De partibus animalium

Aristotle

Aristotle. Aristotelis De partibus animalium libri quattuor. Langkavel, Bernhard. Leipzig: Teubner, 1868.

Περὶ μὲν οὖν τῶν ἐν τῇ κεφαλῇ μορίων ταύτῃ 3 διωρίσθω, ὑπὸ δὲ τὴν κεφαλὴν ὁ αὐχὴν πεφυκής ἐστι τοῖς ἔχουσιν αὐχένα τῶν ζῷόων. οὐ γὰρ πάέντα τούτο τὸ μόριον ἔχει, ἀλλὰ μόνα τὰ ἔχοντα ὡν χάριν ὁ αὐχὴν πέφυκεν· ταῦτα δʼ ἐστὶν ὅ τε φάρυγξ καὶ ὁ καλούμενος οἰσοφάγος,

ὁ μὲν σὖν φάρυγξ τοῦ 2 πνεύματος ἕνεκεν πέφυκεν· διὰ τούτου γὰρ είσάγεται τὸ πνεὺμα τὰ ζῷα καὶ ἐκπέμπει ἀναπνέοντα καὶ ἐκπνέοντα. διὸ τὰ μὴ ἔχοντα πλεύμονα οὐκ ἔχουσιν οὐδʼ αὐχένα, οἷον τὸ τῶν ἐχθύων γένος. ὁ δʼ οἰσοφάγος ἐστὶ ὄι σὗ ἡ τροφὴ πορεύεται εἰς τὴν κοιλίαν·

66
ὥσθʼ ὅσα μὴ ἔχει αὐχένα, οὐδʼ οἰσοφάγον ἐπιδήλως ἔχουσιν. οὐκ ἀναγκαῖον δʼ ἔχειν τὸν οἰσοφάγον τῆς τροφῆς ἕνεκεν· οὐθὲν γὰρ παρασκευάζει πρὸς αὑτήν.

3 ἔτι δὲ μετὰ τὴν τοῦ στόματος θέσιν ἐνδέχεται κεῖσθαι τὴν κοιλίαν εὐθέως, τὸν δὲ πλεύμονα οὑκ ἐνδέχεται. δεῖ γὰρ εἶναί τινα κοινὸν οἷον αὐλῶνα, διʼ οὐ μεριεῖται τὸ πνεὺμα κατὰ τὰς ἀρτηρίας είς τὰς σύριγγας, διμερὴς ὤν· καὶ κάλλιστʼ ἄν οὕτως ἀποτελοῖ τὴν ἀναπνοὴν καὶ ἐκπνοήν. τοῦ δʼ ὀργάνου τού περὶ τὴν ἀναπνοὴν ἐξ ἀνάγκης ἔχοντος μῆκος, ἀναγκαῖον τὸν οίσοφάγον εἶναι μεταξὺ τού στόματος καὶ τῆς κοιλίας. ἔστι δʼ ὁ μὲν οἰσοφάγος σαρκώδης, ἔχων νευρώδη τάσιν, νευρώδης μιέν, ὅπως ἔχῃ διάτασιν εἰσιούσης τῆς τροφῆς, σαρκύόδηςς δέ, ὅπως μαλακὸς ᾖ καὶ ἐνδιδ καὶ μὴ βλάπτηται τραχυνόμενος ὑπὸ τῶν κατιόντων.

