De partibus animalium

Aristotle

Aristotle. Aristotelis De partibus animalium libri quattuor. Langkavel, Bernhard. Leipzig: Teubner, 1868.

Ἔχουσι δὲ τὴν καλουμένην πυετίαν τὰ μὲν πολυκοίλια 15 πάντα, τῶν δὲ μονοκοιλίων δασύπους. ἔχει δὲ τὰ ἔχοντα τῶν πολυκοιλίων τὴν πυετίαν οὔτʼ ἐν τῇ μεγάλῃ κοιλία οὔτʼ ἐν τῷ κεκρυφάλῳ οὔτʼ ἐν τῷ τελευταίῳ τῷ ἠνύστρῳ, ἀλλʼ ἐν τῷ μεταξύ τοῦ τελευταίου καὶ δύο τῶν πρώτων, ἐν τῷ καλουμένῳ ἐχίνῳ.

ἔχει δὲ ταῦτα πάντα πυετίαν διὰ τὴν παχύτητα 2 τοῦ γάλακτος· τὰ δὲ μονοκοίλια οὐκ ἔχει, λεπτὸν γὰρ τὸ γάλα τῶν μονοκοιλίων. διὸ τῶν μὲν κερατοφόρων πήγνυται, τῶν δʼ ἀκεράτων οὐ πήγνυται τὸ γάλα.

τῷ δὲ δασύποδι γίνεται πυετία διὰ τὸ νέμεσθαι 3 ὀπώδη πόαν· ὁ γὰρ τοιοῦτος χυμὸς συνίστησιν ἐν τῇ κοιλία τὸ γάλα τοῖς ἐμβρύοις. διότι δὲ τῶν πολυκοιλίων ἐν τῷ ἐχίνῳ γίνεται ἡ πυετία, εἴρηται ἐν τοῖς προβλήμασιν.