4 ἡ δὲ καλουμένη φάέρυγξ καὶ ἀρτηρία συνέστηκεν ἐκ χονδρωύδους σήματοςʼ σὐ γὰρ μόνον [*](b) ἀναπνοῆς ἓνεκέν ἐστιν ἀλλὰ καὶ ψωνῆς, δεῖ δὲ τὸ ψοφήσειν μέλλον λεῖον εἶναι καὶ στερεὸτητα ἔχειν. κεῖται δʼ ἔμπροσθεν ἡ ἀρτηρία τοῦ οἰσοφάγου, καίπερ ἐμποδίξουσα αὐτὸν περὶ τὴν ὑποδοχὴν τῆς τροφης· ἐὰν γάρ τι παρεισρυῇ ξηρὸν ἡ ὑγρὸν είς τὴν ἀρτηρίαν, πνιγμοὺς καὶ πόνους καὶ βῆχας χαλεπὰς ἐμποιεῖ. ὅ δὴ καὶ θαυμάσειεν ἄν τις τῶν λεγόντων ὡς ταύτῃ τὸ ποτὸν δέχεται τὸ ζῷον· συμβαίνει γὰρ φανερῶς τὰ λεχθέντα πᾶσιν, οἷς ἂν παραρρυῇ τι τῆς τροφῆς.

5 πολλαχ δὲ γελοῖον φαίνεται τὸ λέγειν ὡς ταύτῃ τὸ ποτὸν εἰσδέχεται τὰ ζῷα. πόρος γὰρ οὐδείς ἐστιν είς τὴν κοιλίαν ἀπὸ τού πλεύμονος, ὥσπερ ἐκ τοῦ στόμιατος δρήμεν τὸν οἰσοφάγον. ἔτι δʼ ἐν τοῖς ἐμέτοις καὶ ναυτίαις οὐκ ἄδηλον πόθεν τὸ ὑγρὸν φαίνεται πορευὸμενον.

6 δῆλον δὲ καὶ ὅτι οὐκ εὐθέως είς τὴν

67
κύστιν συλλέγεται τὸ ὑγρόν, ἀλλʼ είς τὴν κοιλίαν πρὸτερον· τὰ γὰρ τῆς κοιλίας περιττματα φαίνεται χροματίζειν ἡ ἰλὺς τοῦ μέλανος οἴνου· συμβέβηκε δὲ τούτο πολλάκις φανερὸν καὶ ἐπὶ τῶν είς τὴν κοιλίαν τραυμάτων. ἀλλὰ γὰρ ἴσως εὔηθες τὸ τοὺς εὐήθεις τῶν λόγων λίαν ἐξετάζειν.

ἡ δʼ ἀρτηρία τῷ 7 διακεῖσθαι, καθάπερ εἶπομεν, ἐν τῷ πρόσθεν ὑπὸ τῆς τροφῆς ἐνοχλεῖται· ἀλλʼ ἡ φύσις πρὸς τοὺτο μεμηχάνηται τὴν ἐπιγλωσσίὅα. ταύτην δʼ οὐκ ἔχουσιν ἅπαντα τὰ ζῳοτοκοῦντα, ἀλλʼ ὅσα πλεύμονα ἔχει καὶ τὸ δέρμα τριχωτόν, καὶ μὴ φολιἄωτὰ μιηδὲ πτερωτὰ πέφυκεν. τούτοις δʼ ἀντὶ τῆς ἐπιγλωττίδος συνάγεται καὶ διοίγεται ὁ φάρυγξ, ὅνπερ τρόπον ἐκείνοις ἐπιβάλλει τε καὶ ἀναπτύσσεται τοῦ πνεύμμιατος τῇ εἰσόδῳ τε καὶ ἐξόδῳ ἀναπτυσσόμενος, τῆς δὲ τροφῆς εἰσιούσης ἐπιπτυσσόμενος, ἵνα μηθὲν παραρρυῇ παρὰ τὴν ἀρτηρίαν. ἐἀν δέ τι πλημμεληθῇ παρὰ τὴν τοιαύτην κίνησιν καὶ προσφερομένης τῆς τροφῆς ἀναπνεύσῃ τις, βῆχας καὶ πνιγμοὺς ποιεῖ, καθαέπερ εἴρηται.

οὕτω δὲ καλῶς μεμηχάένηται καὶ ἡ ταύτης 8 καὶ ἡ τῆς γλωττης κίνησις, ὥστε τῆς τροφῆς ἐν μὲν τῷ στὸματι λεαινομένης, παρʼ αὐτὴν δὲ διιούσης, τὴν μὲν ὀλιγάκις ὑπὸ τοὺς ὀδόντας πέπτειν, εἰς δὲ τὴν ἀρτηρίαν σπάυιόν τι παραρρεῖν.

οὐκ ἔχει δὲ τὰ 9 [*](665,a) λεχθέντα ζῴα τὴν ἐπιγλωττίδα διὰ τὸ ξηρὰς εἶναι τὰς σάρκας αύὺτῶν καὶ τὸ δέρμα σκληρόν, ὧστʼ οὐκ ἄν εὐκίνητον ὴν τὸ τοιούτον μόριον αὑτοῖς ἐκ τοιαύτης σαρκὸς καὶ ἐκ τοιούτου δέρματος συνεστηκς, ἀλλʼ αὐτῆς τῆς ἀρτηρίας τήν ἐσχάτων θάσσον ἐγίνετʼ ἄν ἡ συναγωγὴ τῆς ἐκ τῆς οἰκείας σαρκὸς ἐπιγλωττίδος, ἣν ἔχουσι τὰ τριχωτα. διʼ ἣν μὲν οὗν αἰτίαν τὰ μὲν ἔχει τῶν ζῴων τὰ δʼ οὐκ ἔχει, ταῦτʼ εἰρήσθω,

68
καὶ διότι τῆς ἀρτηρίας τὴν φαυλότητα τῆς θέσεωος ίάτρευκεν ἡ φύσις, μηχανησαμένη τὴν καλουμένην ἐπιγλωττίδα.

10 κεῖται δʼ ἕμπροσθεν ἡ φάρυγξ τοῦ οἰσοφάγου ἐξ ἀνάγκης. ἡ μὲν γὰρ καρδία ἐν τοῖς ἔμπροσθεν καὶ ἐν μέσῳ κεῖται, ἐν ᾖ τὴν ἀρχήν φαμεν τῆς ζωῆς καὶ πάσης κινήσεής τε καὶ αἰσθήσεως (ἐπὶ τὸ καλούμενον γὰρ ἔμπροσθεν ἡ αἴσθησις καὶ ἡ κίνησις· αὐτῷ γὰρ τῷ λόγῳ τούτῳ διύὸρισται τὸ ἔμπροσθεν καὶ ὄπισθεν), ὸ δὲ πλεύμων κεῖται οὐ ἡ καρδία καὶ περὶ ταύτην, ὴ δʼ ἀναπνοὴ διά τε τούτον καὶ διὰ τὴν ἀρχὴν τὴν ἐν τῇ καρδία ἐνυπάρχουσαν. ἡ δʼ ἀναπνοὴ γίνεται τοῖς ζῴοις διὰ τὴς ἀρτηρίας· ὥστ ἐπεὶ τὴν καρδίαν ἐν τοῖς ἔμπροσθεν πρώτην ἀναγκαῖον κεῖσθαι, καὶ τὸν φάρυγγα καὶ τὴν ἀρτηρίαν πρὸτερον ἀναγκαῖον κεῖσθαι τού οἰσοφάγου· τὰ μὲν γὰρ πρὸς τὸν πλεύμονα τείνει καὶ τὴν καρδίαν, ὁ δʼ εἰς τὴν κοιλίαν.

11 ὅλως δʼ ἀεὶ τὸ βέλτιον καὶ τιμιώτερον, ὅπου μηδὲν μεῖζον ἕτερον ἐμποδίζει, τού μὲν ἄνω καὶ κάτω ἐν τοῖς μἀλλόν ἐστιν ἄνω, τοῦ δʼ ὲμπροσθεν καὶ ὄπισθεν ἐν τοῖς ἔμπροσθεν, τοῦ δεξιοῦ δὲ καὶ ἀριστεροῦ ἐν τοῖς δεξιοῖς.